<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2:53-56</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2:53-56</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="53"><p>πυθόμενος δʼ ὁ Κρατῖνος τὰς τούτων ἐπιβουλὰς τὸν μὲν ἄλλον χρόνον ἡσυχίαν ἦγεν, ἵνα μὴ
          μεταθεῖντο τὸ πρᾶγμα μηδʼ ἑτέρους λόγους ἐξευρίσκοιεν, ἀλλʼ ἐπʼ αὐτοφώρῳ ληφθεῖεν
          κακουργοῦντες· ἐπειδὴ δʼ ὁ κηδεστὴς μὲν ἦν ὁ τούτου κατηγορηκώς, οὗτος δὲ μεμαρτυρηκὼς ἦ
          μὴν τεθνάναι τὴν ἄνθρωπον, </p></div><div subtype="section" type="textpart" n="54"><p>ἐλθόντες εἰς τὴν οἰκίαν ἵνʼ ἦν κεκρυμμένη, βίᾳ λαβόντες αὐτὴν καὶ ἀγαγόντες ἐπὶ τὸ
          δικαστήριον ζῶσαν ἅπασι τοῖς παροῦσιν ἐπέδειξαν. ὥσθʼ ἑπτακοσίων μὲν δικαζόντων, τεττάρων
          δὲ καὶ δέκα μαρτυρησάντων ἅπερ οὗτος, οὐδεμίαν ψῆφον μετέλαβε.<note resp="ed" xml:lang="eng" anchored="true"><foreign xml:lang="grc">ὑμᾶς</foreign>Blass:<foreign xml:lang="grc">ἡμεῖς.</foreign></note> καί μοι κάλει τούτων μάρτυρας.<quote type="*ma/rtures"><p>
                Μάρτυρες
                </p></quote>
        </p></div><div subtype="section" type="textpart" n="55"><p>τίς οὖν ἀξίως δύναιτο κατηγορῆσαι τῶν τούτω πεπραγμένων; ἢ τίς ἂν εὑρεῖν ἔχοι παράδειγμα
          μεῖζον ἀδικίας καὶ συκοφαντίας καὶ πονηρίας; ἔνια μὲν γὰρ τῶν ἀδικημάτων οὐκ ἂν ὅλον τὸν
          τρόπον δηλώσειε τῶν ἀδικησάντων, ἐκ δὲ τῶν τοιούτων ἔγρων ἅπαντα τὸν βίον τῶν
          ἐξαμαρτανόντων ῥᾴδιον κατιδεῖν ἐστίν. </p></div><div subtype="section" type="textpart" n="56"><p>ὅστις γὰρ τοὺς ζῶντας τεθνάναι μαρτυρεῖ, τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ; ἣ ὅστις ἐπὶ τοῖς
          ἀλλοτρίοις πράγμασιν οὕτω πονηρός ἐστι, τί οὐκ ἂν ἐπὶ τοῖς αὑτοῦ τολμήσειεν; πῶς δὲ χρὴ
          τούτῳ πιστεύειν ὑπὲρ αὑτοῦ λέγοντι, ὃς ὑπὲρ ἑτέρων ἐπιορκῶν ἐξελέγχεται; τίς δὲ πώποτε
          φανερώτερον ἐπεδείχθη τὰ ψευδῆ μαρτυρῶν; τοὺς μὲν γὰρ ἄλλους ἐκ τῶν λεγομένων κρίνετε, τὴν
          δὲ τούτου μαρτυρίαν, ὅτι ψευδὴς ἦν, εἶδον οἱ δικάζοντες. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>