<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:29-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:29-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2"><div type="textpart" subtype="section" n="29"><p rend="indent"><q>οὐ μῦθος οὖν οὐδὲ θήρα <q>μειρακίων λαμυρῶν <milestone unit="tlnum" n="25"/> καὶ προπετῶν</q> ὁ περὶ τῆς ἐποχῆς λόγος ἐστίν, <pb xml:id="v.6.p.469"/> ὡς οἴεται Κωλώτης, ἀλλʼ ἕξις ἀνδρῶν καὶ διάθεσις φυλάττουσα τὸ ἀδιάπτωτον καὶ μὴ προϊεμένη ταῖς διαβεβλημέναις οὕτω καὶ δυστατούσαις αἰσθήσεσι τὴν κρίσιν μηδὲ συνεξαπατωμένη τούτοις, οἳ <q>τὰ <milestone unit="tlnum" n="5"/> φαινόμενα τῶν ἀδήλων πίστιν ἔχειν</q> φάσκουσιν, ἀπιστίαν τοσαύτην καὶ ἀσάφειαν ἐν τοῖς φαινομένοις ὁρῶντες. ἀλλὰ μῦθος μέν ἐστιν ἡ ἀπειρία καὶ τὰ εἴδωλα, προπέτειαν δὲ καὶ λαμυρίαν ἐμποιεῖ <milestone unit="stephpage" xml:id="stephpage-1124c" n="1124c"/> νέοις ὁ περὶ Πυθοκλέους οὔπω γεγονότος ὀκτωκαίδεκα <milestone unit="tlnum" n="10"/> ἔτη γράφων <q>οὐκ εἶναι φύσιν ἐν ὅλῃ τῇ Ἑλλάδι ἀμείνω καὶ τερατικῶς αὐτὸν εὖ ἀπαγγέλλειν, καὶ πάσχειν αὐτὸς τὸ τῶν γυναικῶν εὐχόμενος ἀνεμέσητα πάντα εἶναι καὶ ἀνεπίφθονα τῆς ὑπερβολῆς τοῦ νεανίσκου</q> σοφισταὶ δʼ εἰσὶ καὶ ἀλαζόνες οἱ <milestone unit="tlnum" n="15"/> πρὸς ἄνδρας ἐλλογίμους οὕτως ἀσελγῶς καὶ ὑπερηφάνως γράφοντες;, καίτοι Πλάτων καὶ Ἀριστοτέλης καὶ Θεόφραστος καὶ Δημόκριτος ἀντειρήκασι τοῖς πρὸ αὐτῶν· βιβλίον δὲ τοιαύτην ἐπιγραφὴν ἔχον ὁμοῦ πρὸς ἅπαντας οὐδεὶς ἄλλος ἐξενεγκεῖν ἐτόλμησεν <milestone unit="tlnum" n="20"/> .</q></p></div><div type="textpart" subtype="section" n="30"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-1124d" n="1124d"/><q>ὅθεν, ὥσπερ οἱ περὶ τὸ θεῖον πλημμελήσαντες, ἐξαγορεύων τὰ ἑαυτοῦ κακὰ τελευτῶντος ἤδη τοῦ βιβλίου φησὶν ὅτι <q>τὸν βίον οἱ νόμους διατάξαντες <pb xml:id="v.6.p.470"/> καὶ νόμιμα καὶ τὸ βασιλεύεσθαι τὰς πόλεις καὶ ἄρχεσθαι καταστήσαντες εἰς πολλὴν ἀσφάλειαν καὶ ἡσυχίαν ἔθεντο καὶ θορύβων ἀπήλλαξαν εἰ δέ τις ταῦτα ἀναιρήσει, θηρίων βίον βιωσόμεθα καὶ ὁ <milestone unit="tlnum" n="5"/> προστυχὼν τὸν ἐντυχόντα μονονοὺ κατέδεται</q> τοῦτο γὰρ ὁ Κωλώτης αὐταῖς λέξεσιν ἐκπεφώνηκεν, οὐ δικαίως οὐδʼ ἀληθῶς. ἂν γὰρ ἀνελών τις τοὺς νόμους τὰ Παρμενίδου καὶ Σωκράτους καὶ Ἡρακλείτου καὶ Πλάτωνος ἀπολίπῃ δόγματα, πολλοῦ <milestone unit="tlnum" n="10"/> δεήσομεν ἀλλήλους κατεσθίειν καὶ θηρίων βίον ζῆν· φοβησόμεθα γὰρ τὰ αἰσχρὰ καὶ τιμήσομεν ἐπὶ τῷ <milestone unit="stephpage" xml:id="stephpage-1124e" n="1124e"/> καλῷ δικαιοσύνην, θεοὺς ἄρχοντας ἀγαθοὺς καὶ δαίμονας ἔχειν τοῦ βίου φύλακας ἡγούμενοι καὶ <q>τὸν ὑπὲρ γῆς καὶ ὑπὸ γῆν χρυσὸν ἀρετῆς ἀντάξιον</q> <milestone unit="tlnum" n="15"/>μὴ τιθέμενοι καὶ ποιοῦντες ἑκουσίως διὰ τὸν λόγον, φησι,Ξενοκράτης, ἃ νῦν ἄκοντες διὰ τὸν νόμον. πότʼ οὖν ἔσται θηριώδης καὶ ἄγριος καὶ ἄμικτος ἡμῶν ὁ βίος; ὅταν ἀναιρεθῶσι μὲν οἱ νόμοι, μένωσι δʼ οἱ πρὸς ἡδονὴν παρακαλοῦντες λόγοι, <milestone unit="tlnum" n="20"/> πρόνοια δὲ θεῶν μὴ νομίζηται, σοφοὺς δʼ ἡγῶνται τοὺς <q>τῷ καλῷ προσπτύοντας, ἂν ἡδονὴ μὴ προσῇ</q> χλευάζωσι δὲ ταῦτα καὶ γελῶσιν <milestone unit="stephpage" xml:id="stephpage-1124f" n="1124f"/> <quote rend="blockquote">ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθʼ ὁρᾷ</quote> καί <milestone unit="tlnum" n="25"/> <quote rend="blockquote">πέλας γὰρ ἑστὼς ὁ θεὸς ἐγγύθεν βλέπει </quote> <pb xml:id="v.6.p.471"/>καὶ <q>ὁ μὲν θεός, ὥσπερ δὴ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντὸς εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος τῷ δʼ ἕπεται Δίκη, τῶν ἀπολειπομένων τιμωρὸς τοῦ <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-1125a" n="1125a"/> θείου νόμου.</q> οἱ γὰρ τούτων καταφρονοῦντες ὡς μύθων καὶ περὶ γαστέρα τἀγαθὸν ἡγούμενοι καὶ τοὺς ἄλλους πόρους διʼ ὧν ἡδονὴ παραγίνεται, νόμου δέονται καὶ φόβου καὶ πληγῆς καὶ βασιλέως τινὸς καὶ ἄρχοντος ἐν χειρὶ τὴν δίκην ἔχοντος, ἵνα <milestone unit="tlnum" n="10"/> μὴ τοὺς πλησίον κατεσθίωσιν ὑπὸ λαιμαργίας ἀθεότητι θρασυνομένης. καὶ γὰρ ὁ τῶν θηρίων βίος τοιοῦτός ἐστιν, ὅτι τῆς ἡδονῆς οὐδὲν ἐπίσταται κάλλιον οὐδὲ δίκην θεῶν οἶδεν οὐδὲ σέβεται τῆς τὸ κάλλος, ἀλλʼ εἴ τι θαρραλέον αὐτοῖς ἢ πανοῦργον <milestone unit="tlnum" n="15"/> ἢ δραστήριον ἐκ φύσεως ἔνεστι, τούτῳ πρὸς ἡδονὴν σαρκὸς καὶ ἀποπλήρωσιν ὀρέξεως· χρῆται· <milestone unit="stephpage" xml:id="stephpage-1125b" n="1125b"/> καθάπερ οἴεται δεῖν ὁ σοφὸς Μητρόδωρος, λέγων τὰ καλὰ πάντα καὶ σοφὰ καὶ περιττὰ τῆς ψυχῆς ἐξευρήματα τῆς κατὰ σάρκα ἡδονῆς ἕνεκα <milestone unit="tlnum" n="20"/> καὶ τῆς ἐλπίδος τῆς ὑπὲρ ταύτης συνεστάναι καὶ πᾶν εἶναι κενὸν ἔργον, ὃ μὴ εἰς τοῦτο κατατείνει. τούτοις τοῖς διαλογισμοῖς καὶ φιλοσοφήμασιν ἀρθέντων τῶν νόμων, ὄνυχες λύκων ἐνδέουσι καὶ δόγματα; λεόντων καὶ γαστέρες βοῶν καὶ τράχηλοι καμήλων <milestone unit="tlnum" n="25"/> καὶ ταῦτα τὰ πάθη καὶ τὰ δόγματα λόγων καὶ γραμμάτων ἀπορίᾳ τὰ θηρία βρυχήμασι καὶ <pb xml:id="v.6.p.472"/> χρεμετισμοῖς καὶ <gap reason="lost"/> καὶ πᾶσα φωνὴ γαστρός ἐστιν αὐτοῖς καὶ σαρκὸς ἡδονὴν ἀσπαζομένη καὶ σαίνουσα <milestone unit="stephpage" xml:id="stephpage-1125c" n="1125c"/> παροῦσαν ἢ μέλλουσαν, εἰ μή τι φύσει φιλόφωνὸν ἐστι καὶ κωτίλον.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>