<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2" type="edition" xml:lang="grc"><div n="16" subtype="section" type="textpart"><p rend="indent"><q>ὅτι μὲν οὖν καὶ πρὸς τὰς τοῦ σώματος <milestone n="5" unit="tlnum"/> ἡδονὰς ἡ φύσις δεῖται χορηγίας πολυτελοῦς καὶ οὐκ ἔστιν ἐν μάζῃ καὶ φακῇ τὸ ἣδιστον, ἀλλʼ ὄψα καὶ Θάσια καὶ μύρα <quote rend="blockquote"><l>καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου </l><l> πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα</l></quote> <milestone n="10" unit="tlnum"/> ζητοῦσιν αἱ τῶν ἀπολαυστικῶν ὀρέξεις, καὶ πρός γε τούτοις εὐπρεπεῖς καὶ νέας γυναῖκας οἷαι Λεόντιον <milestone n="1097e" unit="stephpage" xml:id="stephpage-1097e"/> καὶ Βοίδιον καὶ Ἡδεῖα καὶ Νικίδιον ἐνέμοντο περὶ τὸν κῆπον, ἀφῶμεν, ταῖς μέντοι τῆς ψυχῆς χαραῖς ὁμολογουμένως μέγεθος ὑποκεῖσθαι δεῖ πράξεων καὶ <milestone n="15" unit="tlnum"/> κάλλος ἔργων ἀξιολόγων, εἰ μέλλουσι μὴ διάκενοι μηδʼ ἀγεννεῖς καὶ κορασιώδεις ἀλλʼ ἐμβριθεῖς ἔσεσθαι καὶ βέβαιοι καὶ μεγαλοπρεπεῖς;. τὸ δὲ περὶ τοῦ πρὸς εὐπαθείας ἐπαίρεσθαι ναυτῶν δίκην ἀφροδίσια ἀγόντων καὶ μέγα φρονεῖν <q>ὅτι νοσῶν νόσον ἀσκίτην <milestone n="20" unit="tlnum"/> τινὰς ἑστιάσεις φίλων συνῆγε καὶ οὐκ ἐφθόνει τῆς προσαγωγῆς τοῦ ὑγροῦ τῷ ὕδρωπι καὶ τῶν ἐσχάτων <pb xml:id="v.6.p.394"/> Νεοκλέους λόγων μεμνημένος ἐτήκετο τῇ μετὰ δακρύων <milestone n="1097f" unit="stephpage" xml:id="stephpage-1097f"/> ἰδιοτρόπῳ ἡδονῇ</q> ταῦτʼ οὐδεὶς ἂν ὑγιαινόντων εὐφροσύνας ἀληθεῖς ἢ χαρὰς ὀνομάσειεν· ἀλλʼ εἴ τις ἔστι καὶ ψυχῆς Σαρδάνιος γέλως, ἐν τούτοις <milestone n="5" unit="tlnum"/> ἔστι τοῖς παραβιασμοῖς καὶ κλαυσιγέλωσιν. εἰ δʼ οὖν ταῦτα φήσει τις εὐφροσύνας καὶ χαράς, σκόπει τὰς ὑπερβολὰς τῶν ἡδονῶν ἐκείνων <milestone n="1098a" unit="stephpage" xml:id="stephpage-1098a"/> <quote rend="blockquote">ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν</quote> καί <milestone n="10" unit="tlnum"/> <quote rend="blockquote">οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ</quote> καί <quote rend="blockquote"> δίζω, ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον.</quote> ὅταν δὲ λάβω τὰ Θρασυβούλου καὶ Πελοπίδου πρὸ ὀφθαλμῶν κατορθώματα, καὶ τὸν ἐν Πλαταιαῖς Ἀριστείδην <milestone n="15" unit="tlnum"/> ἢ τὸν ἐν Μαραθῶνι Μιλτιάδην, ἐνταῦθα κατὰ τὸν Ἡρόδοτον ἐξείργομαι γνώμην εἰπεῖν, ὅτι τῷ πρακτικῷ βίῳ τὸ ἡδὺ πλέον ἢ τὸ καλὸν ἔστι. μαρτυρεῖ δέ μοι καὶ Ἐπαμεινώνδας εἰπών, ὥς φασιν, ἣδιστον αὐτῷ γενέσθαι τὸ τοὺς τεκόντας ζῶντας <milestone n="20" unit="tlnum"/> ἐπιδεῖν τὸ ἐν Λεύκτροις τρόπαιον αὐτοῦ στρατηγοῦντος. <milestone n="1098b" unit="stephpage" xml:id="stephpage-1098b"/> παραβάλωμεν οὖν τῇ Ἐπαμεινώνδου μητρὶ τὴν Ἐπικούρου, χαίρουσαν ὅτι τὸν υἱὸν ἐπεῖδεν εἰς <pb xml:id="v.6.p.395"/> τὸ κηπίδιον ἐνδεδυκότα καὶ κοινῇ μετὰ τοῦ Πολυαίνου παιδοποιούμενον ἐκ τῆς Κυζικηνῆς ἑταίρας. τὴν μὲν γὰρ Μητροδώρου μητέρα καὶ τὴν ἀδελφὴν ὡς ὑπερέχαιρον ἐπὶ τοῖς γάμοις αὐτοῦ καὶ ταῖς πρὸς <milestone n="5" unit="tlnum"/> τὸν ἀδελφὸν ἀντιγραφαῖς, ἐκ τῶν βιβλίων δήπου δῆλόν ἐστιν. <q>ἀλλʼ <q>ἡδέως τε βεβιωκέναι καὶ βρυάζειν καὶ καθυμνεῖν τὸν ἑαυτῶν βίον ἐκκραυγάζοντες λέγουσι.</q> καὶ γὰρ οἱ θεράποντες ὅταν Κρόνια δειπνῶσιν ἢ Διονύσια κατʼ ἀγρὸν ἄγωσι περιιόντες, <milestone n="10" unit="tlnum"/> οὐκ ἂν αὐτῶν τὸν ὀλολυγμὸν ὑπομείναις καὶ τὸν <milestone n="1098c" unit="stephpage" xml:id="stephpage-1098c"/> θόρυβον, ὑπὸ χαρμονῆς καὶ ἀπειροκαλίας τοιαῦτα ποιούντων καὶ φθεγγομένων <quote rend="blockquote"><l>κλίθητι καὶ πίωμεν· οὐ καὶ σιτία </l><l> πάρεστιν, ὦ δύστηνε; μὴ σαυτῷ φθόνει. <milestone n="15" unit="tlnum"/> </l><l>οἱ δʼ εὐθὺς ἠλάλαξαν, ἐν δʼ ἐκίρνατο </l><l>οἶνος· φέρων δὲ στέφανον ἀμφέθηκέ τις· </l><l> ὑμνεῖτο δʼ αἰσχρῶς, κλῶνα πρὸς καλὸν δάφνης, </l><l>ὁ Φοῖβος οὐ προσῳδά τὴν τʼ ἐν αὐλίῳ </l><l>νόθον τις ἐξέκλαξε σύγκοιτον φίλην.</l></quote> <milestone n="20" unit="tlnum"/> ἦ γὰρ οὐ τούτοις ἔοικε τὰ Μητροδώρου πρὸς τὸν ἀδελφὸν γράφοντος; οὐδὲν δεῖ σῴζειν τοὺς; Ἕλληνας οὐδʼ ἐπὶ σοφίᾳ στεφάνων παρʼ αὐτῶν τυγχάνειν, ἀλλʼ ἐσθίειν καὶ πίνειν οἶνον, ὦ Τιμόκρατες, <pb xml:id="v.6.p.396"/> ἀβλαβῶς <milestone n="1098d" unit="stephpage" xml:id="stephpage-1098d"/> τῇ γαστρὶ καὶ κεχαρισμένως.</q> καὶ πάλιν πού φησιν ἐν τοῖς αὐτοῖς γράμμασιν ὡς <q>καὶ ἐχάρην καὶ ἐθρασυνάμην, ὅτι ἔμαθον παρʼ Ἐπικούρου ὀρθῶς γαστρὶ χαρίζεσθαι.</q> καὶ <q>περὶ γαστέρα γάρ, ὦ φυσιολόγε <milestone n="5" unit="tlnum"/>Τιμόκρατες, τἀγαθόν.</q> </q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>