<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2" type="edition" xml:lang="grc"><div n="20" subtype="section" type="textpart"><milestone n="1100e" unit="stephpage" xml:id="stephpage-1100e"/><p rend="indent">ταῦτʼ εἰπόντος τοῦ Θέωνος, ἐδόκει καταπαῦσαι τὸν περίπατον, καὶ καθάπερ εἰώθειμεν ἐπὶ τῶν βάθρων καθεζόμενοι πρὸς τοῖς εἰρημένοις ἦμεν σιωπῇ χρόνον οὐ πολύν. ὁ γὰρ Ζεύξιππος ἀπὸ τῶν <milestone n="15" unit="tlnum"/> εἰρημένων ἐννοήσας <q>τίς</q> ἔφη <q>τὰ λειπόμενα τῷ λόγῳ προσαποδίδωσι; καὶ γὰρ οὔπω τὸ προσῆκον ἔχει τέλος, ἃ αὐτὸς ἄρτι μαντικῆς μνησθεὶς καὶ προνοίας ὑποβέβληκε· ταῦτα γὰρ οὐχ ἥκιστά φασιν οἱ ἄνδρες ἡδονὴν καὶ γαλήνην καὶ θάρσος αὐτοῖς <milestone n="20" unit="tlnum"/> παρασκευάζειν εἰς τὸν βίον· ὥστε δεῖ τι λεχθῆναι καὶ περὶ τούτων</q> ὑπολαβὼν δʼ ὁ Ἀριστόδημος <q>ἀλλὰ περὶ ἡδονῆς; μὲν εἴρηται σχεδόν</q> εἶπεν <q>ὡς εὐτυχῶν καὶ κατορθῶν ὁ λόγος αὐτῶν φόβον ἀφαιρεῖ <milestone n="1100f" unit="stephpage" xml:id="stephpage-1100f"/> τινα καὶ δεισιδαιμονίαν, εὐφροσύνην δὲ καὶ <milestone n="25" unit="tlnum"/> χαρὰν ἀπὸ τῶν θεῶν οὐκ ἐνδίδωσιν ἀλλʼ οὕτως ἔχειν ποιεῖ πρὸς αὐτοὺς τῷ μὴ ταράττεσθαι μηδὲ <pb xml:id="v.6.p.403"/> <milestone n="1101a" unit="stephpage" xml:id="stephpage-1101a"/> χαίρειν, ὡς πρὸς τοὺς Ὑρκανοὺς ἢ Σκύθας ἔχομεν, οὔτε χρηστὸν οὐδὲν οὔτε φαῦλον ἀπʼ αὐτῶν προσδοκῶντες. εἰ δὲ δεῖ προσθεῖναί τι τοῖς εἰρημένοις, ἐκεῖνό μοι δοκῶ λήψεσθαι παρʼ αὐτῶν πρῶτον, <milestone n="5" unit="tlnum"/> ὅτι τοῖς ἀναιροῦσι λύπας καὶ δάκρυα καὶ στεναγμοὺς ἐπὶ ταῖς τῶν φίλων τελευταῖς μάχονται καὶ λέγουσι <q>τὴν εἰς τὸ ἀπαθὲς καθεστῶσαν ἀλυπίαν ὑφʼ ἑτέρου κακοῦ μείζονος ὑπάρχειν, ὠμότητος ἢ δοξοκοπίας ἀκράτου καὶ λύσσης· διὸ πάσχειν τι <milestone n="10" unit="tlnum"/> βέλτιον εἶναι καὶ λυπεῖσθαι καὶ νὴ Δία λιπαίνειν τοὺς ὀφθαλμοὺς καὶ τήκεσθαι,</q> καὶ ὅσα δὴ παθαινόμενοι <milestone n="1101b" unit="stephpage" xml:id="stephpage-1101b"/> καὶ γράφοντες ὑγροί τινες εἶναι καὶ φιλικοὶ δοκοῦσι. ταῦτα γὰρ ἐν ἄλλοις τε πολλοῖς Ἐπίκουρος εἴρηκε καὶ περὶ τῆς Ἡγησιάνακτος τελευτῆς πρὸς <milestone n="15" unit="tlnum"/>Σωσίθεον τὸν πατέρα γράφων καὶ Πύρσωνα τὸν ἀδελφὸν τοῦ τεθνηκότος· ἔναγχος γὰρ κατὰ τύχην τὰς ἐπιστολὰς διῆλθον αὐτοῦ. καὶ λέγω μιμούμενος, ὡς οὐχ ἧττόν ἐστι κακὸν ἀθεότης; ὠμότητος καὶ δοξοκοπίας, εἰς ἣν ἄγουσιν ἡμᾶς οἱ τὴν χάριν ἐκ <milestone n="20" unit="tlnum"/> τοῦ θεοῦ μετὰ τῆς ὀργῆς ἀναιροῦντες. βέλτιον γὰρ ἐνυπάρχειν τι καὶ συγκεκρᾶσθαι τῇ περὶ θεῶν δόξῃ κοινὸν αἰδοῦς καὶ φόβου πάθος, ἢ τοῦτο φεύγοντας <milestone n="1101c" unit="stephpage" xml:id="stephpage-1101c"/> μήτε ἐλπίδα μήτε χάριν ἑαυτοῖς μήτε θάρσος ἀγαθῶν παρόντων μήτε τινὰ δυστυχοῦσιν ἀποστροφὴν πρὸς <milestone n="25" unit="tlnum"/> τὸ θεῖον ἀπολείπεσθαι.</q> <pb xml:id="v.6.p.404"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>