<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:9-10</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:9-10</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2"><div type="textpart" subtype="section" n="9"><p rend="indent"><milestone unit="tlnum" n="20"/><q>τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει χρυσὸν ἐκ μὴ χρυσοῦ καὶ λίθον ἐκ μὴ λίθου καὶ τἄλλα γεννᾶν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἁπάντων; πάνυ μὲν οὖν. ἀλλʼ ἐκείνοις μὲν εὐθύς τε συνίασιν αἱ ἀρχαὶ πρὸς <pb xml:id="v.6.p.434"/> τὴν ἑκάστου γένεσιν, ὥσπερ συμβολὰς μεγάλας φέρουσαι τὰς ἐν αὑταῖς ποιότητας, καὶ ὅταν συνέλθωσιν <milestone unit="stephpage" xml:id="stephpage-1111e" n="1111e"/> εἰς ταὐτὸ καὶ συμπέσωσι ξηροῖς ὑγρὰ καὶ ψυχρὰ θερμοῖς καὶ στερεὰ μαλθακοῖς, σώματα κινούμενα <milestone unit="tlnum" n="5"/> παθητικῶς ὑπʼ ἀλλήλων καὶ μεταβάλλοντα διʼ ὅλων, ἑτέραν ἀφʼ ἑτέρας κράσεως συναποτίκτει γένεσιν. ἡ δʼ ἄτομος αὐτή τε καθʼ ἑαυτὴν ἔρημός ἐστι καὶ γυμνὴ πάσης γονίμου δυνάμεως, καὶ πρὸς ἄλλην προσπεσοῦσα βρασμὸν ὑπὸ σκληρότητος καὶ <milestone unit="tlnum" n="10"/> ἀντιτυπίας ἄλλο δʼ οὐδὲν ἔσχεν οὐδʼ ἐποίησε πάθος, ἀλλὰ παίονται καὶ παίουσι τὸν ἅπαντα χρόνον, οὐχ ὅπως ζῷον ἢ ψυχὴν ἢ φύσιν ἀλλʼ οὐδὲ πλῆθος ἐξ ἑαυτῶν κοινὸν οὐδὲ σωρὸν ἕνα παλλομένων ἀεὶ καὶ διισταμένων δυνάμεναι παρασχεῖν.</q><milestone unit="tlnum" n="15"/></p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-1111f" n="1111f"/><q>ὁ δὲ Κωλώτης, ὥσπερ ἀγραμμάτῳ βασιλεῖ προσδιαλεγόμενος πάλιν ἐξάπτεται τοῦ Ἐμπεδοκλέους ταὐτὸ πνέοντος· <quote rend="blockquote"><l>ἄλλοδέ τοι ἐρέω· φύσις οὐδενὸς ἔστιν ἑκάστου </l><l> θνητῶν, οὐδέ τις· οὐλομένη θανάτοιο γενέθλη· <milestone unit="tlnum" n="20"/> </l><l> ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων </l><l> ἔστι, φύσις δʼ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισι.</l></quote> ταῦτʼ ἐγὼ μὲν οὐχ ὁρῶ καθʼ ὅ τι πρὸς τὸ ζῆν <milestone unit="stephpage" xml:id="stephpage-1112a" n="1112a"/> ὑπεναντιοῦται τοῖς ὑπολαμβάνουσι μήτε γένεσιν τοῦ μὴ ὄντος εἶναι μήτε φθορὰν τοῦ ὄντος, ἀλλʼ ὄντων <pb xml:id="v.6.p.435"/> τινῶν συνόδῳ πρὸς ἄλληλα τὴν γένεσιν διαλύσει δʼ ἀπʼ ἀλλήλων τὸν θάνατον ἐπονομάζεσθαι ὅτι γὰρ ἀντὶ τῆς γενέσεως εἴρηκε τὴν φύσιν, ἀντιθεὶς τὸν θάνατον αὐτῇ, δεδήλωκεν ὁ Ἐμπεδοκλῆς. εἰ <milestone unit="tlnum" n="5"/> δʼ οἱ μίξεις τὰς γενέσεις τιθέμενοι τὰς δὲ φθορὰς διαλύσεις οὐ ζῶσιν οὐδὲ δύνανται ζῆν, τί ποιοῦσιν ἕτερον οὗτοι; καίτοι ὁ μὲν Ἐμπεδοκλῆς τὰ στοιχεῖα κολλῶν καὶ συναρμόττων θερμότησι καὶ μαλακότησι καὶ ὑγρότησι μῖξιν αὐτοῖς καὶ συμφυΐαν ἑνωτικὴν <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-1112b" n="1112b"/> ἁμωσγέπως ἐνδίδωσιν· οἱ δὲ τὰς ἀτρέπτους καὶ ἀσυμπαθεῖς ἀτόμους εἰς ταὐτὸ συνελαύνοντες ἐξ αὐτῶν μὲν οὐδέν, αὐτῶν δὲ πολλὰς ποιοῦσι καὶ συνεχεῖς πληγάς· ἡ γὰρ περιπλοκὴ κωλύουσα τὴν διάλυσιν μᾶλλον ἐπιτείνει τὴν σύγκρουσιν, ὥστε <milestone unit="tlnum" n="15"/> μήτε μῖξιν εἶναι μήτε κόλλησιν ἀλλὰ ταραχὴν καὶ μάχην κατʼ αὐτοὺς τὴν λεγομένην γένεσιν· οἱ δʼ ἀκαρὲς <gap reason="lost"/> νῦν μὲν ἀπίασι διὰ τὴν ἀντίκρουσιν, νῦν δὲ προσίασι, τῆς πληγῆς ἐκλυθείσης, πλεῖον ἢ διπλάσιον χωρὶς εἰσιν ἀλλήλων χρόνον, οὐ ψαύουσαι <milestone unit="tlnum" n="20"/> καὶ πλησιάζουσαι, ὥστε μηδὲν ἐξ αὐτῶν ἀποτελεῖσθαι μηδʼ ἄψυχον. αἴσθησις δὲ καὶ ψυχὴ καὶ νοῦς καὶ <milestone unit="stephpage" xml:id="stephpage-1112c" n="1112c"/> φρόνησις οὐδὲ βουλομένοις ἐπίνοιαν δίδωσιν ὡς γένοιτʼ ἂν ἐν κενῷ καὶ ἀτόμοις· ὧν οὔτε καθʼ ἑαυτὰ ποιότης ἐστὶν οὔτε πάθος ἢ μεταβολὴ συνελθόντων, <pb xml:id="v.6.p.436"/> ἀλλʼ οὐδὲ συνέλευσις ἡ σύγκρασιν ποιοῦσα καὶ μῖξιν καὶ συμφυΐαν ἀλλὰ πληγὰς καὶ ἀποπηδήσεις. ὥστε τοῖς τούτων δόγμασι τὸ ζῆν ἀναιρεῖται καὶ τὸ ζῷον εἶναι, κενὰς καὶ ἀπαθεῖς καὶ ἀθέους καὶ ἀψύχους, <milestone unit="tlnum" n="5"/> ἔτι δʼ ἀμίκτους καὶ ἀσυγκράτους ἀρχὰς ὑποτιθεμένοις.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>