<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2:23</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2:23</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="23"><p>ὃς τὸν μὲν ἄλλον χρόνον ἀπαθὴς ἦν κακῶν, νεωστὶ δʼ ἐπειρώμην φυγῆς καὶ τοῦ παρʼ ἑτέροις
          μὲν μετοικεῖν, στέρεσθαι δὲ τῶν ἐμαυτοῦ, πρὸς δὲ τούτοις ὁρῶν τὴν μητέρα τὴν αὑτοῦ καὶ τὴν
          ἀδελφὴν ἐκ μὲν τῆς πατρίδος ἐκπεπτωκυίας, ἐπὶ δὲ ξένης καὶ παρʼ ἀλλοτρίοις τὸν βίον
          τελευτώσας. ὥστʼ οὐδεὶς ἄν μοι δικαίως φθονήσειεν, εἴ τι τῶν Θρασυλόχου πραγμάτων ἀγαθὸν
          ἀπολέλαυκα· καὶ γὰρ ἵνα χαρισαίμην ἐκείνῳ, κατοικισάμενος ἐν Τροιζῆνι τοιαύταις ἐχρησάμην
          συμφοραῖς, ὧν οὐδέποτʼ ἂν ἐπιλαθέσθαι δυνηθείην. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>