<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:44-45</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:44-45</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="44"><p rend="indent"><milestone unit="tlnum" n="5"/> ὅτι τοῦ κόσμου κενὸν ἐκτὸς ἄπειρόν ἐστι, τὸ δʼ ἄπειρον οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχει πολλάκις ὑπʼ αὐτοῦ λέγεται. καὶ τούτῳ μάλιστα τὴν λεγομένην ὑπʼ Ἐπικούρου τῆς ἀτόμου κάτω φορὰν ἐξ αὑτῆς ἀναιροῦσιν, οὐκ οὔσης ἐν ἀπείρῳ <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-1054c" n="1054c"/> διαφορᾶς, καθʼ ἣν τὸ μὲν ἄνω τὸ δὲ κάτω νοεῖται γιγνόμενον. ἀλλʼ ἔν γε τῷ τετάρτῳ περὶ Δυνατῶν μέσον τινὰ τόπον καὶ μέσην χώραν ὑποθέμενος ἐνταῦθά φησιν ἱδρῦσθαι τὸν κόσμον ἔστι δʼ ἡ λέξις αὕτη <q>διὸ καὶ ἐπὶ τοῦ κόσμου εἰ ῥητέον αὐτὸν <milestone unit="tlnum" n="15"/> φθαρτὸν εἶναι, λόγου οἴομαι δεῖσθαι. οὐ μὴν ἀλλὰ καὶ μᾶλλον ἐμοὶ φαίνεται οὕτως ἔχειν. οἱονεὶ δʼ εἰς τὴν ὥσπερ ἀφθαρσίαν πολύ τι αὐτῷ συνεργεῖ καὶ ἡ τῆς χώρας; κατάληψις, οἷον διὰ τὸ ἐν μέσῳ <milestone unit="stephpage" xml:id="stephpage-1054d" n="1054d"/> εἶναι· ἐπεί, εἰ ἀλλαχῆ νοηθείη ὤν, καὶ παντελῶς <milestone unit="tlnum" n="20"/> ἂν αὐτῷ συνάπτοι ἡ φθορά.</q> καὶ μετὰ μικρὸν αὖθις <q>οὕτω γάρ πως καὶ ἡ οὐσία συντέτευχεν ἀιδίως τὸν μέσον κατειληφυῖα τόπον, εὐθὺς τοιάδε τις οὖσα, ὥστε καθʼ ἕτερον τρόπον, ἀλλὰ καὶ διὰ <pb xml:id="v.6.p.272"/> τὴν συντυχίαν μὴ ἐπιδέχεσθαι αὐτὴν φθοράν, καὶ κατὰ τοῦτʼ αὐτὸ εἶναι ἀίδιον.</q> ταῦτα μίαν μὲν ἔχει καταφανῆ καὶ βλεπομένην ἐναντίωσιν, ἐν ἀπείρῳ μέσον τινὰ τόπον καὶ μέσην χώραν ἀπολείποντος· <milestone unit="tlnum" n="5"/> δευτέραν δʼ ἀδηλοτέραν μὲν ἀλογωτέραν δὲ ταύτης;. οἰόμενος γὰρ οὐκ ἂν ἄφθαρτον διαμένειν τὸν κόσμον, εἰ κατʼ ἄλλο μέρος αὐτῷ τοῦ κενοῦ συντέτευχε γενέσθαι τὴν ἵδρυσιν, δῆλός ἐστι δεδιὼς μή, τῶν <milestone unit="stephpage" xml:id="stephpage-1054e" n="1054e"/> μερῶν τῆς οὐσίας ἐπὶ τὸ μέσον φερομένων, διάλυσις <milestone unit="tlnum" n="10"/> καὶ φθορὰ τοῦ κόσμου γένοιτο. ταῦτα δʼ οὐκ ἂν ἐφοβεῖτο, μὴ φύσει τὰ σώματα φέρεσθαι πανταχόθεν ἐπὶ τὸ μέσον ἡγούμενος οὐ τῆς οὐσίας ἀλλὰ τῆς περιεχούσης τὴν οὐσίαν χώρας. περὶ οὗ καὶ πολλάκις εἴρηκεν ὡς <q>ἀδυνάτου καὶ παρὰ φύσιν ὄντος· οὐ <milestone unit="tlnum" n="15"/> γὰρ ὑπάρχειν ἐν τῷ κενῷ διαφοράν, ἣ τὰ σώματα δευρὶ μᾶλλον ἢ δευρὶ προσάγεται· τὴν δὲ τοῦ κόσμου τούτου σύνταξιν αἰτίαν εἶναι τῆς κινήσεως ἐπὶ τὸ κέντρον καὶ τὸ μέσον αὐτοῦ νευόντων καὶ φερομένων πανταχόθεν</q> ἀρκεῖ δʼ εἰς τοῦτο παραθέσθαι <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1054f" n="1054f"/> λέξιν ἐκ τοῦ δευτέρου περὶ Κινήσεως. ὑπειπὼν γὰρ ὅτι <q>τέλεον μὲν ὁ κόσμος σῶμά ἐστιν, οὐ τέλεα δὲ τὰ τοῦ κόσμου μέρη τῷ πρὸς τὸ ὅλον πως ἔχειν καὶ μὴ καθʼ αὑτὰ εἶναι·</q> καὶ περὶ τῆς κινήσεως αὐτοῦ διελθὼν ὡς <q>ἐπὶ τὴν συμμονὴν καὶ <milestone unit="tlnum" n="25"/> τὴν συνοχὴν τὴν ἑαυτοῦ κινεῖσθαι διὰ τῶν μερῶν πάντων πεφυκότος, οὐκ ἐπὶ τὴν διάλυσιν καὶ τὴν θρύψιν;</q> ταῦτʼ ἐπείρηκεν <q>οὕτω δὲ τοῦ ὅλου <pb xml:id="v.6.p.273"/> τεινομένου εἰς ταὐτὸ καὶ κινουμένου καὶ τῶν μορίων ταύτην τὴν κίνησιν ἐχόντων ἐκ τῆς τοῦ σώματος <milestone unit="stephpage" xml:id="stephpage-1055a" n="1055a"/> φύσεως, πιθανὸν πᾶσι τοῖς σώμασιν εἶναι τὴν πρώτην κατὰ φύσιν κίνησιν πρὸς τὸ τοῦ κόσμου <milestone unit="tlnum" n="5"/> μέσον, τῷ μὲν κόσμῳ οὑτωσὶ κινουμένῳ πρὸς αὑτόν, τοῖς δὲ μέρεσιν ὡς ἂν μέρεσιν οὖσιν</q> εἶτα, φήσαι τις ἄν, ὦ ἄνθρωπε, τί παθὼν ἐπελάθου τῶν λόγων τούτων, ὥστε τὸν κόσμον, εἰ μὴ τὴν μέσην χώραν ἐκ τύχης κατειλήφει, διαλυτὸν καὶ φθαρτὸν ἀποφαίνειν; <milestone unit="tlnum" n="10"/> εἰ γὰρ αὐτός γε νεύειν ἐπὶ τὸ αὑτοῦ μέσον ἀεὶ πέφυκε καὶ τὰ μέρη πρὸς τοῦτο κατατείνειν πανταχόθεν, ὅποι ποτʼ ἂν τοῦ κενοῦ μετατεθῇ, συνέχων ἑαυτὸν οὕτω καὶ περιστέλλων, ἄφθαρτος <milestone unit="stephpage" xml:id="stephpage-1055b" n="1055b"/> καὶ ἄθρυπτος διαμενεῖ· τὰ γὰρ θρυπτόμενα καὶ <milestone unit="tlnum" n="15"/> σκεδαννύμενα τοῦτο πάσχει διακρίσει τῶν μερῶν ἑκάστου καὶ διαλύσει πρὸς τὸν οἰκεῖον τόπον ἐκ τοῦ παρὰ φύσιν ἀπορρέοντος σὺ δὴ κατʼ ἄλλο τοῦ κενοῦ τεθέντα τὸν κόσμον οἰόμενος οὕτω παντελεῖ συνάπτεσθαι φθορᾷ καὶ λέγων οὕτω καὶ διὰ τοῦτο <milestone unit="tlnum" n="20"/> μέσον ἐν τῷ μηδὲν ἔχειν πεφυκότι μέσον ζητῶν ἀπείρῳ, τὰς μὲν τάσεις καὶ τὰς συνοχὰς καὶ νεύσεις ἐκείνας, ὡς οὐδὲν ἐχέγγυον εἰς σωτηρίαν ἐχούσας, ἀφῆκας, τῇ δὲ καταλήψει τοῦ τόπου τὴν σύμπασαν αἰτίαν τῆς διαμονῆς ἀνέθηκας. καίτοι τοῖς προειρημένοις <milestone unit="tlnum" n="25"/> ταυτὶ συνάπτεις, ὥσπερ αὐτὸς σεαυτὸν <milestone unit="stephpage" xml:id="stephpage-1055c" n="1055c"/> ἐξελέγξαι φιλοτιμούμενος· <q>ὃν τρόπον δὲ κινεῖται ἕκαστον τῶν μορίων συμφυὲς ὂν τῷ λοιπῷ, εὔλογον <pb xml:id="v.6.p.274"/> οὕτω καὶ καθʼ αὑτὸ κινεῖσθαι, καὶ εἰ λόγου χάριν νοήσαιμεν αὐτὸ καὶ ὑποθοίμεθα εἶναι ἐν κενῷ τινι τοῦ κόσμου τούτου· ὡς γὰρ ἂν συνεχόμενον πάντοθεν ἐκινεῖτο ἐπὶ τὸ μέσον, μενεῖ ἐν τῇ κινήσει ταύτῃ, <milestone unit="tlnum" n="5"/> κἂν λόγου χάριν ἐξαίφνης περὶ αὐτὸ γένηται κενόν.</q> εἶτα μέρος μὲν ὁτιοῦν ὑπὸ κενοῦ περιληφθὲν οὐκ ἀποβάλλει τὴν ἐπὶ τὸ τοῦ κόσμου μέσον ἄγουσαν ῥοπήν· αὐτὸς δʼ ὁ κόσμος, ἂν μὴ τὴν μέσην παρασκευάσῃ χώραν αὐτῷ τὸ αὐτόματον, ἀπολεῖ τὸν <milestone unit="tlnum" n="10"/> συνεκτικὸν τόνον, ἄλλοις ἀλλαχόσε τῆς οὐσίας αὐτοῦ μέρεσι φερόμενος. </p></div><div type="textpart" subtype="section" n="45"><p rend="indent">καὶ ταῦτα μὲν ἔχει μεγάλας ὑπεναντιώσεις <milestone unit="stephpage" xml:id="stephpage-1055d" n="1055d"/> πρὸς τὸν φυσικὸν λόγον· ἐκεῖνο δʼ ἤδη καὶ πρὸς τὸν περὶ θεοῦ καὶ προνοίας, τὸ τὰ μικρότατα τῶν <milestone unit="tlnum" n="15"/> αἰτίων τούτοις ἀνατιθέντα τὸ κυριώτατον ἀφαιρεῖσθαι καὶ μέγιστον. τί γάρ ἐστι κυριώτερον τῆς τοῦ κόσμου διαμονῆς καὶ τοῦ τὴν οὐσίαν ἡνωμένην τοῖς μέρεσι συνέχεσθαι πρὸς αὑτήν; ἀλλὰ τοῦτό γε συμπέπτωκεν αὐτομάτως κατὰ Χρύσιππον. εἰ γὰρ <milestone unit="tlnum" n="20"/> ἡ τοῦ τόπου κατάληψις αἰτία τῆς ἀφθαρσίας ἐστὶν αὕτη δὲ συντυχίᾳ γέγονε, δῆλον ὅτι συντυχίας ἔργον ἡ σωτηρία τῶν ὅλων ἐστίν, οὐχ εἱμαρμένης καὶ προνοίας. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>