<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:7-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:7-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2"><div type="textpart" subtype="section" n="7"><p rend="indent"><q>ὅτι δὲ τούτοις πρὸς πᾶν ἔστι χρῆσθαι τὸ καλούμενον καὶ νομιζόμενον πικρὸν γλυκὺ καθαρτικὸν ὑπνωτικὸν φωτεινόν, ὡς οὐδενὸς ἔχοντος αὐτοτελῆ <milestone unit="stephpage" xml:id="stephpage-1110c" n="1110c"/> ποιότητα καὶ δύναμιν οὐδὲ δρῶντος μᾶλλον ἢ <milestone unit="tlnum" n="10"/> πάσχοντος, ὅταν ἐγγένηται τοῖς σώμασιν, ἄλλην δʼ ἐν ἄλλοις διαφορὰν καὶ κρᾶσιν λαμβάνοντος, οὐκ ἄδηλόν ἐστιν. αὐτὸς γὰρ οὖν ὁ Ἐπίκουρος ἐν τῷ δευτέρῳ τῶν πρὸς Θεόφραστον <q>οὐκ εἶναι</q> λέγων τὰ χρώματα συμφυῆ τοῖς σώμασιν, ἀλλὰ γεννᾶσθαι <milestone unit="tlnum" n="15"/> κατὰ ποιάς τινας τάξεις καὶ θέσεις πρὸς τὴν ὄψιν,</q> οὐ μᾶλλόν φησι κατὰ τοῦτον τὸν λόγον ἀχρωμάτιστον σῶμα εἶναι ἢ χρῶμα ἔχον. ἀνωτέρω δὲ κατὰ λέξιν ταῦτα γέγραφεν <q>ἀλλὰ καὶ χωρὶς τούτου τοῦ μέρους οὐκ οἶδʼ ὅπως δεῖ τὰ ἐν τῷ σκότει ταῦτʼ <milestone unit="tlnum" n="20"/> ὄντα φῆσαι χρώματα ἔχειν·</q> καίτοι πολλάκις ἀέρος <milestone unit="stephpage" xml:id="stephpage-1110d" n="1110d"/> ὁμοίως σκοτώδους; περικεχυμένου, οἱ μὲν αἰσθάνονται χρωμάτων διαφορᾶς οἱ δʼ οὐκ αἰσθάνονται διʼ ἀμβλύτητα τῆς ὄψεως· ἔτι δʼ εἰσελθόντες εἰς σκοτεινὸν οἶκον οὐδεμίαν ὄψιν χρώματος ὁρῶμεν <pb xml:id="v.6.p.431"/> ἀναμείναντες δὲ μικρὸν ὁρῶμεν· οὐ μᾶλλον οὖν ἔχειν ἢ μὴ ἔχειν χρῶμα ῥηθήσεται τῶν σωμάτων ἕκαστον. εἰ δὲ τὸ χρῶμα πρός τι, καὶ τὸ λευκὸν ἔσται πρὸς τι καὶ τὸ κυανοῦν· εἰ δὲ ταῦτα, καὶ τὸ γλυκὺ καὶ <milestone unit="tlnum" n="5"/> τὸ πικρόν· ὥστε κατὰ πάσης ποιότητος ἀληθῶς τὸ μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κατηγορεῖσθαι τοῖς γὰρ οὕτω πάσχουσιν ἔσται τοιοῦτον, οὐκ ἔσται δὲ τοῖς <milestone unit="stephpage" xml:id="stephpage-1110e" n="1110e"/> μὴ πάσχουσι <q>τὸν οὖν βόρβορον καὶ τὸν πηλόν, ἐν ᾧ φησι γίγνεσθαι τοὺς τὸ μηδὲν μᾶλλον τοῖον ἢ τοῖον <milestone unit="tlnum" n="10"/> ἐπιφθεγγομένους τοῖς πράγμασιν, ἑαυτοῦ κατασκεδάννυσι καὶ τοῦ καθηγεμόνος ὁ Κωλώτης.</q> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent"><q>ἆρʼ οὖν ἐνταῦθα μόνον ὁ γενναῖος <q>ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων</q> ἀναπέφηνεν; οὐ μὲν οὖν· ἀλλʼ ἔτι μᾶλλον ἐν τῷ δευτέρῳ τῶν ἐπιτιμημάτων λέληθε <milestone unit="tlnum" n="15"/> τῷ Δημοκρίτῳ τὸν Ἐπίκουρον ἐκ τοῦ ζῆν συνεξωθῶν. τὸ γὰρ νόμῳ χροιὴν εἶναι καὶ νόμῳ γλυκὺ καὶ νόμῳ σύγκρισιν, ἐτεῇ δὲ τὸ κενὸν καὶ τὰς ἀτόμους εἰρημένον φησὶν ὑπὸ Δημοκρίτου μάχεσθαι ταῖς αἰσθήσεσι, καὶ τὸν ἐμμένοντα τῷ λόγῳ τούτῳ καὶ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1110f" n="1110f"/> χρώμενον οὐδʼ ἂν αὑτὸν, ὡς τεθνηκώς; ἐστιν ἢ ζῇ, διανοηθῆναι. πρὸς τοῦτον ἀντειπεῖν μὲν οὐδὲν ἔχω τὸν λόγον, εἰπεῖν δέ, ὅτι ταῦτα τῶν Ἐπικούρου δογμάτων οὕτως ἀχώριστά ἐστιν, ὡς τὸ σχῆμα καὶ τὸ βάρος αὐτοὶ τῆς ἀτόμου λέγουσι. τί γὰρ λέγει <pb xml:id="v.6.p.432"/> Δημόκριτος; οὐσίας ἀπείρους τὸ πλῆθος ἀτόμους τε καὶ ἀδιαφθόρους, ἔτι δʼ ἀποίους καὶ ἀπαθεῖς ἐν τῷ κενῷ φέρεσθαι διεσπαρμένας ὅταν δὲ πελάσωσιν <milestone unit="stephpage" xml:id="stephpage-1111a" n="1111a"/> ἀλλήλαις ἢ συμπέσωσιν ἢ περιπλακῶσι, φαίνεσθαι <milestone unit="tlnum" n="5"/> τῶν ἀθροιζομένων τὸ μὲν ὕδωρ τὸ δὲ πῦρ τὸ δὲ φυτὸν τὸ δʼ ἄνθρωπον· εἶναι δὲ πάντα τὰς ἀτόμους ἰδίως ὑπʼ αὐτοῦ καλουμένας, ἕτερον δὲ μηδέν· ἐκ μὲν γὰρ τοῦ μὴ ὄντος οὐκ εἶναι γένεσιν, ἐκ δὲ τῶν ὄντων μηδὲν ἂν γενέσθαι τῷ μήτε πάσχειν <milestone unit="tlnum" n="10"/> μήτε μεταβάλλειν τὰς ἀτόμους ὑπὸ στερρότητος ὅθεν οὔτε χρόαν ἐξ ἀχρώστων οὔτε φύσιν ἢ ψυχὴν ἐξ ἀποίων καὶ ἀπαθῶν ὑπάρχειν. ἐγκλητέος οὖν ὁ <milestone unit="stephpage" xml:id="stephpage-1111b" n="1111b"/>Δημόκριτος οὐχὶ τὰ συμβαίνοντα ταῖς ἀρχαῖς ὁμολογῶν ἀλλὰ λαμβάνων ἀρχὰς αἷς ταῦτα συμβέβηκεν. <milestone unit="tlnum" n="15"/> ἔδει γὰρ ἀμετάβλητα μὴ θέσθαι τὰ πρῶτα, θέμενον δὲ δὴ συνορᾶν ὅτι ποιότητος οἴχεται πάσης γένεσις· ἀρνεῖσθαι δὲ συνορῶντα τὴν ἀτοπίαν ἀναισχυντότατον· ὃ Ἐπίκουρόν φησιν ἀρχὰς μὲν ὑποτίθεσθαι τὰς αὐτάς, οὐ λέγειν δὲ <q>νόμῳ χροιὴν καὶ γλυκὺ <milestone unit="tlnum" n="20"/> καὶ λευκόν</q> καὶ τὰς ἄλλας ποιότητας. εἰ μὲν οὖν τὸ <q>οὐ λέγειν</q> τοιοῦτον ἐστίν οἷον <q>οὐχ ὁμολογεῖν</q> , τῶν εἰθισμένων τι ποιεῖ· καὶ γὰρ τὴν πρόνοιαν ἀναιρῶν εὐσέβειαν ἀπολείπειν λέγει· καὶ τῆς ἡδονῆς <pb xml:id="v.6.p.433"/> ἕνεκα τὴν φιλίαν αἱρούμενος ὑπὲρ τῶν φίλων τὰς μεγίστας ἀλγηδόνας ἀναδέχεσθαι· καὶ τὸ μὲν πᾶν ἄπειρον ὑποτίθεσθαι, τὸ δʼ ἄνω καὶ κάτω μὴ ἀναιρεῖν. <milestone unit="stephpage" xml:id="stephpage-1111c" n="1111c"/> ἔστι δʼ οὓς <gap reason="lost"/> κύλικα μὲν λαβόντα καὶ πιεῖν <milestone unit="tlnum" n="5"/> ὅσον ἂν ἐθέλῃ καὶ ἀποδοῦναι τὸ λεῖπον, ἐν δὲ τῷ λόγῳ μάλιστα δεῖ τοῦ σοφοῦ τούτου μνημονεύειν ἀποφθέγματος <q>ὧν αἱ ἀρχαὶ οὐκ ἀναγκαῖαι, τὰ τέλη ἀναγκαῖαι</q> οὐκ οὖν ἀναγκαῖον ὑποθέσθαι, μᾶλλον δʼ ὑφελέσθαι Δημοκρίτου, ἀτόμους εἶναι τῶν ὅλων <milestone unit="tlnum" n="10"/> ἀρχάς· θεμένῳ δὲ τὸ δόγμα καὶ καλλωπισαμένῳ ταῖς πρώταις πιθανότησιν αὐτοῦ προσεκποτέον ἐστὶ τὸ δυσχερές, ἢ δεικτέον ὅπως ἄποια σώματα παντοδαπὰς ποιότητας αὐτῷ μόνῳ τῷ συνελθεῖν παρέσχεν. οἷον εὐθύς, τὸ καλούμενον θερμὸν ὑμῖν πόθεν <milestone unit="tlnum" n="15"/> ἀφῖκται καὶ πῶς ἐπιγέγονε ταῖς ἀτόμοις, ἂν μήτʼ <milestone unit="stephpage" xml:id="stephpage-1111d" n="1111d"/> ἦλθον ἔχουσαι θερμότητα μήτʼ ἐγένοντο θερμαὶ συνελθοῦσαι; τὸ μὲν γὰρ ἔχοντος ποιότητα τὸ δὲ πάσχειν πεφυκότος, οὐδέτερον δὲ ταῖς ἀτόμοις ὑπάρχειν φατὲ προσῆκον εἶναι διὰ τὴν ἀφθαρσίαν.</q></p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent"><milestone unit="tlnum" n="20"/><q>τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει χρυσὸν ἐκ μὴ χρυσοῦ καὶ λίθον ἐκ μὴ λίθου καὶ τἄλλα γεννᾶν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἁπάντων; πάνυ μὲν οὖν. ἀλλʼ ἐκείνοις μὲν εὐθύς τε συνίασιν αἱ ἀρχαὶ πρὸς <pb xml:id="v.6.p.434"/> τὴν ἑκάστου γένεσιν, ὥσπερ συμβολὰς μεγάλας φέρουσαι τὰς ἐν αὑταῖς ποιότητας, καὶ ὅταν συνέλθωσιν <milestone unit="stephpage" xml:id="stephpage-1111e" n="1111e"/> εἰς ταὐτὸ καὶ συμπέσωσι ξηροῖς ὑγρὰ καὶ ψυχρὰ θερμοῖς καὶ στερεὰ μαλθακοῖς, σώματα κινούμενα <milestone unit="tlnum" n="5"/> παθητικῶς ὑπʼ ἀλλήλων καὶ μεταβάλλοντα διʼ ὅλων, ἑτέραν ἀφʼ ἑτέρας κράσεως συναποτίκτει γένεσιν. ἡ δʼ ἄτομος αὐτή τε καθʼ ἑαυτὴν ἔρημός ἐστι καὶ γυμνὴ πάσης γονίμου δυνάμεως, καὶ πρὸς ἄλλην προσπεσοῦσα βρασμὸν ὑπὸ σκληρότητος καὶ <milestone unit="tlnum" n="10"/> ἀντιτυπίας ἄλλο δʼ οὐδὲν ἔσχεν οὐδʼ ἐποίησε πάθος, ἀλλὰ παίονται καὶ παίουσι τὸν ἅπαντα χρόνον, οὐχ ὅπως ζῷον ἢ ψυχὴν ἢ φύσιν ἀλλʼ οὐδὲ πλῆθος ἐξ ἑαυτῶν κοινὸν οὐδὲ σωρὸν ἕνα παλλομένων ἀεὶ καὶ διισταμένων δυνάμεναι παρασχεῖν.</q><milestone unit="tlnum" n="15"/></p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-1111f" n="1111f"/><q>ὁ δὲ Κωλώτης, ὥσπερ ἀγραμμάτῳ βασιλεῖ προσδιαλεγόμενος πάλιν ἐξάπτεται τοῦ Ἐμπεδοκλέους ταὐτὸ πνέοντος· <quote rend="blockquote"><l>ἄλλοδέ τοι ἐρέω· φύσις οὐδενὸς ἔστιν ἑκάστου </l><l> θνητῶν, οὐδέ τις· οὐλομένη θανάτοιο γενέθλη· <milestone unit="tlnum" n="20"/> </l><l> ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων </l><l> ἔστι, φύσις δʼ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισι.</l></quote> ταῦτʼ ἐγὼ μὲν οὐχ ὁρῶ καθʼ ὅ τι πρὸς τὸ ζῆν <milestone unit="stephpage" xml:id="stephpage-1112a" n="1112a"/> ὑπεναντιοῦται τοῖς ὑπολαμβάνουσι μήτε γένεσιν τοῦ μὴ ὄντος εἶναι μήτε φθορὰν τοῦ ὄντος, ἀλλʼ ὄντων <pb xml:id="v.6.p.435"/> τινῶν συνόδῳ πρὸς ἄλληλα τὴν γένεσιν διαλύσει δʼ ἀπʼ ἀλλήλων τὸν θάνατον ἐπονομάζεσθαι ὅτι γὰρ ἀντὶ τῆς γενέσεως εἴρηκε τὴν φύσιν, ἀντιθεὶς τὸν θάνατον αὐτῇ, δεδήλωκεν ὁ Ἐμπεδοκλῆς. εἰ <milestone unit="tlnum" n="5"/> δʼ οἱ μίξεις τὰς γενέσεις τιθέμενοι τὰς δὲ φθορὰς διαλύσεις οὐ ζῶσιν οὐδὲ δύνανται ζῆν, τί ποιοῦσιν ἕτερον οὗτοι; καίτοι ὁ μὲν Ἐμπεδοκλῆς τὰ στοιχεῖα κολλῶν καὶ συναρμόττων θερμότησι καὶ μαλακότησι καὶ ὑγρότησι μῖξιν αὐτοῖς καὶ συμφυΐαν ἑνωτικὴν <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-1112b" n="1112b"/> ἁμωσγέπως ἐνδίδωσιν· οἱ δὲ τὰς ἀτρέπτους καὶ ἀσυμπαθεῖς ἀτόμους εἰς ταὐτὸ συνελαύνοντες ἐξ αὐτῶν μὲν οὐδέν, αὐτῶν δὲ πολλὰς ποιοῦσι καὶ συνεχεῖς πληγάς· ἡ γὰρ περιπλοκὴ κωλύουσα τὴν διάλυσιν μᾶλλον ἐπιτείνει τὴν σύγκρουσιν, ὥστε <milestone unit="tlnum" n="15"/> μήτε μῖξιν εἶναι μήτε κόλλησιν ἀλλὰ ταραχὴν καὶ μάχην κατʼ αὐτοὺς τὴν λεγομένην γένεσιν· οἱ δʼ ἀκαρὲς <gap reason="lost"/> νῦν μὲν ἀπίασι διὰ τὴν ἀντίκρουσιν, νῦν δὲ προσίασι, τῆς πληγῆς ἐκλυθείσης, πλεῖον ἢ διπλάσιον χωρὶς εἰσιν ἀλλήλων χρόνον, οὐ ψαύουσαι <milestone unit="tlnum" n="20"/> καὶ πλησιάζουσαι, ὥστε μηδὲν ἐξ αὐτῶν ἀποτελεῖσθαι μηδʼ ἄψυχον. αἴσθησις δὲ καὶ ψυχὴ καὶ νοῦς καὶ <milestone unit="stephpage" xml:id="stephpage-1112c" n="1112c"/> φρόνησις οὐδὲ βουλομένοις ἐπίνοιαν δίδωσιν ὡς γένοιτʼ ἂν ἐν κενῷ καὶ ἀτόμοις· ὧν οὔτε καθʼ ἑαυτὰ ποιότης ἐστὶν οὔτε πάθος ἢ μεταβολὴ συνελθόντων, <pb xml:id="v.6.p.436"/> ἀλλʼ οὐδὲ συνέλευσις ἡ σύγκρασιν ποιοῦσα καὶ μῖξιν καὶ συμφυΐαν ἀλλὰ πληγὰς καὶ ἀποπηδήσεις. ὥστε τοῖς τούτων δόγμασι τὸ ζῆν ἀναιρεῖται καὶ τὸ ζῷον εἶναι, κενὰς καὶ ἀπαθεῖς καὶ ἀθέους καὶ ἀψύχους, <milestone unit="tlnum" n="5"/> ἔτι δʼ ἀμίκτους καὶ ἀσυγκράτους ἀρχὰς ὑποτιθεμένοις.</q></p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent"><q>πῶς οὖν ἀπολείπουσι φύσιν καὶ ψυχὴν καὶ ζῷον; ὡς ὅρκον ὡς εὐχὴν ὡς θυσίαν ὡς προσκύνησιν, ῥήματι καὶ λόγῳ καὶ τῷ φάναι καὶ προσποιεῖσθαι <milestone unit="tlnum" n="10"/> καὶ ὀνομάζειν, ἃ ταῖς ἀρχαῖς καὶ τοῖς δόγμασιν <milestone unit="stephpage" xml:id="stephpage-1112d" n="1112d"/> ἀναιροῦσιν. εἰ δὲ δὴ τὸ πεφυκὸς αὐτὸ φύσιν καὶ τὸ γεγονὸς γένεσιν ὀνομάζουσιν, ὥσπερ οἱ ξυλείαν τὰ ξύλα καὶ συμφωνίαν καλοῦντες ἐκφορικῶς τὰ συμφωνοῦντα, πόθεν ἐπῆλθεν αὐτῷ τοιαῦτα προβάλλειν <milestone unit="tlnum" n="15"/> ἐρωτήματα τῷ Ἐμπεδοκλεῖ; <q>τί κόπτομεν</q> φησὶν <q>ἡμᾶς αὐτούς, σπουδάζοντες ὑπὲρ ἡμῶν αὐτῶν καὶ ὀρεγόμενοί τινων πραγμάτων καὶ φυλαττόμενοί τινα πράγματα; οὔτε γὰρ ἡμεῖς ἐσμεν οὔτʼ ἄλλοις χρώμενοι ζῶμεν</q> ἀλλὰ θάρρει, φαίη τις ἄν, ὦ <milestone unit="tlnum" n="20"/> φίλον Κωλωτάριον, οὐδείς σε κωλύει σπουδάζειν ὑπὲρ σεαυτοῦ, διδάσκων ὅτι Κωλώτου φύσις αὐτὸς ὁ Κωλώτης ἐστὶν ἄλλο δʼ οὐδέν, οὐδὲ χρῆσθαι τοῖς <milestone unit="stephpage" xml:id="stephpage-1112e" n="1112e"/> πράγμασι τὰ δὲ πράγματα ὑμῖν ἡδοναὶ εἰσιν ὑποδεικνύων, ὡς οὐκ ἔστιν ἀμήτων φύσις οὐδʼ ὀσμῶν <milestone unit="tlnum" n="25"/> οὐδὲ πλησιάσεως, ἄμητες δʼ εἰσὶ καὶ μύρα καὶ γυναῖκες ὁ γραμματικός, τό <q>βίην <pb xml:id="v.6.p.437"/> Ἡρακληείηνʼ</q> αὐτὸν εἶναι τὸν Ἡρακλέα, ἀναιρεῖ τὸν Ἡρακλέα, οὐδʼ οἱ τὰς συμφωνίας καὶ τὰς δοκώσεις ἐκφορὰς μόνον εἶναι φάσκοντες οὐχὶ καὶ φθόγγους καὶ δοκοὺς ὑπάρχειν λέγουσιν· ὅπου καὶ ψυχὴν <milestone unit="tlnum" n="5"/> τινες ἀναιροῦντες καὶ φρόνησιν οὔτε τὸ ζῆν ἀναιρεῖν οὔτε τὸ φρονεῖν δοκοῦσιν. Ἐπικούρου δὲ λέγοντος <q>ἡ τῶν ὄντων φύσις σώματά ἐστι καὶ τόπος,</q> πότερον οὕτως ἀκούομεν, ὡς ἄλλο τι τὴν φύσιν <milestone unit="stephpage" xml:id="stephpage-1112f" n="1112f"/> παρὰ τὰ ὄντα βουλομένου λέγειν, ἢ τὰ ὄντα δηλοῦντος <milestone unit="tlnum" n="10"/> ἕτερον δὲ μηδέν; ὥσπερ ἀμέλει καὶ κενοῦ φύσιν αὐτὸ τὸ κενόν, καὶ νὴ Δία τὸ πᾶν παντὸς φύσιν ὀνομάζειν εἴωθε. κἂν εἴ τις ἔροιτο <q>τί λέγεις, ὦ Ἐπίκουρε, τὸ μέν τι κενὸν εἶναι τὸ δὲ φύσιν κενοῦ;</q> <q>μὰ Δία</q> φήσει, <q>νενόμισται δέ πως ἡ τοιαύτη τῶν <milestone unit="tlnum" n="15"/> ὀνομάτων ὁμιλία, νόμῳ δʼ ἐπίφημι καὶ αὐτὸς</q> τί οὖν ἕτερον ὁ Ἐμπεδοκλῆς πεποίηκε νὴ Δία διδάξας, ὅτι φύσις παρὰ τὸ φυόμενον οὐδέν ἐστιν <milestone unit="stephpage" xml:id="stephpage-1113a" n="1113a"/> οὐδὲ θάνατος παρὰ, τὸ θνῆσκον; ἀλλʼ ὥσπερ οἱ ποιηταὶ πολλάκις ἀνειδωλοποιοῦντες λέγουσιν <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote">ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,</quote> οὕτω γένεσίν τινα καὶ φθορὰν καλοῦσιν οἱ πολλοὶ ἐπὶ τοῖς συνισταμένοις καὶ διαλυομένοις. τοσοῦτον <pb xml:id="v.6.p.438"/> ἐδέησε τοῦ κινεῖν τὰ ὄντα καὶ μάχεσθαι τοῖς φαινομένοις, ὥστε μηδὲ τὴν φωνὴν ἐκβαλεῖν ἐκ τῆς συνηθείας, ἀλλʼ ὅσον εἰς τὰ πράγματα βλάπτουσαν ἀπάτην παρεῖχεν ἀφελὼν, αὖθις ἀποδοῦναι τοῖς ὀνόμασι τὸ <milestone unit="tlnum" n="5"/> νενομισμένον ἐν τούτοις <quote rend="blockquote"><l>οἱ δʼ ὅ τι κεν κατὰ φῶτα μιγὲν φῶς αἰθέρος ἵκῃ </l><l>ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων </l><l>ἠὲ κατʼ οἰωνῶν, τότε μὲν τὸν <gap reason="lost"/> γενέσθαι· <milestone unit="stephpage" xml:id="stephpage-1113b" n="1113b"/> </l><l> εὖτε δʼ ἀποκρινθῶσι, τὸ δʼ αὖ δυσδαίμονα πότμον <milestone unit="tlnum" n="10"/> </l><l>είκαίως καλέουσι νόμῳ δʼ ἐπίφημι καὶ αὐτός.</l></quote> ἃ ὁ Κωλώτης παραθέμενος οὐ συνεῖδεν, ὅτι φῶτας μὲν καὶ θῆρας καὶ θάμνους καὶ οἰωνοὺς ὁ Ἐμπεδοκλῆς οὐκ ἀνῄρηκεν, ἅ γέ φησι μιγνυμένων τῶν στοιχείων ἀποτελεῖσθαι τοὺς δὲ τῇ συγκρίσει ταύτῃ <milestone unit="tlnum" n="15"/> καὶ διακρίσει <q>φύσιν</q> τινὰ καὶ <q>πότμον δυσδαίμονα</q> καὶ <q>θάνατον ἀλοίτην</q> ἐπικατηγοροῦντας, σφάλλονται διδάξας, οὐκ ἀφείλετο τὸ χρῆσθαι ταῖς εἰθισμέναις φωναῖς περὶ αὐτῶν.</q></p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent"><q>ἐμοὶ μέντοι δοκεῖ μὴ τοῦτο κινεῖν τὸ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1113c" n="1113c"/> ἐκφορικὸν ὁ Ἐμπεδοκλῆς ἀλλʼ, ὡς πρότερον εἴρηται, πραγματικῶς διαφέρεσθαι περὶ τῆς ἐξ οὐκ ὄντων <pb xml:id="v.6.p.439"/> γενέσεως, ἣν φύσιν τινὲς καλοῦσι δηλοῖ δὲ μάλιστα διὰ τούτων τῶν ἐπῶν <quote rend="blockquote"><l>νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι, </l><l>οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν, <milestone unit="tlnum" n="5"/> </l><l>ἤ τι; καταθνήσκειν τε καὶ ἐξόλλυσθαι ἁπάντῃ.</l></quote> ταῦτα γὰρ τὰ ἔπη μέγα βοῶντός ἐστι τοῖς ὦτα ἔχουσιν, ὡς οὐκ ἀναιρεῖ γένεσιν ἀλλὰ τὴν ἐκ μὴ ὄντος, οὐδὲ φθορὰν ἀλλὰ τὴν πάντῃ, τουτέστι τὴν εἰς τὸ μὴ ὂν ἀπολλύουσαν. ἐπεὶ τῷ γε βουλομένῳ <milestone unit="tlnum" n="10"/> μὴ ἀγρίως οὕτω μηδʼ ἠλιθίως ἀλλὰ πραότερον <milestone unit="stephpage" xml:id="stephpage-1113d" n="1113d"/> συκοφαντεῖν, τὸ μετὰ ταῦτʼ ἐπὶ τοὐναντίον ἂν αἰτιάσασθαι παράσχοι, τοῦ Ἐμπεδοκλέους λέγοντος <quote rend="blockquote"><l>οὐκ ἂν ἀνὴρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσαιτο, </l><l>ὡς ὄφρα μέν τε βιῶσι, τὸ δὴ βίοτον καλέουσι <milestone unit="tlnum" n="15"/> </l><l> τόφρα μὲν οὖν εἰσιν καί σφιν πάρα δεινὰ καὶ ἐσθλά, </l><l> πρὶν δὲ πάγεν τε βροτοὶ καὶ ἐπεὶ λύθεν, οὐδὲν ἄρʼ εἰσί</l></quote> ταῦτα γὰρ οὐκ ἀρνουμένου μὴ εἶναι τοὺς γεγονότας καὶ ζῶντάς ἐστιν, εἶναι δὲ μᾶλλον οἰομένου καὶ <milestone unit="tlnum" n="20"/> τοὺς μηδέπω γεγονότας καὶ τοὺς ἢδη τεθνηκότας. ἀλλʼ ὅλως ὁ Κωλώτης τοῦτο μὲν οὐκ ἐγκέκληκε, λέγει δὲ κατʼ αὐτὸν οὐδὲ νοσήσειν ἡμᾶς οὐδὲ τραυματισθήσεσθαι. καὶ πῶς ὁ πρὸ τοῦ βίου καὶ μετὰ <pb xml:id="v.6.p.440"/> <milestone unit="stephpage" xml:id="stephpage-1113e" n="1113e"/> περὶ τοὺς ζῶντας οὐκ ἀπολείπει τὸ πάσχειν; τίσιν οὖν ἀληθῶς ἕπεται τὸ μὴ τραυματίζεσθαι μηδὲ νοσεῖν, ὦ Κωλῶτα; ὑμῖν τοῖς ἐξ ἀτόμου καὶ κενοῦ συμπεπηγόσιν, ὧν οὐδετέρῳ μέτεστιν αἰσθήσεως. <milestone unit="tlnum" n="5"/> καὶ οὐ τοῦτο δεινόν, ἀλλʼ ὅτι μηδʼ ἡδονὴν τὸ ποιῆσον ὑμῖν ἔστι, τῆς μὲν ἀτόμου μὴ δεχομένης τὰ ποιητικὰ τοῦ δὲ κενοῦ μὴ πάσχοντος ὑπʼ αὐτῶν.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>