<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg005.perseus-grc2:21-22</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg005.perseus-grc2:21-22</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg005.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="21"><p>τὰ μὲν οὖν ἡμέτερʼ, ὦ ἄνδρες δικασταί, οὕτω διεπέπρακτο· Μενέξενος δʼ ὀργιζόμενος ὑπὲρ
          τῆς αἰτίας ἧς κἀκεῖνον Πασίων<note resp="ed" xml:lang="en" anchored="true"><foreign xml:lang="greek">Πασίων,</foreign> omitted by <foreign xml:lang="greek">ΛΕ</foreign>,
            is bracketed by Blass.</note> ᾐτιάσατο, λαχὼν δίκην ἐξῄτει τὸν Κίττον, ἀξιῶν τὴν αὐτὴν
          Πασίωνι ψευδομένῳ γίγνεσθαι ζημίαν ἧσπερ ἂν αὐτὸς ἐτύγχανεν, εἴ τι τούτων ἐφαίνετο
          ποιήσας. καὶ οὗτος, ὦ ἄνδρες δικασταί, ἐδεῖτο μου ἀπαλλάττειν Μενέξενον, λέγων ὅτι οὐδὲν
          αὐτῷ πλέον ἔσται, εἰ τὰ μὲν χρήματʼ ἐκ τῶν συγγεγραμμένων εἰς τὸν Πόντον εἰσπλεύσας
          ἀποδώσει, αὐτὸς δʼ ὁμοίως ἐνθάδε καταγέλαστος ἔσοιτο· ὁ γὰρ παῖς, ἐὰν βασανίξηται, περὶ
          πάντων τἀληθῆ κατεπεῖ. </p></div><div subtype="section" type="textpart" n="22"><p>ἐγὼ δʼ ἠξίουν πρὸς μὲν Μενέξενον πράττειν ὅ τι βούλοιτο, πρὸς δʼ ἐμὲ ποιεῖν αὐτὸν τὰ
          συγκείμενα. ἐν ἐκείνῳ μὲν οὖν τῷ χρόνῳ ταπεινὸς ἦν, οὐκ ἔχων ὅ τι χρήσαιτο τοῖς αὑτοῦ
          κακοῖς. καὶ γὰρ οὐ μόνον περὶ τῆς βασάνου καὶ τῆς δίκης ἐκείνης ἐδεδοίκει τῆς εἰληγμένης,
          ἀλλὰ καὶ περὶ τοῦ γραμματείου, ὅπως μὴ ὑπὸ τοῦ Μενεξένου συλληφθήσοιτο. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>