<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:35</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:35</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="35"><p rend="indent">ἀλλὰ μὴν <q>τὸν θεὸν κολάζειν φησὶ τὴν κακίαν καὶ πολλὰ ποιεῖν ἐπὶ κολάσει τῶν πονηρῶν·</q> ὥσπερ ἐν τῷ δευτέρῳ περὶ Θεῶν <q>ποτὲ μὲν τὰ δύσχρηστα συμβαίνειν φησὶ τοῖς ἀγαθοῖς οὐχ ὥσπερ <milestone unit="tlnum" n="15"/> τοῖς φαύλοις κολάσεως χάριν, ἀλλὰ κατʼ ἄλλην οἰκονομίαν ὥσπερ ἐν ταῖς πόλεσι.</q> καὶ πάλιν ἐν τούτοις <q>πρῶτον δὲ τῶν κακῶν παραπλησίως ἐστὶν ἀκουστέον τοῖς προειρημένοις· εἶθʼ ὅτι ταῦτʼ ἀπονέμεται <milestone unit="stephpage" xml:id="stephpage-1050f" n="1050f"/> κατὰ τὸν τοῦ Διὸς λόγον ἢτοι ἐπὶ κολάσει <milestone unit="tlnum" n="20"/> ἢ κατʼ ἄλλην ἔχουσάν πως πρὸς τὰ ὅλα οἰκονομίαν.</q> ἔστι μὲν οὖν καὶ τοῦτο δεινόν, τὸ καὶ γίγνεσθαι τὴν κακίαν καὶ κολάζεσθαι κατὰ τὸν τοῦ Διὸς λόγον. ἐπιτείνει δὲ τὴν ὑπεναντίωσιν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γράφων τάδε <q>ἡ δὲ κακία πρὸς τὰ δεινὰ <milestone unit="tlnum" n="25"/> συμπτώματα ἴδιὸν τινʼ ἔχει λόγον· γίγνεται μὲν γὰρ καὶ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵνʼ οὕτως εἴπω, οὐκ ἀχρήστως γίγνεται πρὸς τὰ <pb xml:id="v.6.p.262"/> ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν.</q> καὶ οὗτος ἐπιτιμᾷ <milestone unit="stephpage" xml:id="stephpage-1051a" n="1051a"/> τοῖς ἐπίσης πρὸς τἀναντία διαλεγομένοις, ὃς ὑπὸ τοῦ πάντως τι βούλεσθαι καὶ περὶ παντὸς εἰπεῖν ἴδιον καὶ περιττὸν οὐκ ἀχρήστως λέγει βαλλαντιοτομεῖν, <milestone unit="tlnum" n="5"/> συκοφαντεῖν καὶ ἀφραίνειν, οὐκ ἀχρήστως ἀχρήστους εἶναι, βλαβερούς, κακοδαίμονας. εἶτα ποῖός τις ὁ Ζεύς, λέγω δὲ τὸν Χρυσίππου, κολάζων πρᾶγμα μήτʼ ἀφʼ ἑαυτοῦ μήτʼ ἀχρήστως γιγνόμενον; ἡ μὲν γὰρ κακία πάντως ἀνέγκλητός ἐστι κατὰ τὸν <milestone unit="tlnum" n="10"/> τοῦ Χρυσίππου λόγον ὁ δὲ Ζεὺς ἐγκλητέος εἴτʼ ἄχρηστον οὖσαν τὴν κακίαν πεποίηκεν εἴτε, ποιήσας οὐκ ἀχρήστως, κολάζει. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>