<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:40-41</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:40-41</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="40"><p rend="indent">δεύτερον τοίνυν ἡ τῶν θεῶν ἔννοια περιέχει τὸ εὔδαιμον καὶ μακάριον καὶ αὐτοτελές. διὸ καὶ τὸν Εὐριπίδην ἐπαινοῦσιν εἰπόντα <quote rend="blockquote"><l>δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς; θεός, <milestone unit="tlnum" n="5"/> </l><l> οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.</l></quote> ἀλλʼ ὅ γε Χρύσιππος, ἐν οἷς παρεθέμην, αὐτάρκη <milestone unit="stephpage" xml:id="stephpage-1052f" n="1052f"/> μόνον εἶναι τὸν κόσμον φησὶ διὰ τὸ μόνον ἐν αὑτῷ πάντʼ ἔχειν ὧν δεῖται. τί οὖν ἕπεται τῷ μόνον αὐτάρκη τὸν κόσμον εἶναι; τὸ μήτε τὸν ἣλιον αὐτάρκη <milestone unit="tlnum" n="10"/> μήτε τὴν σελήνην εἶναι μήτε ἄλλον τινὰ τῶν θεῶν, αὐτάρκεις δὲ μὴ ὄντες οὐκ ἂν εἶεν εὐδαίμονες οὐδὲ μακάριοι. </p></div><div type="textpart" subtype="section" n="41"><p rend="indent"><q>τὸ βρέφος ἐν τῇ γαστρὶ φύσει τρέφεσθαι νομίζει καθάπερ φυτόν· ὅταν δὲ τεχθῇ, ψυχόμενον <milestone unit="tlnum" n="15"/> ὑπὸ τοῦ ἀέρος καὶ στομούμενον τὸ πνεῦμα μεταβάλλειν καὶ γίγνεσθαι ζῷον· ὅθεν οὐκ ἀπὸ τρόπου τὴν ψυχὴν ὠνομάσθαι παρὰ τὴν ψῦξιν</q> αὐτὸς δὲ πάλιν τὴν ψυχὴν ἀραιότερον πνεῦμα τῆς φύσεως <milestone unit="stephpage" xml:id="stephpage-1053a" n="1053a"/> καὶ λεπτομερέστερον ἡγεῖται μαχόμενος ἑαυτῷ. <milestone unit="tlnum" n="20"/> πῶς γὰρ οἷόν τε λεπτομερὲς ἐκ παχυμεροῦς καὶ ἀραιὸν γενέσθαι κατὰ περίψυξιν καὶ πύκνωσιν; ὃ δὲ μεῖζόν ἐστι, πῶς περιψύξει γίγνεσθαι τὸ ἔμψυχον ἀποφαινόμενος ἔμψυχον ἡγεῖται τὸν ἥλιον, πύρινον ὄντα καὶ γεγενημένον ἐκ τῆς ἀναθυμιάσεως εἰς πῦρ <pb xml:id="v.6.p.268"/> μεταβαλούσης; λέγει γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως <q>ἡ δὲ πυρὸς μεταβολή ἐστι τοιαύτη· διʼ ἀέρος εἰς ὕδωρ τρέπεται· κἀκ τούτου, γῆς ὑφισταμένης, ἀὴρ ἀναθυμιᾶται· λεπτυνομένου δὲ τοῦ ἀέρος, ὁ αἰθὴρ <milestone unit="tlnum" n="5"/> περιχεῖται κύκλῳ, οἱ δʼ ἀστέρες ἐκ θαλάσσης μετὰ τοῦ ἡλίου ἀνάπτονται</q> τί οὖν ἀνάψει περιψύξεως <milestone unit="stephpage" xml:id="stephpage-1053b" n="1053b"/> ἐναντιώτερον ἢ διαχύσει πυκνώσεως; τὰ μὲν ὕδωρ καὶ γῆν ἐκ πυρὸς καὶ ἀέρος ποιεῖ, τὰ δʼ εἰς πῦρ καὶ ἀέρα τρέπει τὸ ὑγρὸν καὶ γεῶδες. ἀλλʼ ὅμως <milestone unit="tlnum" n="10"/> ὅπου μὲν τὴν ἄναψιν ὅπου δὲ τὴν περίψυξιν ἀρχὴν ἐμψυχίας ποιεῖ. καὶ μὴν ὅταν ἐκπύρωσις γένηται, διόλου ζῆν καὶ ζῷον τὸν κόσμον εἶναί φησι σβεννύμενον δʼ αὖθις καὶ παχυνόμενον εἰς ὕδωρ καὶ γῆν καὶ τὸ σωματοειδὲς τρέπεσθαι. λέγει δʼ ἐν τῷ <milestone unit="tlnum" n="15"/> πρώτῳ περὶ Προνοίας <q>διόλου μὲν γὰρ ὢν ὁ κόσμος πυρώδης εὐθὺς καὶ ψυχή ἐστιν ἑαυτοῦ καὶ ἡγεμονικόν ὅτε δὲ μεταβαλὼν εἴς τὸ ὑγρὸν καὶ τὴν <milestone unit="stephpage" xml:id="stephpage-1053c" n="1053c"/> ἐναπολειφθεῖσαν ψυχὴν τρόπον τινὰ εἰς σῶμα καὶ ψυχὴν μετέβαλεν ὥστε συνεστάναι ἐκ τούτων, ἄλλον <milestone unit="tlnum" n="20"/> τινὰ ἔσχε λόγον</q> ἐνταῦθα δήπου σαφῶς τῇ μὲν ἐκπυρώσει καὶ τὰ ἄψυχα τοῦ κόσμου φησὶν εἰς τὸ ἔμψυχον τρέπεσθαι· τῇ δὲ σβέσει πάλιν καὶ τὴν ψυχὴν ἀνίεσθαι καὶ ἀνυγραίνεσθαι, μεταβάλλουσαν εἰς τὸ σωματοειδές. ἄτοπος οὖν φαίνεται τῇ περιψύξει <milestone unit="tlnum" n="25"/> νῦν μὲν ἐξ ἀναισθήτων ποιῶν ἔμψυχα, νῦν <pb xml:id="v.6.p.269"/> δʼ εἰς ἀναίσθητα καὶ ἄψυχα μεταβάλλων τὸ πλεῖστον μέρος τῆς τοῦ κόσμου ψυχῆς. ἄνευ δὲ τούτων ὁ περὶ ψυχῆς γενέσεως αὐτῷ λόγος μαχομένην ἔχει πρὸς τὸ δόγμα τὴν ἀπόδειξιν. <q>γίγνεσθαι μὲν γάρ <milestone unit="tlnum" n="5"/> φησι τὴν ψυχήν, ὅταν τὸ βρέφος ἀποτεχθῇ, καθάπερ στομώσει τῇ περιψύξει τοῦ πνεύματος μεταβαλόντος·</q> ἀποδείξει δὲ χρῆται <q>τοῦ γεγονέναι τὴν ψυχὴν καὶ μεταγενεστέραν εἶναι μάλιστα τῷ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐξομοιοῦσθαι τὰ τέκνα τοῖς γονεῦσι.</q> <milestone unit="tlnum" n="10"/> βλέπεται δʼ ἡ τούτων ἐναντίωσις· οὐ γὰρ οἷόν τε τὴν ψυχὴν πρὸ τῆς ἀποκυήσεως ἠθοποιεῖσθαι, γιγνομένην μετὰ τὴν ἀποκύησιν ἢ συμβήσεται, πρὶν ἢ γενέσθαι ψυχήν, ὁμοίαν εἶναι ψυχῇ, τουτέστι καὶ εἶναι τῇ ὁμοιότητι καὶ μὴ εἶναι διὰ τὸ μήπω γεγονέναι. <milestone unit="tlnum" n="15"/> εἰ δὲ φήσει τις ὅτι, ταῖς κράσεσι τῶν σωμάτων <milestone unit="stephpage" xml:id="stephpage-1053e" n="1053e"/> ἐγγιγνομένης τῆς ὁμοιότητος, αἱ ψυχαὶ γενόμεναι μεταβάλλουσι, διαφθείρει τὸ τεκμήριον τοῦ γεγονέναι τὴν ψυχήν· ἐνδέχεται γὰρ οὕτω καὶ ἀγένητον οὖσαν, ὅταν ἐπεισέλθῃ, μεταβάλλειν τῇ κράσει τῆς <milestone unit="tlnum" n="20"/> ὁμοιότητος. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>