<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:39</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:39</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="39"><p rend="indent">καὶ μὴν ἐν τῷ τρίτῳ περὶ Θεῶν ὁ Χρύσιππος <milestone unit="tlnum" n="20"/> περὶ τοῦ τρέφεσθαι τοὺς ἄλλους θεοὺς τάδε <milestone unit="stephpage" xml:id="stephpage-1052c" n="1052c"/> λέγει <q>τροφῇ τε οἱ μὲν ἄλλοι θεοὶ χρῶνται, παραπλησίως συνεχόμενοι διʼ αὐτήν· ὁ δὲ Ζεὺς καὶ ὁ κόσμος καθʼ ἕτερον τρόπον ἀναλισκομένων καὶ ἐκ <pb xml:id="v.6.p.266"/> πυρὸς γινομένων</q> ἐνταῦθα μὲν οὖν ἀποφαίνεται πάντας τοὺς ἄλλους θεοὺς τρέφεσθαι, πλὴν τοῦ κόσμου καὶ τοῦ Διός· ἐν δὲ τῷ πρώτῳ περὶ Προνοίας <q>τὸν Δία φησὶν αὔξεσθαι, μέχρι ἂν εἰς αὑτὸν <milestone unit="tlnum" n="5"/> ἅπαντα καταναλώσῃ. ἐπεὶ γὰρ ὁ θάνατος μέν ἐστι χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος, ἡ δὲ τοῦ κόσμου ψυχὴ οὐ χωρίζεται μὲν αὔξεται δὲ συνεχῶς μέχρι ἂν εἰς ἑαυτὴν καταναλώσῃ τὴν ὕλην, οὐ ῥητέον ἀποθνήσκειν τὸν κόσμον</q> τίς ἂν οὖν ἐναντιώτερα <milestone unit="tlnum" n="10"/> λέγων ἑαυτῷ φανείη τοῦ τὸν αὐτὸν θεὸν νῦν μὲν <milestone unit="stephpage" xml:id="stephpage-1052d" n="1052d"/> αὔξεσθαι νῦν δὲ μὴ τρέφεσθαι λέγοντος; καὶ τοῦτʼ οὐ δεῖ συλλογίζεσθαι· σαφῶς γὰρ αὐτὸς ἐν τῷ αὐτῷ γέγραφεν <q>αὐτάρκης δʼ εἶναι λέγεται μόνος ὁ κόσμος διὰ τὸ μόνος ἐν αὑτῷ πάντʼ ἔχειν ὧν δεῖται· καὶ <milestone unit="tlnum" n="15"/> τρέφεται ἐξ αὑτοῦ καὶ αὔξεται, τῶν ἄλλων μορίων εἰς ἄλληλα καταλλαττομένων</q> οὐ μόνον οὖν ἐν ἐκείνοις τοὺς ἄλλους θεοὺς ἀποφαίνων τρεφομένους, πλὴν τοῦ κόσμου καὶ τοῦ Διός, ἐν τούτοις δὲ καὶ τὸν κόσμον λέγων τρέφεσθαι, μάχεται πρὸς ἑαυτόν· <milestone unit="tlnum" n="20"/> ἀλλʼ ἔτι μᾶλλον, ὅτι τὸν κόσμον αὔξεσθαί φησιν <milestone unit="stephpage" xml:id="stephpage-1052e" n="1052e"/> ἐξ ἑαυτοῦ τρεφόμενον. τοὐναντίον δʼ εἰκὸς ἦν τοῦτον μόνον μὴ αὔξεσθαι τὴν αὑτοῦ φθίσιν ἔχοντα τροφήν, τοῖς δʼ ἄλλοις θεοῖς ἔξωθεν τρεφομένοις ἐπίδοσιν γίγνεσθαι καὶ αὔξησιν καὶ μᾶλλον εἰς <milestone unit="tlnum" n="25"/> τούτους καταναλίσκεσθαι τὸν κόσμον, εἲ γʼ ἐκείνῳ μὲν ἐξ αὑτοῦ τούτοις δʼ ἀπʼ ἐκείνου λαμβάνειν ἀεὶ τι καὶ τρέφεσθαι συμβέβηκε. <pb xml:id="v.6.p.267"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>