<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2" type="edition" xml:lang="grc"><div n="26" subtype="section" type="textpart"><p rend="indent"><q>τοῖς δὲ πολλοῖς καὶ ἄνευ φόβου περὶ τῶν <milestone n="1104c" unit="stephpage" xml:id="stephpage-1104c"/> ἐν Ἅιδου ἡ παρὰ τὸ μυθῶδες τῆς ἀιδιότητος; ἐλπίς <milestone n="15" unit="tlnum"/> καὶ ὁ πόθος τοῦ εἶναι, πάντων ἐρώτων πρεσβύτατος ὢν καὶ μέγιστος, ἡδονῇ θʼ ὑπερβάλλει καὶ γλυκυθυμίᾳ τὸ παιδικὸν ἐκεῖνο δέος. ᾗ καὶ τέκνα καὶ γυναῖκας καὶ φίλους ἀποβάλλοντες; εἶναί που μᾶλλον ἐθέλουσι καὶ διαμένειν κακοπαθοῦντας ἢ παντάπασιν ἐξῃρῆσθαι <milestone n="20" unit="tlnum"/> καὶ διεφθάρθαι καὶ γεγονέναι τὸ μηδέν· ἡδέως δὲ τῶν ὀνομάτων τοῦ μεθίστασθαι τὸν θνήσκοντα καὶ μεταλλάττειν καὶ ὅσα δηλοῖ μεταβολὴν ὄντα τῆς ψυχῆς οὐ φθορὰν τὸν θάνατον ἀκροῶνται καὶ λέγουσιν οὕτως <milestone n="25" unit="tlnum"/> <quote rend="blockquote"> αὐτὰρ ἐγὼ κἀκεῖθι φίλου μεμνήσομʼ ἑταίρου</quote> <pb xml:id="v.6.p.413"/> καί <milestone n="1104d" unit="stephpage" xml:id="stephpage-1104d"/> <quote rend="blockquote">τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;</quote> ἐκ δὲ τούτου παρατροπῆς γενομένης, καὶ ὅπλα καὶ σκεύη καὶ ἱμάτια συνήθη τοῖς τεθνηκόσι καὶ ὡς ὁ <milestone n="5" unit="tlnum"/>Μίνως τῷ Γλαύκῳ <quote rend="blockquote">Κρητικοὺς αὐλοὺς θανούσης κῶλα ποικίλης νεβροῦ</quote> συνθάπτοντες ἥδιον ἔχουσι. κἄν τι δόξωσιν. αἰτεῖν καὶ ποθεῖν ἐκείνους, χαίρουσιν ἐπιδιδόντες ὥσπερ ὁ Περίανδρος τῇ γυναικὶ τὸν κόσμον, ὡς δεομένῃ <milestone n="10" unit="tlnum"/> καὶ ῥιγοῦν λεγούσῃ, συγκατέκαυσεν. οἱ δʼ Αἰακοὶ καὶ Ἀσκάλαφοι καὶ Ἀχέροντες οὐ πάνυ διαταράττουσιν, οἷς γε καὶ χοροὺς καὶ θέατρα καὶ μοῦσαν <milestone n="1104e" unit="stephpage" xml:id="stephpage-1104e"/> ἡδομένοις παντοδαπὴν γενομένου δεδώκασιν. ἀλλʼ ἐκεῖνο τοῦ θανάτου τὸ πρόσωπον ὡς φοβερὸν καὶ <milestone n="15" unit="tlnum"/> σκυθρωπὸν καὶ σκοτεινὸν ἅπαντες ὑποδειμαίνουσι, τὸ τῆς ἀναισθησίας καὶ λήθης καὶ ἀγνοίας· καὶ πρὸς τὸ <q>ἀπόλωλε</q> καὶ τὸ <q>ἀνῄρηται</q> καὶ τὸ <q>οὐκ ἔστι</q> ταράσσονται καὶ δυσανασχετοῦσι τούτων λεγομένων, ὡς τὸ <milestone n="20" unit="tlnum"/> <quote rend="blockquote"><l>ἔπειτα κείσεται βαθυδένδρῳ </l><l>ἐν χθονὶ συμποσίων τε καὶ λυρᾶν ἄμοιρος </l><l>ἰαχᾶς τε παντερπέος αὐλῶν·</l></quote> <pb xml:id="v.6.p.414"/> καί <quote rend="blockquote"><l>ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ </l><l>οὔτε ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.</l></quote></q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>