<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:27</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:27</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2" type="edition" xml:lang="grc"><div n="27" subtype="section" type="textpart"><p rend="indent"><q>ἧι καὶ προεπισφάττουσιν οἱ ταυτὶ λέγοντες <milestone n="5" unit="tlnum"/> <q>ἅπαξ ἄνθρωποι γεγόναμεν, δὶς δʼ οὐκ ἔστι γενέσθαι δεῖ δὲ τὸν αἰῶνα μηκέτʼ εἶναι.</q> καὶ γὰρ τὸ <milestone n="1104f" unit="stephpage" xml:id="stephpage-1104f"/> παρὸν ὡς μικρὸν μᾶλλον δὲ μηδʼ ὁτιοῦν πρὸς τὰ σύμπαν ἀτιμάσαντες ἀναπόλαυστον προΐενται, καὶ ὀλιγωροῦσιν ἀρετῆς καὶ πράξεως οἷον ἐξαθυμοῦντες <milestone n="10" unit="tlnum"/> καὶ καταφρονοῦντες ἑαυτῶν, ὡς ἐφημέρων καὶ ἀβεβαίων <milestone n="1105a" unit="stephpage" xml:id="stephpage-1105a"/> καὶ πρὸς οὐθὲν ἀξιόλογον γεγονότων. τὸ γάρ <q>ἀναισθητεῖν τὸ διαλυθὲν καὶ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸ ἀναισθητοῦν</q> οὐκ ἀναιρεῖ τὸ τοῦ θανάτου δέος ἀλλʼ ὥσπερ ἀπόδειξιν αὐτοῦ προστίθησιν αὐτὸ <milestone n="15" unit="tlnum"/> γὰρ τοῦτʼ ἐστίν, ὃ δέδοικεν ἡ φύσις <quote rend="blockquote">ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε</quote> τὴν εἰς τὸ μὴ φρονοῦν μηδʼ αἰσθανόμενον διάλυσιν τῆς ψυχῆς, ἣν Ἐπίκουρος εἰς κενὸν καὶ ἀτόμους διασπορὰν ποιῶν ἔτι μᾶλλον ἐκκόπτει τὴν ἐλπίδα <milestone n="20" unit="tlnum"/> τῆς ἀφθαρσίας· διʼ ἣν ὀλίγου δέω λέγειν πάντας εἶναι καὶ πάσας προθύμους τῷ Κερβέρῳ <pb xml:id="v.6.p.415"/> διαδάκνεσθαι καὶ φορεῖν εἰς τὸν ἄτρητον, ὅπως ἐν τῷ εἶναι <milestone n="1105b" unit="stephpage" xml:id="stephpage-1105b"/> μόνον διαμένωσι μηδʼ ἀναιρεθῶσι. καίτοι ταῦτα μέν, ὥσπερ ἔφην, οὐ πάνυ πολλοὶ δεδίασι, μητέρων ὄντα καὶ τιτθῶν δόγματα καὶ λόγους μυθώδεις· οἱ <milestone n="5" unit="tlnum"/> δὲ καὶ δεδιότες τελετάς τινας αὖ πάλιν καὶ καθαρμοὺς οἴονται βοηθεῖν, οἷς ἁγνισάμενοι διατελεῖν ἐν Ἅιδου παίζοντες καὶ χορεύοντες ἐν τοῖς αὐγὴν καὶ πνεῦμα καθαρὸν καὶ φθόγγον ἔχουσιν. ἡ δὲ τοῦ ζῆν στέρησις ἐνοχλεῖ καὶ νέους καὶ γέροντας <milestone n="10" unit="tlnum"/> <quote rend="blockquote"><l>δυσέρωτες γὰρ φαινόμεθ ὄντες </l><l>τοῦδʼ, ὅττι τόδε στίλβει κατὰ γῆν</l></quote> ὡς Εὐριπίδης φησίν· οὐδὲ ῥᾳδίως οὐδʼ ἀλύπως; ἀκούομεν <quote rend="blockquote"><l>ὣς ἄρʼ εἰπόντα μιν τηλαυγὲς ἀμβρόσιον <milestone n="15" unit="tlnum"/> </l><l>ἐλασίππου πρόσωπον </l><l>ἀπέλιπεν ἁμέρας.</l></quote></q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>