<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg005.perseus-grc2:31-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg005.perseus-grc2:31-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg005.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="31"><p>ὃ δὲ πάντων μέγιστον τεκμήριον ὡς οὐκ ἀφειμὲνος ἦν Πασίων ἐν ταῖς συνθήκαις ἀλλʼ
          ὡμολογηκὼς ἀποδώσειν τὸ χρυσίον· ὅτε γὰρ Μενέξενος ἔλαχεν αὑτῷ τὴν δίκην, οὔπω
          διεφθαρμένου τοῦ γραμματείου, προσπέμπων Ἀγύρριον, ὄντʼ ἀμφοτέροις ἡμῖν ἐπιτήδειον, ἠξίου
          μʼ ἤ Μενέξενον ἀπαλλάττειν ἢ τὰς συνθήκας τὰς γεγενημένας πρὸς αὑτὸν ἀναιρεῖν. </p></div><div subtype="section" type="textpart" n="32"><p>καίτοι, ὦ ἄνδρες δικασταί, οἴεσθʼ ἂν αὐτὸν ἐπιθυμεῖν ἀναιρεθῆναι ταύτας τὰς συνθήκας, ἐξ
          ὧν ψευδομένους ἡμᾶς ἔμελλεν ἐξελέγξειν; οὔκουν ἐπειδή γε μετεγράφησαν, τούτους ἔλεγε τοὺς
          λόγους, ἀλλὰ περὶ ἁπάντων εἰς ἐκείνας κατέφευγε καὶ ἀνοίγειν ἐκέλευε τὸ γραμματεῖον. ὡς
          οὖν τὸ πρῶτον ἀναιρεῖν ἐζήτει τὰς συνθήκας, αὐτὸν Ἀγύρριον μαρτυροῦντα παρέξομαι. καί μοι
            ἀνάβηθι.<quote type="*marturi/a"/>
        </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>