<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2:2-3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2:2-3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="2"><p>τοὐναντίον δὲ πέπονθα τοῖς πλείστοις τῶν ἀνθρώπων. τοὺς μὲν γὰρ ἄλλους ὁρῶ χαλεπῶς
          φέροντας, ὅταν ἀδίκως περί τινος κινδυνεύωσιν, ἐγὼ δʼ ὀλίγου δέω χάριν ἔχειν τούτοις, ὅτι
          μʼ εἰς τουτονὶ τὸν ἀγῶνα κατέστησαν. ἀκρίτου μὲν γὰρ ὄντος τοῦ πράγματος οὐκ ἂν ἠπίστασθʼ
          ὁποῖός τις γεγενημένος περὶ τὸν τετελευτηκότα κληρονόμος εἰμὶ τῶν ἐκείνου· πυθόμενοι δὲ τὰ
          πραχθέντα πάντες εἴσεσθʼ ὅτι δικαίως ἂν καὶ μείζονος ἢ τοσαύτης δωρεᾶς ἠξιώθην. </p></div><div subtype="section" type="textpart" n="3"><p>χρῆν μέντοι καὶ τὴν ἀμφισβητοῦσαν τῶν χρημάτων μὴ παρʼ ὑμῶν πειρᾶσθαι λαμβάνειν τὴν
          οὐσίαν, ἣν Θρασύλοχος κατέλιπεν, ἀλλὰ περὶ ἐκεῖνον χρηστὴν οὖσαν οὕτως ἀξιοῦν αὐτῆς
          ἐπιδικάζεσθαι. νῦν δʼ αὐτῇ τοσούτου δεῖ μεταμέλειν ὧν εἰς ζῶντʼ ἐξήμαρτεν, ὥστε καὶ
          τεθνεῶτος αὐτοῦ πειρᾶται τήν τε διαθήκην ἄκυρον ἅμα καὶ τὸν οἶκον ἔρημον ποιῆσαι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>