<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:15-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:15-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2"><div type="textpart" subtype="section" n="15"><p rend="indent"><q><q>ἀλλὰ δὴ Πλάτων φησὶ τοὺς ἵππους ὑφʼ ἡμῶν ματαίως ἵππους εἶναι καὶ τοὺς ἀνθρώπους</q><milestone unit="stephpage" xml:id="stephpage-1115d" n="1115d"/> καὶ ποῦ τοῦτο τῶν Πλάτωνος συγγραμμάτων <pb xml:id="v.6.p.445"/> ἀποκεκρυμμένον εὗρεν ὁ Κωλώτης; ἡμεῖς γὰρ ἐν πᾶσιν ἀναγινώσκομεν καὶ τὸν ἄνθρωπον ἄνθρωπον καὶ τὸν ἵππον ἵππου καὶ πῦρ τὸ πῦρ ὑπʼ αὐτοῦ δοξαζόμενον· καὶ δοξαστὸν ὀνομάζει τούτων ἕκαστον. <milestone unit="tlnum" n="5"/> ὁ δʼ οἷα δὴ σοφίας οὐδʼ ἀκαρὲς ἀπέχων ὡς ἓν καὶ ταὐτὸν ἔλαβε τὸ μὴ εἶναι τὸν ἄνθρωπον καὶ τὸ εἶναι μὴ ὂν τὸν ἄνθρωπον. τῷ Πλάτωνι δὲ θαυμαστῶς ἐδόκει διαφέρειν τὸ μὴ εἶναι τοῦ μὴ ὂν εἶναι· τῷ μὲν γὰρ ἀναίρεσιν οὐσίας πάσης τῷ δʼ <milestone unit="tlnum" n="10"/> ἑτερότητα δηλοῦσθαι τοῦ μεθεκτοῦ καὶ τοῦ μετέχοντος. ἣν οἱ μὲν ὕστερον εἰς γένους καὶ εἴδους καὶ κοινῶς τινων καὶ ἰδίων λεγομένων ποιῶν διαφορὰν <milestone unit="stephpage" xml:id="stephpage-1115e" n="1115e"/> ἔθεντο μόνον, ἀνωτέρω δʼ οὐ προῆλθον, εἰς λογικωτέρας ἀπορίας ἐμπεσόντες. ἔστι δὲ τοῦ μεθεκτοῦ <milestone unit="tlnum" n="15"/> πρὸς τὸ μετέχον λόγος, ὃν αἰτία τε πρὸς ὕλην ἔχει καὶ παράδειγμα πρὸς εἰκόνα καὶ δύναμις πρὸς πάθος. ᾧ γε δὴ μάλιστα τὸ καθʼ αὑτὸ καὶ ταὐτὸν ὂν ἀεὶ διαφέρει τοῦ διʼ ἕτερον καὶ μηδέποτʼ ὡσαύτως ἔχοντος· ὅτι τὸ μὲν οὔτʼ ἔσται ποτὲ <milestone unit="tlnum" n="20"/> μὴ ὂν οὔτε γέγονε, καὶ διὰ τοῦτο πάντως καὶ ὄντως ὄν ἐστι· τῷ δʼ οὐδʼ ὅσον ἀπʼ ἄλλου συμβέβηκε μετέχειν τοῦ εἶναι βέβαιόν ἐστιν, ἀλλʼ ἐξίσταται διʼ ἀσθένειαν, ἅτε τῆς ὕλης περὶ τὸ εἶδος ὀλισθανούσης καὶ πάθη πολλὰ καὶ μεταβολὰς εἶναι τὴν εἰκόνα τῆς οὐσίας, <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-1115f" n="1115f"/> ὥστε κινεῖσθαι καὶ σαλεύεσθαι, δεχομένης. ὥσπερ οὖν ὁ λέγων Πλάτωνα μὴ εἶναι τὴν εἰκόνα τοῦ <pb xml:id="v.6.p.446"/> Πλάτωνος, οὐκ ἀναιρεῖ τὴν ὡς εἰκόνος αἴσθησιν αὐτῆς καὶ ὕπαρξιν, ἀλλʼ ἐνδείκνυται καθʼ αὑτό τινος ὄντος καὶ πρὸς ἐκεῖνο ἑτέρου γεγονότος διαφοράν· οὕτως οὔτε φύσιν οὔτε χρῆσιν οὔτʼ αἴσθησιν <milestone unit="tlnum" n="5"/> ἀνθρώπων ἀναιροῦσιν οἱ κοινῆς τινος οὐσίας μετοχῇ <milestone unit="stephpage" xml:id="stephpage-1116a" n="1116a"/> καὶ ἰδέᾳ γιγνόμενον ἡμῶν ἕκαστον εἰκόνα τοῦ παρασχόντος τὴν ὁμοιότητα τῇ γενέσει προσαγορεύοντες οὐδὲ γὰρ ὁ πῦρ μὴ λέγων εἶναι τὸν πεπυρωμένον σίδηρον ἢ τὴν σελήνην ἥλιον, ἀλλὰ κατὰ Παρμενίδην <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote">νυκτιφαὲς περὶ γαῖαν ἀλώμενον, ἀλλότριον φῶς,</quote> ἀναιρεῖ σιδήρου χρῆσιν ἢ σελήνης· φύσιν· ἀλλʼ εἰ μὴ λέγοι σῶμα μηδὲ πεφωτισμένον, ἤδη μάχεται ταῖς αἰσθήσεσιν, ὥσπερ ὁ σῶμα καὶ ζῷον καὶ γένεσιν καὶ αἴσθησιν μὴ ἀπολείπων. ὁ δὲ ταῦθʼ ὑπάρχειν <milestone unit="tlnum" n="15"/> τῷ μετεσχηκέναι καὶ ὅσον ἀπολείπεται τοῦ ὄντος <milestone unit="stephpage" xml:id="stephpage-1116b" n="1116b"/> ἀεὶ καὶ τὸ εἶναι παρέχοντος αὐτοῖς ὑπονοῶν οὐ παρορᾷ τὸ αἰσθητὸν ἀλλὰ παρορᾷ τὸ νοητόν, οὐδʼ ἀναιρεῖ τὰ γιγνόμενα καὶ φαινόμενα περὶ ἡμᾶς τῶν παθῶν ἀλλʼ ὅτι βεβαιότερα τούτων ἕτερα καὶ μονιμώτερα <milestone unit="tlnum" n="20"/> πρὸς οὐσίαν ἐστὶ τῷ μήτε γίγνεσθαι μήτʼ ἀπόλλυσθαι μήτε πάσχειν μηδέν, ἐνδείκνυται τοῖς ἑπομένοις, καὶ διδάσκει καθαρώτερον τῆς διαφορᾶς ἁπτομένους τοῖς ὀνόμασι τὰ μὲν ὄντα τὰ δὲ <pb xml:id="v.6.p.447"/> γιγνόμενα προσαγορεύειν. τοῦτο δὲ καὶ τοῖς νεωτέροις συμβέβηκε· πολλὰ γὰρ καὶ μεγάλα πράγματα τῆς τοῦ ὄντος; ἀποστεροῦσι προσηγορίας, τὸ κενὸν τὸν χρόνον τὸν τόπον, ἁπλῶς τὸ τῶν λεκτῶν γένος, <milestone unit="tlnum" n="5"/> ἐν ᾧ καὶ τἀληθῆ πάντʼ ἔνεστι· ταῦτα γὰρ ὄντα μὲν μὴ εἶναι τινὰ δ’ εἶναι λέγουσι, χρώμενοι δʼ <milestone unit="stephpage" xml:id="stephpage-1116c" n="1116c"/> αὐτοῖς ὡς ὑφεστῶσι καὶ ὑπάρχουσιν ἐν τῷ βίῳ καὶ τῷ φιλοσοφεῖν διατελοῦσιν.</q></p></div><div type="textpart" subtype="section" n="16"><p rend="indent"><q>ἀλλʼ αὐτὸν ἡδέως ἂν ἐροίμην τὸν κατήγορον, <milestone unit="tlnum" n="10"/> εἰ τοῖς ἑαυτῶν πράγμασι τὴν διαφορὰν οὐκ ἐνορῶσι ταύτην, καθʼ ἣν τὰ μὲν μόνιμα καὶ ἄτρεπτα ταῖς οὐσίαις ἐστίν, ὡς λέγουσι καὶ <q>τὰς ἀτόμους ἀπαθείᾳ καὶ στερρότητι πάντα χρόνον ὡσαύτως ἔχειν, τὰ δὲ συγκρίματα πάντα ῥευστὰ καὶ μεταβλητὰ καὶ γιγνόμενα <milestone unit="tlnum" n="15"/> καὶ ἀπολλύμεν</q> εἶναι, μυρίων μὲν εἰδώλων ἀπερχομένων ἀεὶ καὶ ῥεόντων, μυρίων δʼ ὡς εἰκὸς ἑτέρων ἐκ τοῦ περιέχοντος ἐπιρρεόντων καὶ ἀναπληρούντων τὸ ἄθροισμα, ποικιλλόμενον ὑπὸ τῆς ἐξαλλαγῆς ταύτης καὶ μετακεραννύμενον, ἅτε δὴ καὶ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1116d" n="1116d"/> τῶν ἐν βάθει τοῦ συγκρίματος ἀτόμων οὐδέποτε λῆξαι κινήσεως οὐδὲ παλμῶν πρὸς ἀλλήλας δυναμένων ὥσπερ αὐτοὶ λέγουσιν· ἀλλʼ ἔστι μὲν ἐν τοῖς πράγμασιν ἡ τοιαύτη διαφορὰ τῆς οὐσίας· σοφώτερος δὲ τοῦ Πλάτωνος ὁ Ἐπίκουρος, πάνθʼ <milestone unit="tlnum" n="25"/> ὁμοίως ὄντα προσαγορεύει, τὸ ἀναφὲς κενόν, τὸ ἀντερεῖδον σῶμα, τὰς ἀρχάς, τὰ συγκρίματα κοινῆς <pb xml:id="v.6.p.448"/> ναὶ μὰ Δίʼ ἡγούμενος οὐσίας μετέχειν τὸ ἀίδιον τῷ γιγνομένῳ, τὸ ἀνώλεθρον τῷ φθειρομένῳ, τὰς ἀπαθεῖς καὶ διαρκεῖς καὶ ἀμεταβλήτους καὶ μηδέποτε τοῦ εἶναι δυναμένας ἐκπεσεῖν φύσεις ταύταις <milestone unit="tlnum" n="5"/> ὧν ἐν τῷ πάσχειν καὶ μεταβάλλειν τὸ εἶναι, ταῖς <milestone unit="stephpage" xml:id="stephpage-1116e" n="1116e"/> μηδένα χρόνον ὡσαύτως; ἐχούσαις. εἰ δὲ δὴ καὶ ὡς ἔνι μάλιστα διήμαρτε τούτοις ὁ Πλάτων, ὀνομάτων ὤφειλε συγχύσεως εὐθύνας ὑπέχειν τοῖς ἀκριβέστερον ἑλληνίζουσι τούτοις καὶ καθαρώτερον διαλεγομένοις, <milestone unit="tlnum" n="10"/> οὐχ ὡς ἀναιρῶν τὰ πράγματα καὶ τοῦ ζῆν ἐξάγων ἡμᾶς αἰτίαν ἔχειν, ὅτι τὰ γιγνόμενα οὐκ ὄντα, καθάπερ οὗτοι, προσηγόρευσεν.</q></p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent"><q>ἀλλʼ ἐπεὶ τὸν Σωκράτην μετὰ τὸν Παρμενίδην ὑπερέβημεν, ἀναληπτέος εὐθὺς οὖν τὸν ἀφʼ <milestone unit="tlnum" n="15"/> ἱερᾶς κεκίνηκεν ὁ Κωλώτης· καὶ διηγησάμενος ὅτι χρησμὸν ἐκ Δελφῶν περὶ Σωκράτους ἀνήνεγκε Χαιρεφῶν, <milestone unit="stephpage" xml:id="stephpage-1116f" n="1116f"/> ὃν ἴσμεν ἅπαντες, ταῦτʼ ἐπείρηκε <q>τὸ μὲν οὖν τοῦ Χαιρεφῶντος διὰ τὸ τελέως σοφιστικὸν καὶ φορτικὸν διήγημα εἶναι παρήσομεν</q> φορτικὸς οὖν <milestone unit="tlnum" n="20"/> ὁ Πλάτων ὁ τοῦτον ἀναγράψας τὸν χρησμόν, ἵνα τοὺς ἄλλους ἐάσω. φορτικώτεροι δὲ Λακεδαιμόνιοι, τὸν περὶ Λυκούργου χρησμὸν ἐν ταῖς παλαιοτάταις ἀναγραφαῖς ἔχοντες σοφιστικὸν δʼ ἦν διήγημα τὸ <pb xml:id="v.6.p.449"/> Θεμιστοκλέους, ᾧ πείσας Ἀθηναίους τὴν πόλιν ἐκλιπεῖν <milestone unit="stephpage" xml:id="stephpage-1117a" n="1117a"/> κατεναυμάχησε τὸν βάρβαρον φορτικοὶ δʼ οἱ τῆς Ἑλλάδος νομοθέται, τὰ μέγιστα καὶ πλεῖστα τῶν ἱερῶν πυθόχρηστα καθιστάντες. εἰ τοίνυν ὁ <milestone unit="tlnum" n="5"/> περὶ Σωκράτους, ἀνδρὸς εἰς ἀρετὴν θεολήπτου γενομένου, χρησμὸς ἀνενεχθεὶς ὡς σοφοῦ, φορτικὸς ἦν καὶ σοφιστικός, τίνι προσείπωμεν ἀξίως ὀνόματι τοὺς ὑμετέρους <q>βρόμους</q> καὶ <q>ὀλολυγμούς</q> καὶ <q>κροτοθορύβους</q> καὶ <q>σεβάσεις</q> καὶ <q>ἐπιθειάσεις</q> , αἷς <milestone unit="tlnum" n="10"/> προστρέπεσθε καὶ καθυμνεῖτε τὸν ἐφʼ ἡδονὰς παρακαλοῦντα συνεχεῖς καὶ πυκνάς; ὃς ἐν τῇ πρὸς Ἀνάξαρχον ἐπιστολῇ ταυτὶ γέγραφεν ἐγὼ <q>δʼ ἐφʼ ἡδονὰς συνεχεῖς παρακαλῶ καὶ οὐκ ἐπʼ ἀρετάς, κενὰς καὶ ματαίας καὶ ταραχώδεις ἐχούσας τῶν καρπῶν τὰς ἐλπίδας.</q> <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1117b" n="1117b"/> ἀλλʼ ὅμως ὁ μὲν Μητρόδωρος τὸν Τίμαρχον παρακαλῶν φησι <q>ποιήσωμέν τι καλὸν ἐπὶ καλοῖς, μονονοὺ καταδύντες ταῖς ὁμοιοπαθείαις καὶ ἀπαλλαγέντες ἐκ τοῦ χαμαὶ βίου εἰς τὰ Ἐπικούρου ὡς ἀληθῶς θεόφαντα ὄργια</q> Κωλώτης δʼ αὐτὸς ἀκροώμενος <milestone unit="tlnum" n="20"/>Ἐπικούρου φυσιολογοῦντος ἄφνω τοῖς γόνασιν αὐτοῦ προσέπεσε, καὶ ταῦτα γράφει σεμνυνόμενος αὐτὸς Ἐπίκουρος <q>ὡς σεβομένῳ γάρ σοι τὰ τόθʼ ὑφʼ ἡμῶν λεγόμενα προσέπεσεν ἐπιθύμημα ἀφυσιολόγητον τοῦ περιπλακῆναι ἡμῖν γονάτων ἐφαπτόμενον <milestone unit="tlnum" n="25"/> καὶ πάσης τῆς εἰθισμένης ἐπιλήψεως γίγνεσθαι, κατὰ <pb xml:id="v.6.p.450"/> <milestone unit="stephpage" xml:id="stephpage-1117c" n="1117c"/> τὰς σεβάσεις τιμῶν καὶ λιτάς· ἐποίεις οὖν</q> φησί, <q>καὶ ἡμᾶς ἀνθιεροῦν σὲ αὐτὸν καὶ ἀντισέβεσθαι</q> συγγνωστὰ νὴ Δία τοῖς λέγουσιν ὡς παντὸς ἂν πρίαιντο τῆς ὄψεως; ἐκείνης εἰκόνα γεγραμμένην θεάσασθαι, <milestone unit="tlnum" n="5"/> τοῦ μὲν προσπίπτοντος εἰς γόνατα καὶ περιπλεκομένου τοῦ δʼ ἀντιλιτανεύοντος καὶ ἀντιπροσκυνοῦντος. οὐ μέντοι τὸ θεράπευμα τοῦτο, καίπερ εὖ τῷ Κωλώτῃ συντεθέν, ἔσχε καρπὸν ἄξιον· οὐ γὰρ ἀνηγορεύθη σοφὸς ἀλλὰ μόνον <q>ἄφθαρτός μοι <milestone unit="tlnum" n="10"/> περιπάτει</q> φησὶ <q>καὶ ἡμᾶς ἀφθάρτους διανοοῦ.</q> </q></p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent"><q>τοιαῦτα μέντοι ῥήματα καὶ κινήματα καὶ πάθη συνειδότες αὑτοῖς ἑτέρους φορτικοὺς ἀποκαλοῦσι. <milestone unit="stephpage" xml:id="stephpage-1117d" n="1117d"/>καὶ δῆτα καὶ προθεὶς ὁ Κωλώτης τὰ σοφὰ ταῦτα · καὶ καλὰ περὶ τῶν αἰσθήσεων, ὅτι <q>σιτία <milestone unit="tlnum" n="15"/> προσαγόμεθα καὶ οὐ χόρτον, καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, πλοίοις διαπερῶμεν, ὅταν δʼ εὐδιάβατοι γένωνται, τοῖς ποσίν,</q> ἐπιπεφώνηκεν <q>ἀλλὰ γὰρ ἀλαζόνας ἐπετήδευσας λόγους, ὦ Σώκρατες καὶ ἕτερα μὲν διελέγου τοῖς ἐντυγχάνουσιν ἕτερα <milestone unit="tlnum" n="20"/> δʼ ἔπραττες.</q> πῶς γὰρ οὐκ ἀλαζόνες οἱ Σωκράτους λόγοι, μηδὲν αὐτοῦ εἰδέναι φάσκοντος ἀλλὰ μανθάνειν ἀεὶ καὶ ζητεῖν τἀληθές; εἰ δὲ τοιαύταις, ὦ Κωλῶτα, Σωκράτους φωναῖς περιέπεσες, οἵας Ἐπίκουρος γράφει πρὸς Ἰδομενέα <q>πέμπε οὖν ἀπαρχὰς <pb xml:id="v.6.p.451"/> <milestone unit="stephpage" xml:id="stephpage-1117e" n="1117e"/> ἡμῖν εἰς τὴν τοῦ ἱεροῦ σώματος θεραπείαν ὑπέρ τε αὑτοῦ καί τέκνων· οὕτω γάρ μοι λέγειν ἐπέρχεται</q> τίσιν ἂν ῥήμασιν ἀγροικοτέροις ἐχρήσω; καὶ μὴν ὅτι Σωκράτης ἄλλα μὲν ἔλεγεν ἄλλα δʼ ἔπραττε, <milestone unit="tlnum" n="5"/> θαυμαστῶς μαρτυρεῖ σοι τὰ ἐπὶ Δηλίῳ τὰ ἐν Ποτιδαίᾳ τὰ ἐπὶ τῶν τριάκοντα τὰ πρὸς Ἀρχέλαον τὰ πρὸς τὸν δῆμον ἡ πενία ὁ θάνατος· οὐ γὰρ ἄξια ταῦτα τῶν Σωκρατικῶν λόγων. ἐκεῖνος ἦν, ὦ μακάριε, κατὰ Σωκράτους ἔλεγχος ἕτερα μὲν λέγοντος <milestone unit="tlnum" n="10"/> ἕτερα δὲ πράττοντος, εἰ τὸ ἡδέως ζῆν τέλος ἐκθέμενος οὕτως ἐβίωσε.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>