<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:6-7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:6-7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">ἔτι δόγμα Ζήνωνός ἐστιν <q>ἱερὰ θεῶν μὴ οἰκοδομεῖν ἱερὸν γὰρ μὴ πολλοῦ ἄξιον καὶ ἅγιον οὐκ ἔστιν· οἰκοδόμων δʼ ἔργον καὶ βαναύσων οὐδέν <milestone unit="tlnum" n="10"/> ἐστι πολλοῦ ἄξιον.</q> οἱ δὲ ταῦτʼ ἐπαινοῦντες ὡς <milestone unit="stephpage" xml:id="stephpage-1034c" n="1034c"/> εὖ ἔχοντα μυοῦνται μὲν ἐν ἱεροῖς, ἀναβαίνουσι δʼ εἰς ἀκρόπολιν, προσκυνοῦσι δὲ τὰ ἕδη καὶ στεφανοῦσι τοὺς ναούς, οἰκοδόμων ὄντας ἔργα καὶ βαναύσων ἀνθρώπων. εἶτα τοὺς Ἐπικουρείους ἐλέγχεσθαι <milestone unit="tlnum" n="15"/> δοκοῦσι θύοντας θεοῖς, αὐτοὶ δὲ μᾶλλον ἐλέγχονται θύοντας ἐπὶ τῶν βωμῶν καὶ τῶν ἱερῶν, ἃ μήτʼ εἶναι μήτʼ οἰκοδομεῖσθαι δεῖν ἀξιοῦσιν. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">ἀρετὰς; ὁ Ζήνων ἀπολείπει πλείονας κατὰ διαφοράς, ὥσπερ ὁ Πλάτων, οἷον φρόνησιν ἀνδρείαν <milestone unit="tlnum" n="20"/> σωφροσύνην δικαιοσύνην, ὡς ἀχωρίστους μὲν οὔσας ἑτέρας δὲ καὶ διαφερούσας ἀλλήλων. πάλιν δὲ ὁριζόμενος αὐτῶν ἑκάστην τὴν μὲν ἀνδρείαν φησὶ φρόνησιν εἶναι ἑν ὑπομενετέοις τὴν δὲ σωφροσύνην φρόνησιν ἐν αἱρετέοις τὴν δὲ δικαιοσύνην φρόνησιν <pb xml:id="v.6.p.218"/> <milestone unit="stephpage" xml:id="stephpage-1034d" n="1034d"/> ἐν ἀπονεμητέοις, ὡς μίαν οὖσαν ἀρετὴν ταῖς δὲ πρὸς τὰ πράγματα σχέσεσι κατὰ τὰς ἐνεργείας διαφέρειν δοκοῦσαν. οὐ μόνον δʼ ὁ Ζήνων περὶ ταῦτα φαίνεται αὑτῷ μαχόμενος, ἀλλὰ καὶ Χρύσιππος <milestone unit="tlnum" n="5"/>Ἀρίστωνι μὲν ἐγκαλῶν ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι, Ζήνωνι δὲ συνηγορῶν οὕτως ὁριζομένῳ τῶν ἀρετῶν ἑκάστην. ὁ δὲ Κλεάνθης ἐν Ὑπομνήμασι Φυσικοῖς εἰπὼν ὅτι <q>πληγὴ πυρὸς ὁ τόνος ἐστί, κἂν ἱκανὸς ἐν τῇ ψυχῇ γένηται πρὸς <milestone unit="tlnum" n="10"/> τὸ ἐπιτελεῖν τὰ ἐπιβάλλοντα, ἰσχὺς καλεῖται καὶ κράτος·</q> ἐπιφέρει κατὰ λέξιν <q>ἡ δʼ ἰσχὺς αὕτη καὶ τὸ κράτος, ὅταν μὲν ἑν τοῖς φανεῖσιν ἐμμενετέοις ἐγγένηται, ἐγκράτειά ἐστιν, ὅταν δʼ ἐν τοῖς ὑπομενετέοις, <milestone unit="stephpage" xml:id="stephpage-1034e" n="1034e"/> ἀνδρεία· περὶ τὰς ἀξίας δὲ δικαιοσύνη <milestone unit="tlnum" n="15"/> περὶ δὲ τὰς αἱρέσεις καὶ ἐκκλίσεις σωφροσύνη.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>