<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:21-22</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:21-22</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2"><div type="textpart" subtype="section" n="21"><p rend="indent"><q>ἀλλὰ διδόντες αὐτῷ τὸ μηδὲν οὕτως ἄχρηστον <milestone unit="stephpage" xml:id="stephpage-1119a" n="1119a"/> εἶναι μηδὲ φορτικὸν ὡς τὸ ζητεῖν αὑτόν, ἐρώμεθα <milestone unit="tlnum" n="15"/> τίς αὕτη τοῦ βίου σύγχυσίς ἐστιν ἢ πῶς ἐν τῷ ζῆν οὐ δύναται διαμένειν ἀνήρ, ὅτε τύχοι, πρὸς ἑαυτὸν ἀναλογιζόμενος <q>φέρε, τίς ὢν οὗτος ὁ ἐγὼ τυγχάνω; πότερον ὡς κρᾶμά τι μεμιγμένον ἔκ τε τῆς ψυχῆς καὶ τοῦ σώματος· ἢ μᾶλλον ἡ ψυχὴ τῷ <milestone unit="tlnum" n="20"/> σώματι χρωμένη, καθάπερ ἱππεὺς ἀνὴρ ἵππῳ χρώμενος, οὐ τὸ ἐξ ἵππου καὶ ἀνδρός; ἢ τῆς ψυχῆς τὸ κυριώτατον, ᾧ φρονοῦμεν καὶ λογιζόμεθα καὶ πράττομεν, ἕκαστος ἡμῶν ἐστι, τὰ δὲ λοιπὰ καὶ ψυχῆς μόρια πάντα καὶ σώματος ὄργανα τῆς τούτου δυνάμεως; <milestone unit="tlnum" n="25"/> ἢ τὸ παράπαν οὐκ ἔστιν οὐσία ψυχῆς ἀλλʼ αὐτὸ τὸ σῶμα κεκραμένον ἔσχηκε τὴν τοῦ φρονεῖν <pb xml:id="v.6.p.455"/> <milestone unit="stephpage" xml:id="stephpage-1119b" n="1119b"/> καὶ ζῆν δύναμιν;</q> ἀλλὰ τούτοις μὲν οὐκ ἀναιρεῖ τὸν βίον ὁ Σωκράτης, ἃ δὴ πάντες οἱ φυσικοὶ ζητοῦσιν· ἐκεῖνα δʼ ἦν τὰ ἐν Φαίδρῳ δεινὰ καὶ ταρακτικὰ τῶν πραγμάτων, αὑτὸν οἰομένου δεῖν <milestone unit="tlnum" n="5"/> ἀναθεωρεῖν, <q>εἴτε Τυφῶνός ἐστι θηρίον πολυπλοκώτερον καὶ μᾶλλον ἐπιτεθυμμένον εἴτε θείας τινὸς καὶ ἀτύφου μοίρας φύσει μετέχον</q> ἀλλὰ τούτοις γε τοῖς ἐπιλογισμοῖς οὐ τὸν βίον ἀνῄρει, τὴν δʼ ἐμβροντησίαν ἐκ τοῦ βίου καὶ τὸν τῦφον ἐξήλαυνε <milestone unit="tlnum" n="10"/> καὶ τὰς ἐπαχθεῖς καὶ ὑπερόγκους κατοιήσεις καὶ μεγαλαυχίας· ταῦτα γὰρ ὁ Τυφών ἐστιν, ὃν πολὺν ὑμῖν ἐνεποίησεν ὁ καθηγεμὼν καὶ θεοῖς πολεμῶν <milestone unit="stephpage" xml:id="stephpage-1119c" n="1119c"/> καὶ θείοις ἀνδράσι.</q></p></div><div type="textpart" subtype="section" n="22"><p rend="indent"><q>μετὰ δὲ Σωκράτην καὶ Πλάτωνα προσμάχεται <milestone unit="tlnum" n="15"/>Στίλπωνι καὶ τὰ μὲν ἀληθινὰ δόγματα καὶ τοὺς λόγους τάνδρός, οἷς ἑαυτόν τε κατεκόσμει καὶ πατρίδα καὶ φίλους καὶ τῶν βασιλέων τοὺς περὶ αὐτὸν σπουδάσαντας, οὐ γέγραφε, οὐδʼ ὅσον ἦν φρόνημα τῇ ψυχῇ μετὰ πραότητος καὶ μετριοπαθείας· <milestone unit="tlnum" n="20"/> ὧν δὲ παίζων καὶ χρώμενος γέλωτι πρὸς.; τοὺς σοφιστὰς λογαρίων προύβαλεν αὐτοῖς, ἑνὸς μνησθεὶς καὶ πρὸς τοῦτο μηδὲν εἰπὼν μηδὲ λύσας τὴν πιθανότητα, τραγῳδίαν ἐπάγει τῷ Στίλπωνι καί <q>τὸν βίον ἀναιρεῖσθαὶ</q> φησιν <q>ὑπʼ αὐτοῦ</q> , λέγοντος <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-1119d" n="1119d"/> ἕτερον ἑτέρου μὴ κατηγορεῖσθαι. <q>πῶς γὰρ <pb xml:id="v.6.p.456"/> βιωσόμεθα, μὴ λέγοντες ἄνθρωπον ἀγαθὸν μηδʼ ἄνθρωπον στρατηγὸν ἀλλʼ ἄνθρωπον ἄνθρωπον χωρὶς καὶ ἀγαθὸν ἀγαθὸν καὶ στρατηγὸν στρατηγόν, μηδʼ ἱππεῖς μυρίους μηδὲ πόλιν ἐχυράν, ἀλλʼ ἱππεῖς <milestone unit="tlnum" n="5"/> ἱππεῖς, καὶ μυρίους μυρίους, καὶ τἄλλα δμοίως;</q> τίς δὲ διὰ ταῦτα χεῖρον ἐβίωσεν ἀνθρώπων; τίς δὲ τὸν λόγον ἀκούσας οὐ συνῆκεν, ὅτι παίζοντός ἐστιν εὐμούσως ἢ γύμνασμα τοῦτο προβάλλοντος ἑτέροις διαλεκτικόν; οὐκ ἄνθρωπον, ὦ Κωλῶτα, μὴ λέγειν <milestone unit="tlnum" n="10"/> ἀγαθὸν οὐδʼ ἱππεῖς μυρίους δεινόν ἐστιν· ἀλλὰ τὸν θεὸν μὴ λέγειν θεὸν μηδὲ νομίζειν, ὃ πράττετε <milestone unit="stephpage" xml:id="stephpage-1119e" n="1119e"/> ὑμεῖς μήτε Δία γενέθλιον μήτε Δήμητρα θεσμοφόρον εἶναι μήτε Ποσειδῶνα φυτάλμιον ὁμολογεῖν ἐθέλοντες, οὗτος ὁ χωρισμὸς τῶν ὀνομάτων πονηρὸς <milestone unit="tlnum" n="15"/> ἐστι καὶ τὸν βίον ἐμπίπλησιν ὀλιγωρίας ἀθέου καὶ θρασύτητος, ὅταν τὰς συνεζευγμένας τοῖς θεοῖς προσηγορίας ἀποσπῶντες συναναιρῆτε θυσίας μυστήρια πομπὰς ἑορτάς. τίνι γὰρ προηρόσια θύσομεν; τίνι σωτήρια; πῶς δὲ φωσφόρεια, βακχεῖα, προτέλεια <milestone unit="tlnum" n="20"/> γάμων ἄξομεν, μὴ ἀπολιπόντες μηδὲ βακχεῖς καὶ φωσφόρους καὶ προηροσίους καὶ σωτῆρας; ταῦτα <milestone unit="stephpage" xml:id="stephpage-1119f" n="1119f"/> γὰρ ἅπτεται τῶν κυριωτάτων καὶ μεγίστων, ἐν πράγμασιν ἔχοντα τὴν ἀπάτην, οὐ περὶ φωνάς τινας οὐδὲ λεκτῶν σύνταξιν οὐδʼ ὀνομάτων συνήθειαν. <milestone unit="tlnum" n="25"/> ὡς εἴ γε καὶ ταῦτα τὸν βίον ἀνατρέπει, τίνες μᾶλλον <pb xml:id="v.6.p.457"/> ὑμῶν πλημμελοῦσι περὶ τὴν διάλεκτον, οἳ τὸ τῶν λεκτῶν γένος οὐσίαν τῷ λόγῳ παρέχον ἄρδην ἀναιρεῖτε, τὰς φωνὰς καὶ τὰ τυγχάνοντα μόνον ἀπολιπόντες, τὰ δὲ μεταξὺ σημαινόμενα πράγματα, διʼ <milestone unit="tlnum" n="5"/> ὧν γίγνονται μαθήσεις διδασκαλίαι προλήψεις νοήσεις <milestone unit="stephpage" xml:id="stephpage-1120a" n="1120a"/> ὁρμαὶ συγκαταθέσεις, τὸ παράπαν οὐδʼ εἶναι λέγοντες;</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>