<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:11-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2:11-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent"><q>πῶς οὖν ἀπολείπουσι φύσιν καὶ ψυχὴν καὶ ζῷον; ὡς ὅρκον ὡς εὐχὴν ὡς θυσίαν ὡς προσκύνησιν, ῥήματι καὶ λόγῳ καὶ τῷ φάναι καὶ προσποιεῖσθαι <milestone unit="tlnum" n="10"/> καὶ ὀνομάζειν, ἃ ταῖς ἀρχαῖς καὶ τοῖς δόγμασιν <milestone unit="stephpage" xml:id="stephpage-1112d" n="1112d"/> ἀναιροῦσιν. εἰ δὲ δὴ τὸ πεφυκὸς αὐτὸ φύσιν καὶ τὸ γεγονὸς γένεσιν ὀνομάζουσιν, ὥσπερ οἱ ξυλείαν τὰ ξύλα καὶ συμφωνίαν καλοῦντες ἐκφορικῶς τὰ συμφωνοῦντα, πόθεν ἐπῆλθεν αὐτῷ τοιαῦτα προβάλλειν <milestone unit="tlnum" n="15"/> ἐρωτήματα τῷ Ἐμπεδοκλεῖ; <q>τί κόπτομεν</q> φησὶν <q>ἡμᾶς αὐτούς, σπουδάζοντες ὑπὲρ ἡμῶν αὐτῶν καὶ ὀρεγόμενοί τινων πραγμάτων καὶ φυλαττόμενοί τινα πράγματα; οὔτε γὰρ ἡμεῖς ἐσμεν οὔτʼ ἄλλοις χρώμενοι ζῶμεν</q> ἀλλὰ θάρρει, φαίη τις ἄν, ὦ <milestone unit="tlnum" n="20"/> φίλον Κωλωτάριον, οὐδείς σε κωλύει σπουδάζειν ὑπὲρ σεαυτοῦ, διδάσκων ὅτι Κωλώτου φύσις αὐτὸς ὁ Κωλώτης ἐστὶν ἄλλο δʼ οὐδέν, οὐδὲ χρῆσθαι τοῖς <milestone unit="stephpage" xml:id="stephpage-1112e" n="1112e"/> πράγμασι τὰ δὲ πράγματα ὑμῖν ἡδοναὶ εἰσιν ὑποδεικνύων, ὡς οὐκ ἔστιν ἀμήτων φύσις οὐδʼ ὀσμῶν <milestone unit="tlnum" n="25"/> οὐδὲ πλησιάσεως, ἄμητες δʼ εἰσὶ καὶ μύρα καὶ γυναῖκες ὁ γραμματικός, τό <q>βίην <pb xml:id="v.6.p.437"/> Ἡρακληείηνʼ</q> αὐτὸν εἶναι τὸν Ἡρακλέα, ἀναιρεῖ τὸν Ἡρακλέα, οὐδʼ οἱ τὰς συμφωνίας καὶ τὰς δοκώσεις ἐκφορὰς μόνον εἶναι φάσκοντες οὐχὶ καὶ φθόγγους καὶ δοκοὺς ὑπάρχειν λέγουσιν· ὅπου καὶ ψυχὴν <milestone unit="tlnum" n="5"/> τινες ἀναιροῦντες καὶ φρόνησιν οὔτε τὸ ζῆν ἀναιρεῖν οὔτε τὸ φρονεῖν δοκοῦσιν. Ἐπικούρου δὲ λέγοντος <q>ἡ τῶν ὄντων φύσις σώματά ἐστι καὶ τόπος,</q> πότερον οὕτως ἀκούομεν, ὡς ἄλλο τι τὴν φύσιν <milestone unit="stephpage" xml:id="stephpage-1112f" n="1112f"/> παρὰ τὰ ὄντα βουλομένου λέγειν, ἢ τὰ ὄντα δηλοῦντος <milestone unit="tlnum" n="10"/> ἕτερον δὲ μηδέν; ὥσπερ ἀμέλει καὶ κενοῦ φύσιν αὐτὸ τὸ κενόν, καὶ νὴ Δία τὸ πᾶν παντὸς φύσιν ὀνομάζειν εἴωθε. κἂν εἴ τις ἔροιτο <q>τί λέγεις, ὦ Ἐπίκουρε, τὸ μέν τι κενὸν εἶναι τὸ δὲ φύσιν κενοῦ;</q> <q>μὰ Δία</q> φήσει, <q>νενόμισται δέ πως ἡ τοιαύτη τῶν <milestone unit="tlnum" n="15"/> ὀνομάτων ὁμιλία, νόμῳ δʼ ἐπίφημι καὶ αὐτὸς</q> τί οὖν ἕτερον ὁ Ἐμπεδοκλῆς πεποίηκε νὴ Δία διδάξας, ὅτι φύσις παρὰ τὸ φυόμενον οὐδέν ἐστιν <milestone unit="stephpage" xml:id="stephpage-1113a" n="1113a"/> οὐδὲ θάνατος παρὰ, τὸ θνῆσκον; ἀλλʼ ὥσπερ οἱ ποιηταὶ πολλάκις ἀνειδωλοποιοῦντες λέγουσιν <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote">ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,</quote> οὕτω γένεσίν τινα καὶ φθορὰν καλοῦσιν οἱ πολλοὶ ἐπὶ τοῖς συνισταμένοις καὶ διαλυομένοις. τοσοῦτον <pb xml:id="v.6.p.438"/> ἐδέησε τοῦ κινεῖν τὰ ὄντα καὶ μάχεσθαι τοῖς φαινομένοις, ὥστε μηδὲ τὴν φωνὴν ἐκβαλεῖν ἐκ τῆς συνηθείας, ἀλλʼ ὅσον εἰς τὰ πράγματα βλάπτουσαν ἀπάτην παρεῖχεν ἀφελὼν, αὖθις ἀποδοῦναι τοῖς ὀνόμασι τὸ <milestone unit="tlnum" n="5"/> νενομισμένον ἐν τούτοις <quote rend="blockquote"><l>οἱ δʼ ὅ τι κεν κατὰ φῶτα μιγὲν φῶς αἰθέρος ἵκῃ </l><l>ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων </l><l>ἠὲ κατʼ οἰωνῶν, τότε μὲν τὸν <gap reason="lost"/> γενέσθαι· <milestone unit="stephpage" xml:id="stephpage-1113b" n="1113b"/> </l><l> εὖτε δʼ ἀποκρινθῶσι, τὸ δʼ αὖ δυσδαίμονα πότμον <milestone unit="tlnum" n="10"/> </l><l>είκαίως καλέουσι νόμῳ δʼ ἐπίφημι καὶ αὐτός.</l></quote> ἃ ὁ Κωλώτης παραθέμενος οὐ συνεῖδεν, ὅτι φῶτας μὲν καὶ θῆρας καὶ θάμνους καὶ οἰωνοὺς ὁ Ἐμπεδοκλῆς οὐκ ἀνῄρηκεν, ἅ γέ φησι μιγνυμένων τῶν στοιχείων ἀποτελεῖσθαι τοὺς δὲ τῇ συγκρίσει ταύτῃ <milestone unit="tlnum" n="15"/> καὶ διακρίσει <q>φύσιν</q> τινὰ καὶ <q>πότμον δυσδαίμονα</q> καὶ <q>θάνατον ἀλοίτην</q> ἐπικατηγοροῦντας, σφάλλονται διδάξας, οὐκ ἀφείλετο τὸ χρῆσθαι ταῖς εἰθισμέναις φωναῖς περὶ αὐτῶν.</q></p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent"><q>ἐμοὶ μέντοι δοκεῖ μὴ τοῦτο κινεῖν τὸ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1113c" n="1113c"/> ἐκφορικὸν ὁ Ἐμπεδοκλῆς ἀλλʼ, ὡς πρότερον εἴρηται, πραγματικῶς διαφέρεσθαι περὶ τῆς ἐξ οὐκ ὄντων <pb xml:id="v.6.p.439"/> γενέσεως, ἣν φύσιν τινὲς καλοῦσι δηλοῖ δὲ μάλιστα διὰ τούτων τῶν ἐπῶν <quote rend="blockquote"><l>νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι, </l><l>οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν, <milestone unit="tlnum" n="5"/> </l><l>ἤ τι; καταθνήσκειν τε καὶ ἐξόλλυσθαι ἁπάντῃ.</l></quote> ταῦτα γὰρ τὰ ἔπη μέγα βοῶντός ἐστι τοῖς ὦτα ἔχουσιν, ὡς οὐκ ἀναιρεῖ γένεσιν ἀλλὰ τὴν ἐκ μὴ ὄντος, οὐδὲ φθορὰν ἀλλὰ τὴν πάντῃ, τουτέστι τὴν εἰς τὸ μὴ ὂν ἀπολλύουσαν. ἐπεὶ τῷ γε βουλομένῳ <milestone unit="tlnum" n="10"/> μὴ ἀγρίως οὕτω μηδʼ ἠλιθίως ἀλλὰ πραότερον <milestone unit="stephpage" xml:id="stephpage-1113d" n="1113d"/> συκοφαντεῖν, τὸ μετὰ ταῦτʼ ἐπὶ τοὐναντίον ἂν αἰτιάσασθαι παράσχοι, τοῦ Ἐμπεδοκλέους λέγοντος <quote rend="blockquote"><l>οὐκ ἂν ἀνὴρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσαιτο, </l><l>ὡς ὄφρα μέν τε βιῶσι, τὸ δὴ βίοτον καλέουσι <milestone unit="tlnum" n="15"/> </l><l> τόφρα μὲν οὖν εἰσιν καί σφιν πάρα δεινὰ καὶ ἐσθλά, </l><l> πρὶν δὲ πάγεν τε βροτοὶ καὶ ἐπεὶ λύθεν, οὐδὲν ἄρʼ εἰσί</l></quote> ταῦτα γὰρ οὐκ ἀρνουμένου μὴ εἶναι τοὺς γεγονότας καὶ ζῶντάς ἐστιν, εἶναι δὲ μᾶλλον οἰομένου καὶ <milestone unit="tlnum" n="20"/> τοὺς μηδέπω γεγονότας καὶ τοὺς ἢδη τεθνηκότας. ἀλλʼ ὅλως ὁ Κωλώτης τοῦτο μὲν οὐκ ἐγκέκληκε, λέγει δὲ κατʼ αὐτὸν οὐδὲ νοσήσειν ἡμᾶς οὐδὲ τραυματισθήσεσθαι. καὶ πῶς ὁ πρὸ τοῦ βίου καὶ μετὰ <pb xml:id="v.6.p.440"/> <milestone unit="stephpage" xml:id="stephpage-1113e" n="1113e"/> περὶ τοὺς ζῶντας οὐκ ἀπολείπει τὸ πάσχειν; τίσιν οὖν ἀληθῶς ἕπεται τὸ μὴ τραυματίζεσθαι μηδὲ νοσεῖν, ὦ Κωλῶτα; ὑμῖν τοῖς ἐξ ἀτόμου καὶ κενοῦ συμπεπηγόσιν, ὧν οὐδετέρῳ μέτεστιν αἰσθήσεως. <milestone unit="tlnum" n="5"/> καὶ οὐ τοῦτο δεινόν, ἀλλʼ ὅτι μηδʼ ἡδονὴν τὸ ποιῆσον ὑμῖν ἔστι, τῆς μὲν ἀτόμου μὴ δεχομένης τὰ ποιητικὰ τοῦ δὲ κενοῦ μὴ πάσχοντος ὑπʼ αὐτῶν.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>