<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2" type="edition" xml:lang="grc"><div n="2" subtype="section" type="textpart"><p rend="indent">προελθόντων γὰρ ἡμῶν εἰς τὸ γυμνάσιον ὥσπερ εἰώθειμεν ἐκ τῆς διατριβῆς, Ζεύξιππος <q>ἐμοὶ <milestone n="1086e" unit="stephpage" xml:id="stephpage-1086e"/> μέν</q> ἔφη <q>δοκεῖ πολὺ τῆς προσηκούσης ὁ λόγος εἰρῆσθαι παρρησίας μαλακώτερον· ἀπίασι δʼ ἡμῖν <milestone n="5" unit="tlnum"/> ἐγκαλοῦντες οἱ περὶ Ἡρακλείδην, τοῦ Ἐπικούρου καὶ τοῦ Μητροδώρου, ἡμῖν μηδὲν αἰτίων ὄντων, θρασύτερον καθαψαμένοις.</q> καὶ ὁ Θέων <q>εἶτʼ οὐκ ἔλεγες</q> εἶπεν <q>ὅτι τοῖς ἐκείνων ὁ Κωλώτης παραβαλλόμενος εὐφημότατος ἀνδρῶν φαίνεται; τὰ γὰρ <milestone n="10" unit="tlnum"/> ἐν ἀνθρώποις αἴσχιστα ῥήματα, βωμολοχίας, ληκυθισμοὺς, ἀλαζονείας, ἑταιρήσεις, ἀνδροφονίας, βαρυστόνους, πολυφθόρους, βαρυεγκεφάλους συναγαγόντες Ἀριστοτέλους καὶ Σωκράτους καὶ Πυθαγόρου <milestone n="1086f" unit="stephpage" xml:id="stephpage-1086f"/> καὶ Πρωταγόρου καὶ Θεοφράστου καὶ Ἡρακλείδου <milestone n="15" unit="tlnum"/> καὶ Ἱππάρχου καὶ τίνος γὰρ οὐχὶ τῶν ἐπιφανῶν;ʼ κατεσκέδασαν· ὥστʼ, εἰ καὶ τἄλλα πάντα σοφῶς εἶχεν αὐτοῖς, διὰ τὰς βλασφημίας ταύτας καὶ κατηγορίας πορρωτάτω σοφίας ἂν εἴργεσθαι· <q>φθόνος γὰρ ἔξω θείου χοροῦ</q> καὶ ζηλοτυπία διʼ ἀσθένειαν ἀποκρύψαι <milestone n="20" unit="tlnum"/> μὴ δυναμένη τὸ ἀλγοῦν</q> ὑπολαβὼν οὖν Ἀριστόδημος <q>Ἡρακλείδης μὲν οὖν</q> ἔφη <q>γραμματικὸς ὤν, ἀντὶ τῆς <milestone n="1087a" unit="stephpage" xml:id="stephpage-1087a"/> ποιητικῆς τύρβης, ὡς ἐκεῖνοι λέγουσι, καὶ τῶν Ὁμήρου μωρολογημάτων ἀποτίνει ταύτας Ἐπικούρῳ χάριτας, ἢ ὅτι Μητρόδωρος ἐν γράμμασι τοσούτοις τῷ <pb xml:id="v.6.p.364"/> ποιητῇ λελοιδόρηκεν. ἀλλʼ ἐκείνους μὲν ἐῶμεν, ὦ Ζεύξιππε· τὸ δʼ ἐν ἀρχῇ τῶν λόγων ῥηθὲν πρὸς τοὺς ἄνδρας, ὡς οὐκ ἔστι ξῆν κατʼ αὐτούς, τί οὐ μᾶλλον, ἐπεὶ κέκμηκεν οὗτος, αὐτοὶ διʼ ἑαυτῶν <milestone n="5" unit="tlnum"/> περαίνομεν ἅμα καὶ Θέωνα παραλαβόντες;</q> καὶ ὁ Θέων πρὸς αὐτὸν <q>ἀλλʼ οὗτος μέν</q> ἔφη <q>ὁ ἆθλος</q> ἑτέροις <q>ἐκτετέλεσται</q> πρὸ ἡμῶν. <quote rend="blockquote">νῦν αὖτε σκοπὸν ἄλλον,</quote> εἰ δοκεῖ, θέμενοι τοιαύτῃ τινὶ δίκῃ μετίωμεν ὑπὲρ <milestone n="10" unit="tlnum"/> <milestone n="1087b" unit="stephpage" xml:id="stephpage-1087b"/> τῶν φιλοσόφων τοὺς ἄνδρας· ἀποδεῖξαι γάρ, ἄνπερ ᾖ δυνατόν, ἐπιχειρήσωμεν, ὅτι μηδὲ ζῆν ἡδέως ἔστιν κατʼ αὐτούς. παπαί εἶπον ἔγωγε γελάσας <q>εἰς τὴν γαστέρα τοῖς ἀνδράσιν ἔοικας ἐναλεῖσθαι, καὶ τὴν περὶ τῶν κρεῶν ἐπάξειν, ἀφαιρούμενος ἡδονὴν ἀνθρώπων <milestone n="15" unit="tlnum"/> βοώντων <quote rend="blockquote">οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες</quote> οὐδὲ ῥήτορες οὐδὲ προστάται δήμων οὐδʼ ἄρχοντες, <quote rend="blockquote">ἀεὶ δʼ ἡμῖν δαίς τε φίλη</quote> καὶ πᾶσα διὰ σαρκὸς ἐπιτερπὴς κίνησις ἐφʼ ἡδονὴν <milestone n="20" unit="tlnum"/> τινα καὶ χαρὰν ψυχῆς ἀναπεμπομένη. δοκεῖς οὖν μοι μὴ τὸ ἔαρ ἐξαιρεῖν ὥς φασιν, ἀλλὰ τὸ ζῆν ἀφαιρεῖσθαι τοὺς ἄνδρας, εἰ τὸ ζῆν ἡδέως μὴ <pb xml:id="v.6.p.365"/> ἀπολείψεις <milestone n="1087c" unit="stephpage" xml:id="stephpage-1087c"/> αὐτοῖς.</q> <q>τί οὖν</q> εἶπεν ὁ Θέων <q>εἰ δοκιμάζεις τὸν λόγον, αὐτὸς οὐ χρῇ παρόντι;</q> <q>χρήσομαι</q> εἶπον <q>ἀκροώμενος καὶ ἀποκρινόμενος, ἂν δέησθε· τὴν δʼ ἡγεμονίαν ὑμῖν παραδίδωμι</q> μικρὰ <milestone n="5" unit="tlnum"/> δὴ προφασισαμένου τοῦ Θέωνος, Ἀριστόδημος <q>ὡς σύντομον</q> ἔφη <q>καὶ λείαν ἔχων ὁδὸν ἀπετάφρευσας ἡμῖν πρὸς τὸν λόγον, οὐκ ἐάσας περὶ τοῦ καλοῦ πρότερον εὐθύνας ὑποσχεῖν τὴν αἵρεσιν. ἀνθρώπους γάρ, ἡδονὴν ὑποτιθεμένους τέλος, οὐκ ἔστιν <milestone n="10" unit="tlnum"/> ἐξελάσαι τοῦ ἡδέως ζῆν ῥᾴδιον· τοῦ δὲ καλῶς ἐκπεσόντες ἅμα καὶ τοῦ ἡδέως συνεξέπιπτον· ἐπεὶ τὸ ἡδέως ζῆν ἄνευ τοῦ καλῶς ἀνύπαρκτόν ἐστιν, ὡς αὐτοὶ λέγουσι.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>