<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:3-6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:3-6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2"><div type="textpart" subtype="section" n="3"><p rend="indent"><q>καίτοι ταῦτα μὲν ἐγκέκραται τοῖς Ἐπικούρου λόγοις καὶ διαπεφοίτηκεν αὐτοῦ τῆς φιλοσοφίας· ὁ δὲ Κωλώτης ὅτι φωνάς τινας ἐρήμους πραγμάτων ἀποσπῶν καὶ μέρη λόγων καὶ σπαράγματα κωφὰ τοῦ <milestone unit="tlnum" n="5"/> βεβαιοῦντος καὶ συνεργοῦντος πρὸς νόησιν καὶ πίστιν ἕλκων ὥσπερ ἀγορὰν ἢ πίνακα τεράτων συντίθησι τὸ βιβλίον, ἴστε δήπου παντὸς μᾶλλον ὑμεῖς,ἔφην, τὰ συγγράμματα τῶν παλαιῶν διὰ χειρὸς ἔχοντες. ἐμοὶ δὲ δοκεῖ καθάπερ ὁ Λυδὸς ἐφʼ αὑτὸν <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-1108e" n="1108e"/> τὸν ἀνοίγειν οὐ θύραν μίαν ἀλλὰ ταῖς πλείσταις τῶν ἀποριῶν καὶ μεγίσταις περιβάλλειν τὸν Ἐπίκουρον. ἄρχεται γὰρ ἀπὸ Δημοκρίτου, καλὰ καὶ πρέποντα διδασκάλια κομιζομένου παρʼ αὐτοῦ· καίτοι πολὺν χρόνον αὐτὸς ἑαυτὸν ἀνηγόρευε Δημοκρίτειον <milestone unit="tlnum" n="15"/> ὁ Ἐπίκουρος, ὡς ἄλλοι τε λέγουσι καὶ Λεοντεύς, εἷς τῶν ἐπʼ ἄκρον Ἐπικούρου μαθητῶν, πρὸς Λυκόφρονα γράφων τιμᾶσθαὶ τέ φησι τὸν Δημόκριτον ὑπʼ Ἐπικούρου διὰ τὸ πρότερον ἅψασθαι τῆς ὀρθῆς γνώσεως, καὶ τὸ σύνολον τὴν πραγματείαν <milestone unit="tlnum" n="20"/>Δημοκρίτειον προσαγορεύεσθαι διὰ τὸ περιπεσεῖν αὐτὸν πρότερον ταῖς ἀρχαῖς περὶ φύσεως ὁ δὲ Μητρόδωρος ἄντικρυς περὶ φιλοσοφίας εἴρηκεν, ὡς, εἰ μὴ προκαθηγήσατο Δημόκριτος, οὐκ ἂν <milestone unit="stephpage" xml:id="stephpage-1108f" n="1108f"/> προῆλθεν Ἐπίκουρος ἐπὶ τὴν σοφίαν. ἀλλʼ εἰ κατὰ <milestone unit="tlnum" n="25"/> τὰ Δημοκρίτου δόγματα ζῆν οὐκ ἔστιν, ὡς οἴεται <pb xml:id="v.6.p.426"/> Κωλώτης, γελοῖος ἦν ἐπὶ τὸ μὴ ζῆν ἄγοντι Δημοκρίτῳ κατακολουθῶν ὁ Ἐπίκουρος.</q></p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent"><q>ἐγκαλεῖ δʼ αὐτῷ πρῶτον, ὅτι τῶν πραγμάτων ἕκαστον εἰπὼν οὐ μᾶλλον τοῖον ἢ τοῖον εἶναι <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-1109a" n="1109a"/> συγκέχυκε τὸν βίον. ἀλλὰ τοσοῦτόν γε Δημόκριτος ἀποδεῖ τοῦ νομίζειν μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον τῶν πραγμάτων ἕκαστον, ὥστε Πρωταγόρᾳ τῷ σοφιστῇ τοῦτʼ εἰπόντι μεμαχῆσθαι καὶ γεγραφέναι πολλὰ καὶ πιθανὰ πρὸς αὐτόν· οἷς οὐδʼ ὄναρ ἐντυχὼν <milestone unit="tlnum" n="10"/> ὁ Κωλώτης ἐσφάλη περὶ λέξιν τάνδρός, ἐν διορίζεται μὴ μᾶλλον τὸ <q>δέν</q> ἢ τὸ <q>μηδέν</q> εἶναι, <q>δέν</q> μὲν ὀνομάζων τὸ σῶμα <q>μηδέν</q> δὲ τὸ κενόν, ὡς καὶ τούτου φύσιν τινὰ καὶ ὑπόστασιν ἰδίαν ἔχοντος. ὁ δʼ οὖν δόξας τὸ <q>μηδὲν</q> μᾶλλον <milestone unit="tlnum" n="15"/> εἶναι τοῖον ἢ τοῖον Ἐπικουρείῳ δόγματι κέχρηται, <milestone unit="stephpage" xml:id="stephpage-1109b" n="1109b"/> τῷ <q>πάσας εἶναι τὰς διʼ αἰσθήσεως φαντασίας ἀληθεῖς.</q> εἰ γὰρ δυεῖν λεγόντων, τοῦ μὲν αὐστηρὸν εἶναι τὸν οἶνον τοῦ δὲ γλυκύν, οὐδέτερος ψεύδεται τῇ αἰσθήσει, τί μᾶλλον ὁ οἶνος αὐστηρὸς ἢ γλυκὺς <milestone unit="tlnum" n="20"/> ἐστι; καὶ μὴν λουτρῷ γε τῷ αὐτῷ τοὺς μὲν ὡς θερμῷ τοὺς δʼ ὡς ψυχρῷ χρωμένους ἰδεῖν ἔστιν· οἱ μὲν γὰρ ψυχρὸν οἱ δὲ θερμὸν ἐπιβάλλειν κελεύουσι. πρὸς δὲ Βερρονίκην τὴν Δηϊοτάρου τῶν Λακεδαιμονίων τινὰ γυναικῶν ἀφικέσθαι λέγουσιν. <milestone unit="tlnum" n="25"/> ὡς δʼ ἐγγὺς; ἀλλήλων προσῆλθον, εὐθὺς <pb xml:id="v.6.p.427"/> ἀποστραφῆναι τὴν μὲν τὸ μύρον ὡς ἔοικε τὴν δὲ τὸ βούτυρον δυσχεράνασαν. εἴπερ οὖν μὴ μᾶλλόν ἐστιν ἡ ἑτέρα τῆς ἑτέρας ἀληθὴς αἴσθησις, εἰκός ἐστι καὶ <milestone unit="stephpage" xml:id="stephpage-1109c" n="1109c"/> τὸ ὕδωρ μὴ μᾶλλον εἶναι ψυχρὸν ἢ θερμὸν καὶ τὸ <milestone unit="tlnum" n="5"/> μύρον καὶ τὸ βούτυρον μὴ μᾶλλον εὐῶδες ἢ δυσῶδες. εἰ γὰρ ταὑτὸ φαινόμενον ἕτερον ἑτέρῳ φάσκει τις, ἀμφότερα εἶναι λέγων λέληθεν.</q></p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent"><q>αἱ δὲ πολυθρύλητοι συμμετρίαι καὶ ἁρμονίαι τῶν περὶ τὰ αἰσθητήρια πόρων αἵ τε πολυμιξίαι <milestone unit="tlnum" n="10"/> τῶν σπερμάτων, ἃ δὴ πᾶσι χυμοῖς καὶ ὀσμαῖς καὶ χρόαις ἐνδιεσπαρμένα λέγουσιν ἑτέραν ἑτέρῳ ποιότητος κινεῖν αἴσθησιν, οὐκ ἄντικρυς εἰς τὸ μὴ μᾶλλον τὰ πράγματα συνελαύνουσιν αὐτοῖς; τοὺς γὰρ οἰομένους ψεύδεσθαι τὴν αἴσθησιν, ὅτι τἀναντία <milestone unit="tlnum" n="15"/> πάθη γιγνόμενα τοῖς χρωμένοις ἀπὸ τῶν αὐτῶν <milestone unit="stephpage" xml:id="stephpage-1109d" n="1109d"/> ὁρῶσι, παραμυθούμενοι διδάσκουσιν, ὡς ἀναπεφυρμένων καὶ συμμεμιγμένων ὁμοῦ τι πάντων, ἄλλου δʼ ἄλλῳ πεφυκότος ἐναρμόττειν, οὐκ ἔστι τῆς αὐτῆς ποιότητος ἐπαφὴ καὶ ἀντίληψις οὐδὲ πᾶσι τοῖς μέρεσι <milestone unit="tlnum" n="20"/> κινεῖ πάντας ὡσαύτως τὸ ὑποκείμενον· ἀλλʼ ἐκείνοις ἕκαστοι μόνοις ἐντυγχάνοντες, πρὸς ἃ σύμμετρον ἔχουσι τὴν αἴσθησιν, οὐκ ὀρθῶς διαμάχονται περὶ τοῦ χρηστὸν ἢ πονηρὸν ἢ λευκὸν ἢ μὴ λευκὸν εἶναι τὸ πρᾶγμα, τὰς αὑτῶν οἰόμενοι βεβαιοῦν αἰσθήσεις <milestone unit="tlnum" n="25"/> τῷ τὰς ἄλλων ἀναιρεῖν· δεῖν δʼ αἰσθήσει <pb xml:id="v.6.p.428"/> μὲν μηδεμιᾷ μάχεσθαι πᾶσαι γὰρ ἅπτονταί τινος, <milestone unit="stephpage" xml:id="stephpage-1109e" n="1109e"/> οἷον ἐκ πηγῆς τῆς πολυμιξίας ἑκάστη λαμβάνουσα τὸ πρόσφορον καὶ οἰκεῖον· ὅλου δὲ μὴ κατηγορεῖν, ἁπτομένους μερῶν, μηδὲ ταὐτὸ δεῖν οἴεσθαι πάσχειν <milestone unit="tlnum" n="5"/> ἅπαντας, ἄλλους κατʼ ἄλλην ποιότητα καὶ δύναμιν αὐτοῦ πάσχοντας.</q> ὥρα δὴ σκοπεῖν, τίνες μᾶλλον ἄνθρωποι τὸ μὴ μᾶλλον ἐπάγουσι τοῖς πράγμασιν ἢ οἳ πᾶν μὲν τὸ αἰσθητὸν κρᾶμα παντοδαπῶν ποιοτήτων ἀποφαίνουσι <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote">σύμμικτον ὥστε γλεῦκος αὐλητήριον,</quote> ἔρρειν δʼ ὁμολογοῦσι τοὺς κανόνας αὐτοῖς καὶ παντάπασιν οἴχεσθαι τὸ κριτήριον, ἄνπερ εἰλικρινὲς αἰσθητὸν ὁτιοῦν καὶ μὴ πολλὰ ἕκαστον ἀπέλιπον.</p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent"><q>ὅρα δʼ ἃ περὶ τοῦ οἴνου τῆς θερμότητος ἐν <milestone unit="tlnum" n="15"/> τῷ Συμποσίῳ Πολύαινον αὑτῷ διαλεγόμενον <pb xml:id="v.6.p.429"/> Ἐπίκουρος πεποίηκε λέγοντος γάρ <q>οὐ φῂς εἶναι, ὦ <milestone unit="stephpage" xml:id="stephpage-1109f" n="1109f"/>Ἐπίκουρε, τὰς ὑπὸ τοῦ οἴνου διαθερμασίας;</q> ὑπέλαβε τίς οὐ τὸ καθόλου θερμαντικὸν ἀποφαίνεσθαι τὸν οἶνον εἶναι, καὶ μετὰ σμικρὸν <q>φαίνεται μὲν <milestone unit="tlnum" n="5"/> γὰρ δὴ τὸ καθόλου οὐκ εἶναι θερμαντικὸς ὁ οἶνος, τοῦδε δέ τινος ὁ τοσοῦτος εἶναι θερμαντικὸς ἂν ῥηθείη</q> καὶ πάλιν αἰτίαν ὑπειπὼν θλίψεις τε καὶ διασπορὰς ἀτόμων, ἑτέρων δὲ συμμίξεις καὶ παραζεύξεις <milestone unit="stephpage" xml:id="stephpage-1110a" n="1110a"/> αἰτιασάμενος ἐν τῇ πρὸς τὸ σῶμα καταμίξει <milestone unit="tlnum" n="10"/> τοῦ οἴνου, ἐπιλέγει <q>διὸ δὴ καθόλου μὲν οὐ ῥητέον τὸν οἶνον εἶναι θερμαντικόν, τῆς δὲ τοιαύτης φύσεως καὶ τῆς οὕτω διακειμένης θερμαντικὸν τὸν τοσοῦτον ἢ τῆσδε τὸν τοσοῦτον εἶναι ψυκτικόν· ἔνεισι γὰρ καὶ τοιαῦται ἐν τῷ τοιούτῳ ἀθροίσματι <milestone unit="tlnum" n="15"/> φύσεις, ἐξ ὧν ἂν ψυχρὸν συσταίη, εἰς δέον τε ἑτέραις παραζυγεῖσαι ψυχρασίας φύσιν ἀποτελέσειαν ὅθεν ἐξαπατώμενοι οἱ μὲν ψυκτικὸν τὸ καθόλου φασὶν εἶναι τὸν οἶνον οἱ δὲ θερμαντικόν</q> ὁ δὴ λέγων ἐξηπατῆσθαι τοὺς πολλούς, τὸ θερμαῖνον <milestone unit="tlnum" n="20"/> θερμαντικὸν ἢ τὸ ψῦχον ψυκτικὸν ὑπολαμβάνοντας, <milestone unit="stephpage" xml:id="stephpage-1110b" n="1110b"/> εἰ μὴ νομίζοι τὸ μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον ἕκαστον ἀκολουθεῖν οἷς εἴρηκεν, αὐτὸς ἐξηπάτηται. προστίθησι δʼ ὅτι <q>πολλάκις οὐδʼ ἦλθεν εἰς τὸ σῶμα θερμαντικὴν ἐπιφέρων ἢ ψυκτικὴν δύναμιν ὁ <pb xml:id="v.6.p.430"/> οἶνος, ἀλλὰ κινηθέντος τοῦ ὄγκου καὶ γενομένης τῶν σωμάτων μεταστάσεως, αἱ ποιοῦσαι τὸ θερμὸν ἄτομοι νῦν μὲν συνῆλθον εἰς ταὐτὸ καὶ παρέσχον ὑπὸ πλήθους θερμότητα καὶ πύρωσιν τῷ σώματι, <milestone unit="tlnum" n="5"/> νῦν δʼ ἐκπεσοῦσαι κατέψυξαν.</q> </q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>