<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg005.perseus-grc2:53-56</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg005.perseus-grc2:53-56</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg005.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="53"><p>οὕτω τοίνυν, ὦ ἄνδρες δικασταί, πολλῶν μοι τῶν δικαίων ὑπαρχόντων, ἐκεῖνʼ ἡγοῦμαι
          μέγιστον εἶναι τεκμήριον ὡς ἀποστερεῖ με Πασίων τῶν χρημάτων, ὅτι τὸν παῖδʼ οὐκ ἠθέλησε
          βασανίζειν ἐκδοῦναι τὸν συνειδότα περὶ τῆς παρακαταθήκης. καίτοι περὶ τῶν πρὸς τοὺς ἐπὶ
          ταῖς τραπέζαις συμβολαίων τίς ἂν ἔλεγχος ἰσχυρότερος τούτου γένοιτο; οὐ γὰρ δὴ μάρτυράς γʼ
          αὐτῶν ποιούμεθα. </p></div><div subtype="section" type="textpart" n="54"><p>ὁρῶ δὲ καὶ ὑμᾶς καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν δημοσίων οὐδὲν πιστότερον οὐδʼ
          ἀληθέστερον βασάνου νομίζοντας, καὶ μάρτυρας μὲν ἡγουμένους<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">ἡγουμένους ΓΕ· μὴ
            γενομένους</foreign>Blass.</note> οἷόν τʼ εἶναι καὶ τῶν μὴ γενομένων<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">γενομένων</foreign>Drerup:<foreign xml:lang="greek">παραγενομένων ΓΕ·
              πεπραγμένων</foreign>Fuhr, Blass.</note> παρασκευάσασθαι, τὰς δὲ βασάνους φανερῶς
          ἐπιδεικνύναι, ὁπότεροι τἀληθῆ λέγουσιν. ἃ οὗτος εἰδὼς ἠβουλήθη εἰκάζειν ὑμᾶς περὶ τοῦ
          πράγματος μᾶλλον ἢ σαφῶς εἰδέναι. οὐ γὰρ δὴ τοῦτό γʼ ἂν εἰπεῖν ἔχοι, ὡς ἔλαττον ἔμελλεν
          ἕξειν ἐν τῇ βασάνῳ, καὶ διὰ τοῦτʼ οὐκ εἰκὸς ἦν αὐτὸν ἐκδοῦναι. </p></div><div subtype="section" type="textpart" n="55"><p>πάντες γὰρ ἐπίστασθʼ ὅτι κατειπὼν μὲν ἤμελλε τὸν ἐπίλοιπον χρόνον ὑπὸ τούτου κάκιστʼ
          ἀνθρώπων ἀπολεῖσθαι, διακαρτερήσας δὲ καὶ ἐλεύθερος ἔσεσθαι καὶ μεθέξειν ὧν οὗτός μʼ
          ἀπεστέρησεν. ἀλλʼ ὅμως τοσούτῳ μέλλων πλέον ἕξειν, συνειδὼς αὑτῷ τὰ πεπραγμένα, ὑπέμεινε
          καὶ δίκας φεύγειν καὶ τὰς ἄλλας αἰτίας ἔχειν, ὥστε μηδεμίαν βάσανον περὶ τοῦ πράγματος
          τούτου γενέσθαι. </p></div><div subtype="section" type="textpart" n="56"><milestone unit="para" ed="P"/><p>ἐγὼ οὖ ὑμῶν δέομαι μεμνημένους τούτων καταψηφίσασθαι Πασίωνος, καὶ μὴ τοσαύτην πονηρίαν
          ἐμοῦ καταγνῶναι, ὡς οἰκῶν ἐν τῷ Πόντῳ καὶ τοσαύτην οὐσίαν κεκτημένος ὥστε καὶ ἑτέρους εὖ
          ποιεῖν δύνασθαι, Πασίωνʼ ἦλθον συκοφαντήσων καὶ ψευδεῖς αὐτῷ παρακαταθήκας ἐγκαλῶν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>