<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:17</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:17</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2" type="edition" xml:lang="grc"><div n="17" subtype="section" type="textpart"><p rend="indent"><q>καὶ τὸ ὅλον οἱ ἄνθρωποι τῆς ἡδονῆς τὸ μέγεθος, καθάπερ κέντρῳ καὶ διαστήματι, τῇ γαστρὶ περιγράφουσι· λαμπρᾶς δὲ καὶ βασιλικῆς καὶ φρόνημα ποιούσης μέγα καὶ φῶς καὶ γαλήνην ἀληθῶς <milestone n="10" unit="tlnum"/> εἰς ἅπαντας ἀναχεομένην χαρᾶς οὐκ ἔστι μετασχεῖν βίον ἀνέξοδον καὶ ἀπολίτευτον καὶ ἀφιλάνθρωπον καὶ ἀνενθουσίαστον εἰς τιμὴν καὶ χάριν ἀνελομένους. οὐ γάρ τι φαῦλον ἡ ψυχὴ καὶ μικρὸν οὐδʼ ἀγεννές ἐστιν οὐδʼ ὥσπερ οἱ πολύποδες ἄχρι τῶν <milestone n="15" unit="tlnum"/> <milestone n="1098e" unit="stephpage" xml:id="stephpage-1098e"/> ἐδωδίμων ἐκτείνει τὰς ἐπιθυμίας, ἀλλὰ ταύτην μὲν ὀξύτατος ἀποκόπτει κόρος ἀκαρὲς ὥρας μόριον ἀκμάσασαν, τῶν δὲ πρὸς τὸ καλὸν ὁρμῶν καὶ τὴν ἐπὶ τῷ καλῷ τιμὴν καὶ χάριν <quote rend="blockquote">οὐκ ἔστιν αὐτῶν μέτρον ὁ τοῦ βίου χρόνος,</quote> <milestone n="20" unit="tlnum"/> ἀλλὰ τοῦ παντὸς αἰῶνος ἐπιδραττόμενον τὸ φιλότιμον καὶ φιλάνθρωπον ἐξαμιλλᾶται ταῖς πράξεσι καὶ ταῖς χάρισιν ἡδονὰς ἀμηχάνους ἐχούσαις, ἃς οὐδὲ <pb xml:id="v.6.p.397"/> φεύγοντες οἱ χρηστοὶ διαφεύγειν δύνανται, πανταχόθεν αὐτοῖς ἀπαντώσας καὶ περιεχομένας, ὅταν εὐφραίνωσι πολλοὺς εὐεργετοῦντες· <quote rend="blockquote">ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.</quote> <milestone n="5" unit="tlnum"/> <milestone n="1098f" unit="stephpage" xml:id="stephpage-1098f"/> ὁ γὰρ οὕτω διαθεὶς ἑτέρους, ὥστε καὶ χαίρειν καὶ γάνυσθαι καὶ ποθεῖν ἅψασθαι καὶ προσαγορεῦσαι, δῆλός ἐστι καὶ τυφλῷ μεγάλας ἔχων ἐν ἑαυτῷ καὶ καρπούμενος ἡδονάς, ὅθεν οὐδὲ κάμνουσιν ὠφελοῦντες <milestone n="1099a" unit="stephpage" xml:id="stephpage-1099a"/> οὐδʼ ἀπαγορεύουσιν, ἀλλὰ τοιαύτας αὐτῶν <milestone n="10" unit="tlnum"/> ἀκούομεν φωνάς <quote rend="blockquote">πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ</quote> καί <quote rend="blockquote">μήποτέ γε παυσώμεσθα δρῶντες εὖ βροτούς</quote> καὶ τί δεῖ περὶ τῶν ἄκρως ἀγαθῶν λέγειν; εἰ γάρ <milestone n="15" unit="tlnum"/> τινι τῶν μέσως φαύλων μέλλοντι θνήσκειν ὁ κύριος, ἤτοι θεὸς ἢ βασιλεύς, ὥραν ἐπιδοίη· μίαν, ὥστε χρησάμενον αὐτῇ πρός τινα καλὴν πρᾶξιν ἢ πρὸς ἀπόλαυσιν εὐθὺς τελευτᾶν, τίς ἂν ἐν τῷ χρόνῳ τούτῳ βούλοιτο μᾶλλον Λαΐδι συγγενέσθαι καὶ πιεῖν <milestone n="20" unit="tlnum"/> <milestone n="1099b" unit="stephpage" xml:id="stephpage-1099b"/> οἶνον Ἀριούσιον, ἢ κτείνας Ἀρχίαν ἐλευθερῶσαι τὰς Θήβας; ἐγὼ μὲν οὐδένα νομίζω. καὶ γὰρ τῶν μονομάχων ὁρῶ τοὺς μὴ παντάπασι θηριώδεις ἀλλʼ <pb xml:id="v.6.p.398"/> Ἕλληνας, ὅταν εἰσιέναι μέλλωσι, προκειμένων πολλῶν ἐδεσμάτων καὶ πολυτελῶν, ἥδιον τὰ γύναια τοῖς φίλοις ἐν τῷ χρόνῳ τούτῳ παρακατατιθεμένους καὶ τοὺς οἰκέτας ἐλευθεροῦντας ἢ τῇ γαστρὶ χαριζομένους. <milestone n="5" unit="tlnum"/>ἀλλὰ καί, εἴ τι μέγα περὶ τὰς τοῦ σώματος ἡδονάς, κοινόν ἐστι δήπου τοῦτο τοῖς πρακτικοῖς πράγμασι· <q>καὶ γὰρ σῖτον ἔδουσιν καὶ πίνουσιν αἴθοπα οἶνον</q> καὶ μετὰ φίλων ἑστιῶνται, πολὺ γʼ <milestone n="1099c" unit="stephpage" xml:id="stephpage-1099c"/> οἶμαι προθυμότερον ἀπὸ τῶν ἀγώνων καὶ τῶν <milestone n="10" unit="tlnum"/> ἔργων, ὡς Ἀλέξανδρος καὶ Ἀγησίλαος καὶ νὴ Δία Φωκίων καὶ Ἐπαμεινώνδας, ἢ καθάπερ οὗτοι πρὸς πῦρ ἀλειψάμενοι καὶ τοῖς φορείοις ἀτρέμα διασεισθέντες· ἀλλὰ καταφρονοῦσι τούτων ἐν ἐκείναις ταῖς μείζοσιν ὄντες. τί γὰρ ἂν λέγοι τις Ἐπαμεινώνδαν, <milestone n="15" unit="tlnum"/> οὐκ ἐθελήσαντα δειπνεῖν, ὡς ἑώρα πολυτελέστερον τῆς οὐσίας τὸ δεῖπνον, ἀλλʼ εἰπόντα πρὸς τὸν φίλον <q>ἐγώ σʼ ᾤμην θύειν οὐχ ὑβρίζειν;</q> ὅπου καὶ Ἀλέξανδρος ἀπεώσατο τῆς Ἄδας τοὺς μαγείρους, αὐτὸς εἰπὼν ἔχειν ἀμείνονας ὀψοποιούς, πρὸς μὲν ἄριστον <milestone n="20" unit="tlnum"/> <milestone n="1099d" unit="stephpage" xml:id="stephpage-1099d"/> τὴν νυκτοπορίαν πρὸς δὲ δεῖπνον τὴν ὀλιγαριστίαν· Φιλόξενον δὲ γράψαντα περὶ παίδων καλῶν, εἰ πρίηται, μικρὸν ἐδέησε τῆς ἐπιτροπῆς; ἀποστῆσαι· καίτοι τίνι μᾶλλον ἐξῆν; ἀλλʼ, ὥσπερ φησὶν Ἱπποκράτης, δυεῖν πόνων τὸν ἥττονα ὑπὸ τοῦ μείζονος <pb xml:id="v.6.p.399"/> ἀμαυροῦσθαι, καὶ τῶν ἡδονῶν τὰς σωματικὰς αἱ πρακτικαὶ καὶ φιλότιμοι τῷ χαίροντι τῆς ψυχῆς διʼ ὑπερβολὴν καὶ μέγεθος ἐναφανίζουσι καὶ κατασβεννύουσιν.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>