<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2:5-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2:5-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="5"><p>ἦρχον μὲν γὰρ οἱ δέκα οἱ μετὰ τοὺς τριάκοντα καταστάντες, ὄντος δέ μοι Πατροκλέους
          ἐπιτηδείου, τοῦ τότε βασιλεύοντος, ἔτυχον μετʼ αὐτοῦ βαδίζων. ἐκεῖνος δʼ ἐχθρὸς ὢν
          Καλλιμάχῳ τῷ νῦν ἐμὲ διώκοντι τὴν δίκην, ἀπήντησεν ἀργύριον φέροντι. λαβόμενος δʼ αὐτοῦ
          Πάμφιλον ἔφασκεν αὐτὸ καταλιπεῖν καὶ δημόσιον γίγνεσθαι· ἐκεῖνον γὰρ εἶναι τῶν ἐν
          Πειραιεῖ. </p></div><div subtype="section" type="textpart" n="6"><p>ἀμφισβητοῦντος δὲ τούτου καὶ λοιδορίας αὐτοῖς γενομένης ἄλλοι τε πολλοὶ συνέδραμον, καὶ
          κατὰ τύχην Ῥίνων εἷς τῶν δέκα γενόμενος προσῆλθεν. εὐθὺς οὖν πρὸς αὐτὸν τὴν φάσιν τῶν
          χρημάτων ὁ Πατροκλῆς ἐποιεῖτο· ὁ δʼ ὡς τοὺς συνάρχοντας ἦγεν ἀμφοτέρους. ἐκεῖνοι δʼ εἰς
          τὴν βουλὴν περὶ αὐτῶν ἀπέδοσαν· κρίσεως δὲ γενομένης ἔδοξε τὰ χρήματα δημόσιʼ εἶναι. μετὰ
          δὲ ταῦτʼ, </p></div><div subtype="section" type="textpart" n="7"><p>ἐπειδὴ κατῆλθον οἱ φεύγοντες ἐκ Πειραιέως, οὗτος<note resp="ed" xml:lang="eng" anchored="true"><foreign xml:lang="grc">οὗτος</foreign>added by Blass.</note> ἐνεκάλει
          τῷ Πατροκλεῖ καὶ δίκας ἐλάγχανεν ὡς αἰτίῳ τῆς συμφορᾶς γεγενημένῳ· διαλλαγεὶς δὲ πρὸς
          ἐκεῖνον καὶ πραξάμενος αὐτὸν δέκα μνᾶς ἀργυρίου Λυσίμαχον ἐσυκοφάντει· λαβὼν δὲ καὶ παρὰ
          τούτου διακοσίας δραχμὰς ἐμοὶ πράγματα παρεῖχεν. καὶ τὸ μὲν πρῶτον ἐνεκάλει φάσκων με
          συμπράττειν ἐκείνοις, τελευτῶν δʼ εἰς τοῦτʼ ἀναιδείας ἦλθεν ὥσθʼ ἁπάντων με τῶν
          γεγενημένων ᾐτιᾶτο· ἅπερ ἴσως καὶ νῦν τολμήσει κατηγορεῖν. </p></div><div subtype="section" type="textpart" n="8"><p>ἐγὼ δʼ ὑμῖν παρέξομαι μάρτυρας πρῶτον μὲν τοὺς ἐξ ἀρχῆς παραγενομένους, ὡς οὔτʼ
          ἐπελαβόμην οὔτʼ ἐφηψάμην τῶν χρημάτων, ἔπειτα Ῥίνωνα<note resp="ed" xml:lang="eng" anchored="true"><foreign xml:lang="grc">Ῥίνωνα</foreign>added by Sauppe.</note> καὶ
          τοὺς συνάρχοντας, ὡς οὐκ ἐγὼ τὴν φάσιν ἀλλὰ Πατροκλῆς ἐποιήσατο πρὸς αὐτούς, ἔτι δὲ τοὺς
          βουλευτάς, ὡς ἐκεῖνος ἦν ὁ κατηγορῶν. καί μοι κάλει τούτων μάρτυρας.<quote type="*ma/rtures"/>
        </p></div><div subtype="section" type="textpart" n="9"><p>οὕτω τοίνυν πολλῶν παραγενομένων τοῖς πραχθεῖσιν, ὥσπερ οὐδενὸς συνειδότος αὐτὸς μὲν
          οὗτος ἐφιστάμενος εἰς τοὺς ὄχλους καὶ καθίζων ἐπὶ τοῖς ἐργαστηρίοις λόγους ἐποιεῖτο ὡς
          δεινὰ πεπονθὼς ὑπʼ ἐμοῦ καὶ τῶν χρημάτων ἀπεστερημένος, τῶν δὲ χρωμένων τινὲς τούτῳ
          προσιόντες μοι συνεβούλευον ἀπαλλάττεσθαι τῆς πρὸς τοῦτον διαφορᾶς καὶ μὴ βούλεσθαι κακῶς
          ἀκούειν μηδὲ κινδυνεύειν περὶ πολλῶν χρημάτων, μηδʼ εἰ σφόδρα πιστεύω τῷ πράγματι,
          λέγοντες ὡς πολλὰ παρὰ γνώμην ἐν τοῖς δικαστηρίοις ἀποβαίνει, </p></div><div subtype="section" type="textpart" n="10"><p>καὶ ὅτι τύχῃ μᾶλλον ἢ τῷ δικαίῳ κρίνεται τὰ παρʼ ὑμῖν, ὥστε λυσιτελεῖν μοι μίκρʼ
          ἀναλώσαντι μεγάλων ἐγκλημάτων ἀπαλλαγῆναι μᾶλλον ἢ μηδὲν ἀποτείσαντι κινδυνεύειν περὶ
          τηλικούτων. τί δʼ ἂν ὑμῖν τὰ πολλὰ καθʼ ἕκαστον διηγοίμην;<note resp="ed" xml:lang="eng" anchored="true"><foreign xml:lang="grc">τί δʼ ἂν ὑμῖν τὰ πολλὰ καθʼ ἕκαστον
              διηγοίμην</foreign>vulg. Blass omits<foreign xml:lang="grc">δʼ</foreign>and<foreign xml:lang="grc">καθʼ ἕκαστον.</foreign></note> οὐδὲν γὰρ<note resp="ed" xml:lang="eng" anchored="true"><foreign xml:lang="grc">οὐδὲν γὰρ</foreign>added by Blass.</note>
          παρέλιπον τῶν εἰθισμένων περὶ τῶν τοιούτων λέγεσθαι. τελευτῶν δʼ οὖν ἐπείσθην, ἅπαντα γὰρ
          εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς, δοῦναι τούτῳ διακοσίας δραχμάς. ἵνα δὲ μὴ πάλιν ἐξείη
          συκοφαντεῖν αὐτῷ, δίαιταν ἐπὶ ῥητοῖς ἐπετρέψαμεν Νικομάχῳ Βατῆθεν.<gap reason="lost"/><quote type="*ma/rtures"/>
        </p></div><div subtype="section" type="textpart" n="11"><p>τὸ μὲν τοίνυν πρῶτον ἐνέμεινε τοῖς ὡμολογημένοις, ὕστερον δʼ ἐπιβουλεύσας μετὰ Ξενοτίμου,
          τοῦ τοὺς νόμους διαφθείροντος καὶ τὰ δικαστήρια δεκάζοντος καὶ τὰς ἀρχὰς λυμαινομένου καὶ
          πάντων κακῶν αἰτίου, λαγχάνει μοι δίκην μυρίων δραχμῶν. προβαλλομένου δʼ ἐμοῦ μάρτυρα, ὡς
          οὐκ εἰσαγώγιμος ἦν ἡ δίκη διαίτης γεγενημένης, ἐκείνῳ μὲν οὐκ ἐπεξῆλθεν, </p></div><div subtype="section" type="textpart" n="12"><p>εἰδὼς ὅτι, εἰ μὴ μεταλάβοι τὸ πέμπτον μέρος τῶν ψήφων, τὴν ἐπωβελίαν ὀφλήσει, πείσας δὲ
          τὴν ἀρχὴν πάλιν τὴν αὐτὴν δίκην ἐγράψατο, ὡς ἐν τοῖς πρυτανείοις μόνον κινδυνεύσων. ἀπορῶν
          δʼ ὅ τι χρησαίμην τοῖς κακοῖς, ἡγησάμην εἶναι κράτιστον ἐξ ἴσου καταστήσαντʼ ἀμφοτέροις
          τὸν κίνδυνον εἰσελθεῖν εἰς ὑμᾶς. καὶ τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>