<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:19-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:19-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2"><div type="textpart" subtype="section" n="19"><p rend="indent"><q>ταῦτα μὲν οὖν πρὸς τὰς βλασφημίας. ὅτι δέ, οἷς ἐγκαλεῖ περὶ τῶν ἐναργῶν, ἔνοχος αὐτός <milestone unit="stephpage" xml:id="stephpage-1117f" n="1117f"/> ἐστιν, οὐ συνεῖδεν. ἓν γάρ ἐστι τῶν Ἐπικούρου <milestone unit="tlnum" n="15"/> δογμάτων, τὸ μηδὲν ἀμεταπείστως πεπεῖσθαι μηδένα πλὴν τὸν σοφόν. ἐπεὶ τοίνυν ὁ Κωλώτης οὐκ ἦν σοφὸς οὐδὲ μετὰ τὰς σεβάσεις ἐκείνας, ἐρωτάτω πρῶτον ἐκεῖνα τὰ ἐρωτήματα, πῶς σιτία προσάγεται καὶ οὐ χόρτον ἐπιτήδειος ὢν, καὶ τὸ ἱμάτιον τῷ <milestone unit="tlnum" n="20"/> σώματι καὶ οὐ τῷ κίονι περιτίθησι, μήθʼ ἱμάτιον εἶναι τὸ ἱμάτιον μήτε σιτίον τὸ σιτίον ἀμεταπείστως <milestone unit="stephpage" xml:id="stephpage-1118a" n="1118a"/> πεπεισμένος. εἰ δὲ καὶ ταῦτα πράττει καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, ποσὶν οὐ διέρχεται, <pb xml:id="v.6.p.452"/> καὶ τοὺς ὄφεις φεύγει καὶ τοὺς λύκους, μηδὲν εἶναι τούτων οἷον φαίνεται πεπεισμένος ἀμεταπείστως, ἀλλὰ πράττων ἕκαστα κατὰ τὸ φαινόμενον· οὐδὲ Σωκράτει δήπουθεν ἐμποδὼν ἦν ἡ περὶ τῶν αἰσθήσεων <milestone unit="tlnum" n="5"/> δόξα τοῦ χρῆσθαι τοῖς φαινομένοις ὁμοίως. οὐ γὰρ Κωλώτῃ μὲν ὁ ἄρτος ἄρτος ἐφαίνετο καὶ χόρτος ὁ χόρτος, ὅτι τοὺς διοπετεῖς ἀνεγνώκει Κανόνας· ὁ δὲ Σωκράτης ὑπʼ ἀλαζονείας ἄρτου μὲν <milestone unit="stephpage" xml:id="stephpage-1118b" n="1118b"/> ὡς χόρτου χόρτου δʼ ὡς ἄρτου φαντασίαν ἐλάμβανε. <milestone unit="tlnum" n="10"/> δόγμασι γὰρ ἡμῶν καὶ λόγοις οὗτοι χρῶνται βελτίοσιν οἱ σοφοί· τὸ δʼ αἰσθάνεσθαι καὶ τυποῦσθαι πρὸς τὰ φαινόμενα κοινόν ἐστι πάθος ἀλόγοις περαινόμενον αἰτίαις. ὁ δὲ τὰς αἰσθήσεις λόγος ἐπαγόμενος, ὡς οὐκ ἀκριβεῖς οὐδʼ ἀσφαλεῖς πρὸς <milestone unit="tlnum" n="15"/> πίστιν οὔσας, οὐκ ἀναιρεῖ τὸ φαίνεσθαι τῶν πραγμάτων ἡμῖν ἕκαστον, ἀλλὰ χρωμένοις κατὰ τὸ φαινόμενον ἐπὶ τὰς πράξεις ταῖς αἰσθήσεσι τὸ πιστεύειν ὡς ἀληθέσι πάντῃ καὶ ἀδιαπτώτοις οὐ δίδωσιν αὐταῖς τὸ γὰρ ἀναγκαῖον ἀρκεῖ καὶ χρειῶδες ἀπʼ αὐτῶν, <milestone unit="tlnum" n="20"/> ὅτι βέλτιον ἕτερον οὐκ ἔστιν· ἣν δὲ ποθεῖ φιλόσοφος ψυχὴ λαβεῖν ἐπιστήμην περὶ ἑκάστου καὶ γνῶσιν, οὐκ ἔχουσι.</q></p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent"><q>περὶ μὲν οὖν τούτων καὶ πάλιν ὁ Κωλώτης <milestone unit="stephpage" xml:id="stephpage-1118c" n="1118c"/> εἰπεῖν παρέξει, ταὐτὰ πολλοῖς ἐγκεκληκώς. ἐν οἷς <milestone unit="tlnum" n="25"/> δὲ κομιδῇ διαγελᾷ καὶ φλαυρίζει τὸν Σωκράτην ζητοῦντα τί ἄνθρωπός ἐστι καὶ νεανιευόμενον, ὥς φησιν, ὅτι μηδʼ αὐτὸς εἰδείη, δῆλος μέν ἐστιν αὐτὸς <pb xml:id="v.6.p.453"/> οὐδέποτε πρὸς τούτῳ γενόμενος· ὁ δʼ Ἡράκλειτος ὡς μέγα τι καὶ σεμνὸν διαπεπραγμένος <q>ἐδιζησάμην</q> φησὶν <q>ἐμεωυτόν,</q> καὶ τῶν ἐν Δελφοῖς γραμμάτων θειότατον ἐδόκει τὸ <q>γνῶθι σαυτόν</q> ὃ δὴ καὶ <milestone unit="tlnum" n="5"/>Σωκράτει ἀπορίας καὶ ζητήσεως ταύτης ἀρχὴν ἐνέδωκεν, ὡς Ἀριστοτέλης ἐν τοῖς Πλατωνικοῖς εἴρηκε· <milestone unit="stephpage" xml:id="stephpage-1118d" n="1118d"/>Κωλώτῃ δὲ γελοῖον δοκεῖ. τί οὖν οὐ καταγελᾷ καὶ τοῦ καθηγεμόνος, τοῦτʼ αὐτὸ πράττοντος, ὁσάκις γράφοι καὶ διαλέγοιτο περὶ οὐσίας ψυχῆς καὶ τοῦ <milestone unit="tlnum" n="10"/> ἀθρόου τῆς καταρχῆς; εἰ γὰρ τὸ ἐξ ἀμφοῖν, ὡς ἀξιοῦσιν αὐτοί, σώματος τοιοῦδε καὶ ψυχῆς, ἄνθρωπός ἐστιν, ὁ ζητῶν ψυχῆς φύσιν ἀνθρώπου ζητεῖ φύσιν ἐκ τῆς κυριωτέρας ἀρχῆς. ὅτι δʼ αὕτη λόγῳ δυσθεώρητος αἰσθήσει δʼ ἄληπτός ἐστι, μὴ παρὰ <milestone unit="tlnum" n="15"/>Σωκράτους <q>σοφιστοῦ καὶ ἀλαζόνος ἀνδρός,</q> ἀλλὰ παρὰ τῶν σοφῶν τούτων λάβωμεν, οἳ μέχρι τῶν περὶ σάρκα τῆς ψυχῆς δυνάμεων, αἷς θερμότητα καὶ μαλακότητα καὶ τόνον παρέχει τῷ σώματι, τὴν <milestone unit="stephpage" xml:id="stephpage-1118e" n="1118e"/> οὐσίαν συμπηγνύντες αὐτῆς ἔκ τινος θερμοῦ καὶ <milestone unit="tlnum" n="20"/> πνευματικοῦ καὶ ἀερώδους οὐκ ἐξικνοῦνται πρὸς τὸ κυριώτατον ἀλλʼ ἀπαγορεύουσι. <q>τὸ γὰρ ᾧ κρίνει καὶ μνημονεύει καὶ φιλεῖ καὶ μισεῖ, καὶ ὅλως τὸ φρόνιμον καὶ λογιστικὸν ἔκ τινος</q> φησιν <q>ἀκατονομάστου ποιότητος ἐπιγίνεσθαι.</q> καὶ ὅτι μὲν αἰσχυνομένης <milestone unit="tlnum" n="25"/> ἐστὶν ἀγνοίας τουτὶ τὸ <q>ἀκατονόμαστον</q> <pb xml:id="v.6.p.454"/>ἐξομολόγησις, οὐκ ἔχειν ὀνομάσαι φασκόντων ὃ μὴ δύνανται καταλαβεῖν, ἴσμεν· <q>ἐχέτω δὲ συγγνώμην καὶ τοῦτο</q> ὡς λέγουσι. φαίνεται γὰρ οὐ φαῦλον οὐδὲ ῥᾴδιον οὐδὲ τοῦ τυχόντος εἶναι καταμαθεῖν <milestone unit="tlnum" n="5"/> ἀλλʼ ἐνδεδυκὸς ἀπόρῳ τινὶ τόπῳ καὶ δεινῶς ἀποκεκρυμμένον, <milestone unit="stephpage" xml:id="stephpage-1118f" n="1118f"/> ᾧ γʼ ὄνομα μηδὲν ἐν τοσούτοις πρὸς δήλωσιν οἰκεῖόν ἐστιν. οὐ Σωκράτης οὖν ἀβέλτερος, ὅστις εἴη ζητῶν ἑαυτόν, ἀλλὰ πάντες, οἷς ἔπεισί τι τῶν ἄλλων πρὸ τούτου ζητεῖν, ὅτι τὴν γνῶσιν ἀναγκαίαν <milestone unit="tlnum" n="10"/> ἔχον οὕτως εὑρεθῆναι χαλεπόν ἐστιν· οὐ γὰρ ἂν ἐλπίσειεν ἑτέρου λαβεῖν ἐπιστήμην, ὃν διαπέφευγε τῶν ἑαυτοῦ τὸ κυριώτατον καταλαβεῖν.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>