<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:36-37</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:36-37</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="36"><p rend="indent">πάλιν ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης εἰπὼν <milestone unit="stephpage" xml:id="stephpage-1051b" n="1051b"/> περὶ τῶν θεῶν, ὡς ἐνισταμένων ἐνίοις ἀδικήμασι, <milestone unit="tlnum" n="15"/> <q>κακίαν δέ</q> φησὶ <q>καθόλου ἆραι οὔτε δυνατόν ἐστιν οὔτʼ ἔχει καλῶς; ἀρθῆναι</q> ἀλλʼ εἰ μὲν οὑκ ἔχει καλῶς ἀρθῆναι τὴν ἀνομίαν τὴν ἀδικίαν τὴν ἀβελτερίαν, οὐ τοῦ παρόντος ἐστὶ λόγου ζητεῖν· αὐτὸς δὲ τὴν κακίαν, ὅσον ἐφʼ ἑαυτῷ, διὰ τοῦ φιλοσοφεῖν <milestone unit="tlnum" n="20"/> ἀναιρῶν, ἣν οὐκ ἔχει καλῶς ἀναιρεῖν, μαχόμενὸν τι ποιεῖ καὶ τῷ λόγῳ καὶ τῷ θεῷ· πρὸς δὲ τούτοις λέγων ἐνίοις ἀδικήμασιν ἐνίστασθαι τὸν θεὸν ἔμφασιν πάλιν τῆς τῶν ἁμαρτημάτων δίδωσιν ἀνοσιότητος. </p></div><div type="textpart" subtype="section" n="37"><p rend="indent"><milestone unit="tlnum" n="25"/> ἔτι περὶ τοῦ μηδὲν ἐγκλητὸν εἶναι μηδὲ <pb xml:id="v.6.p.263"/> <milestone unit="stephpage" xml:id="stephpage-1051c" n="1051c"/> μεμπτὸν ἐν τῷ κόσμῳ, κατὰ τὴν ἀρίστην φύσιν ἁπάντων παραγομένων, πολλάκις γεγραφὼς ἔστιν ὅπου πάλιν ἐγκλητάς τινας ἀμελείας οὐ περὶ μικρὰ καὶ φαῦλα καταλείπει. ἐν γοῦν τῷ τρίτῳ περὶ Οὐσίας <milestone unit="tlnum" n="5"/> μνησθεὶς ὅτι συμβαίνει τινὰ τοῖς καλοῖς; κἀγαθοῖς τοιαῦτα <q>πότερον</q> φησὶν <q>ἀμελουμένων τινῶν, καθάπερ ἐν οἰκίαις μείζοσι παραπίπτει τινὰ πίτυρα καὶ ποσοὶ πυροί τινες, τῶν ὅλων εὖ οἰκονομουμένων· ἢ διὰ τὸ καθίστασθαι ἐπὶ τῶν τοιούτων <milestone unit="tlnum" n="10"/> δαιμόνια φαῦλα, ἐν οἷς τῷ ὄντι γίγνονται καὶ ἐγκλητέαι ἀμέλειαι;</q> φησὶ δὲ πολὺ καὶ τὸ τῆς ἀνάγκης μεμῖχθαι. τὸ μὲν οὖν τὰ τοιαῦτα συμπτώματα τῶν καλῶν κἀγαθῶν ἀνδρῶν, οἷον ἡ Σωκράτους καταδίκη καὶ ὁ Πυθαγόρου ζῶντος ἐμπρησμὸς ὑπὸ <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1051d" n="1051d"/> τῶν Κυλωνείων καὶ Ζήνωνος ὑπὸ Δημύλου τοῦ τυράννου καὶ Ἀντιφῶντος ὑπὸ Διονυσίου στρεβλουμένων ἀναιρέσεις, πιτύροις παραπίπτουσιν ἀπεικάζειν, ὅσης ἐστὶν εὐχερείας, ἐῶ· τὸ δὲ φαύλους δαίμονας ἐκ προνοίας ἐπὶ τὰς τοιαύτας ἐπιστασίας καθίστασθαι <milestone unit="tlnum" n="20"/> πῶς οὐκ ἔστιν ἔγκλημα τοῦ θεοῦ, καθάπερ βασιλέως κακοῖς καὶ ἐμπλήκτοις σατράπαις καὶ στρατηγοῖς διοικήσεις ἐπιτρέποντος καὶ περιορῶντος ὑπὸ τούτων ἀμελουμένους καὶ παροινουμένους τοὺς ἀρίστους; καὶ μὴν εἰ πολὺ τὸ τῆς ἀνάγκης· μέμικται τοῖς πράγμασιν <milestone unit="tlnum" n="25"/> οὔτε κρατεῖ πάντων ὁ θεὸς οὔτε πάντα κατὰ τὸν ἐκείνου λόγον διοικεῖται. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>