<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2:15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg139.perseus-grc2" type="edition" xml:lang="grc"><div n="15" subtype="section" type="textpart"><milestone n="1096f" unit="stephpage" xml:id="stephpage-1096f"/><p rend="indent">κἀγὼ πρὸς αὐτὸν <q>οὐχ ἡμῖν γε κριταῖς</q> <milestone n="10" unit="tlnum"/>ἔφην <q>ἀλλὰ πάσης ἀφεῖσαι τῆς ἐπηρείας, ὥστε θαρρῶν τὰ λοιπὰ τοῦ λόγου πέραινε</q> <q>πῶς;</q> εἶπεν· <q>οὐ γὰρ Ἀριστόδημος ἡμᾶς, εἰ σὺ παντάπασιν <milestone n="1097a" unit="stephpage" xml:id="stephpage-1097a"/> ἀπηγόρευκας, διαδέξεται;</q> <q>πάνυ μὲν οὖν, εἶπεν ὁ Ἀριστόδημος, ὅταν ἀποκάμῃς, ὥσπερ οὗτος· ἔτι δʼ <milestone n="15" unit="tlnum"/> ἀκμάζων, ὦ μακάριε, χρῆσαι σεαυτῷ, ὡς μὴ δοκῇς ἀπομαλθακίζεσθαι.</q> <q>καὶ μήν</q> ὁ Θέων εἶπε <q>πάνυ ῥᾴδιόν ἐστι τὸ λειπόμενον· λείπεται δὲ τὸ πρακτικὸν ὅσας ἡδονὰς ἔχει διελθεῖν. αὐτοὶ δὲ δήπου λέγουσιν ὡς <q>τὸ εὖ ποιεῖν ἣδιόν ἐστι τοῦ εὖ <milestone n="20" unit="tlnum"/> πάσχειν</q> εὖ δὲ ποιεῖν ἔστι μὲν ἀμέλει καὶ διὰ λόγων, τὸ δὲ πλεῖστον ἐν πράξει καὶ μέγιστον; ὡς τοὔνομα τῆς εὐεργεσίας ὑφηγεῖται καὶ μαρτυροῦσιν αὐτοί. μικρῷ γὰρ ἔμπροσθεν ἠκούομεν, ἔφη, τούτου λέγοντος, οἵας φωνὰς ἀφῆκεν Ἐπίκουρος, οἷα <milestone n="25" unit="tlnum"/> <milestone n="1097b" unit="stephpage" xml:id="stephpage-1097b"/> δὲ γράμματα τοῖς φίλοις ἔπεμψεν, ὑμνῶν καὶ <pb xml:id="v.6.p.392"/> μεγαλύνων Μητρόδωρον, ὡς ʼ <q>εὖ τε καὶ νεανικῶς ἐξ ἄστεως ἅλαδε κατέβη Μιθρῇ τῷ Σύρῳ βοηθήσωνʼ</q> καὶ ταῦτα, πράξαντος οὐδὲν τότε τοῦ Μητροδώρου. τίνας οὖν οἰόμεθα καὶ πηλίκας ἡδονὰς εἶναι τὰς <milestone n="5" unit="tlnum"/>Πλάτωνος, ὁπηνίκα Δίων ὁρμήσας ἀπʼ αὐτοῦ κατέλυσε Διονύσιον καὶ Σικελίαν ἠλευθέρωσε; τίνας δʼ Ἀριστοτέλους, ὅτε τὴν πατρίδα κειμένην ἐν ἐδάφει πάλιν ἀνέστησε καὶ κατήγαγε τοὺς πολίτας; τίνας δὲ Θεοφράστου καὶ Φανίου τοὺς τῆς πατρίδος <milestone n="10" unit="tlnum"/> <milestone n="1097c" unit="stephpage" xml:id="stephpage-1097c"/> ἐκκοψάντων τυράννους; ἰδίᾳ μὲν γὰρ ὅσοις ἐβοήθησαν ἀνδράσιν, οὐ πυροὺς διαπέμποντες οὐδʼ ἀλφίτων μέδιμνον, ὡς Ἐπίκουρος ἐνίοις ἔπεμψεν, ἀλλὰ φεύγοντας διαπραξάμενοι κατελθεῖν καὶ δεδεμένους λυθῆναι καὶ τέκνα καὶ γυναῖκας ἐστερημένους ἀπολαβεῖν, <milestone n="15" unit="tlnum"/> τί ἂν λέγοι τις ὑμῖν ἀκριβῶς εἰδόσιν; ἀλλὰ τὴν ἀτοπίαν οὐδὲ βουλόμενον ἔστι τἀνθρώπου παρελθεῖν, τὰς μὲν Θεμιστοκλέους καὶ Μιλτιάδου πράξεις ὑπὸ πόδας τιθεμένου καὶ κατευτελίζοντος, ὑπὲρ ἑαυτοῦ δὲ ταυτὶ τοῖς φίλοις γράφοντος <q>δαιμονίως <milestone n="20" unit="tlnum"/> τε καὶ μεγαλοπρεπῶς ἐπεμελήθητε ἡμῶν τὰ περὶ τὴν τοῦ σίτου κομιδὴν καὶ οὐρανομήκη σημεῖα <milestone n="1097d" unit="stephpage" xml:id="stephpage-1097d"/> ἐνδέδειχθε τῆς πρὸς ἐμὲ εὐνοίας.</q> ὥστʼ, εἴ τις ἐξεῖλε τὸ σιτάριον ἐκ τῆς ἐπιστολῆς τοῦ φιλοσόφου, <pb xml:id="v.6.p.393"/> δόξαν ἂν παραστῆσαι τὰ ῥήματα τῆς χάριτος, ὡς ὑπὲρ τῆς Ἑλλάδος ὅλης ἢ τοῦ δήμου τῶν Ἀθηναίων ἐλευθερωθέντος ἢ σωθέντος γραφομένης.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>