<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:34</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:34</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="34"><p rend="indent">οὐ μὴν ἀλλʼ αὐτό γε τοῦτο τὸ νῦν ἐπαινούμενον οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρὶς ἀλλὰ μυριάκις <milestone unit="tlnum" n="10"/> ἔσται πρὸς Χρύσιππον εἰπεῖν <quote rend="blockquote">τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς.</quote> πρῶτον γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως τὸ ἀίδιον τῆς κινήσεως κυκεῶνι παρεικάσας, ἄλλα ἄλλως· στρέφοντι <milestone unit="stephpage" xml:id="stephpage-1050a" n="1050a"/> καὶ ταράσσοντι τῶν γιγνομένων, ταῦτʼ εἴρηκεν· <milestone unit="tlnum" n="15"/> <q>οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτʼ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν τὴν ἰδίαν νοσοῦντες εἴτε πεπηρωμένοι εἴτε γραμματικοὶ γεγονότες ἢ μουσικοί.</q> καὶ πάλιν μετʼ ὀλίγον <q>κατὰ τοῦτον δὲ τὸν λόγον <milestone unit="tlnum" n="20"/> τὰ παραπλήσια ἐροῦμεν καὶ περὶ τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτεχνιῶν, ὡς ἔφην.</q> καὶ μετʼ ὀλίγον ἃπασαν ἀναιρῶν ἀμφιβολίαν <q>οὐδὲν γὰρ ἔστιν ἄλλως τῶν κατά μέρος γενέσθαι οὐδὲ τοὐλάχιστον ἢ κατὰ τὴν <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-1050b" n="1050b"/> κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης λόγον.</q> ὅτι δʼ <pb xml:id="v.6.p.260"/> ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπʼ αὐτῶν· καὶ τὸ <q>Διὸς δʼ ἐτελείετο βουλή,</q> τὸν Ὅμηρον <milestone unit="tlnum" n="5"/> εἰρηκέναι φησὶν ὀρθῶς, ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθʼ ἣν πάντα διοικεῖται. πῶς οὖν ἅμα μὲν οὐδενὸς αἰσχροῦ παραίτιος ὁ θεός, ἅμα δʼ οὐδὲ τοὐλάχιστον ἐνδέχεται γίγνεσθαι ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ τὸν <milestone unit="tlnum" n="10"/> ἐκείνης λόγον; ἐν γὰρ πᾶσι τοῖς γιγνομένοις καὶ <milestone unit="stephpage" xml:id="stephpage-1050c" n="1050c"/> τὰ αἰσχρὰ δήπουθὲν ἐστιν. καίτοι ὁ μὲν Ἐπίκουρος ἁμωσγέπως στρέφεται καὶ φιλοτεχνεῖ, τῆς ἀιδίου κινήσεως μηχανώμενος ἐλευθερῶσαι καὶ ἀπολῦσαι τὸ ἑκούσιον ὑπὲρ τοῦ μὴ καταλιπεῖν ἀνέγκλητον <milestone unit="tlnum" n="15"/> τὴν κακίαν· ὁ δὲ Χρύσιππος ἀναπεπταμένην παρρησίαν αὐτῇ δίδωσιν, ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθʼ εἱμαρμένην ἀλλὰ καὶ· κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην. ἔτι δὲ καὶ ταῦθʼ ὁρᾶται κατὰ λέξιν οὕτως ἔχοντα· <q>τῆς γὰρ <milestone unit="tlnum" n="20"/> κοινῆς φύσεως εἰς πάντα διατεινούσης, δεήσει πᾶν τὸ ὁπωσοῦν γιγνόμενον ἐν τῷ ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατʼ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ τὸ ἑξῆς ἀκωλύτως· διὰ τὸ μήτʼ ἔξωθεν εἶναι <milestone unit="stephpage" xml:id="stephpage-1050d" n="1050d"/> τὸ ἐνστησόμενον τῇ οἰκονομίᾳ μήτε τῶν μερῶν <milestone unit="tlnum" n="25"/> μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως ἢ <pb xml:id="v.6.p.261"/> κατὰ τὴν κοινὴν φύσιν.</q> τίνες οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ νοσήματα, φιλαργυρίαι φιληδονίαι φιλοδοξίαι δειλίαι ἀδικίαι· κινήσεις δὲ μοιχεῖαι <milestone unit="tlnum" n="5"/> κλοπαὶ προδοσίαι ἀνδροφονίαι πατροκτονίαι. τούτων οἴεται Χρύσιππος οὔτε μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν· ὥστε μὴ γίγνεσθαι παρὰ τὸν νόμον τὸ <milestone unit="stephpage" xml:id="stephpage-1050e" n="1050e"/> παρανομεῖν μηδὲ παρὰ τὴν δίκην τὸ ἀδικεῖν μηδὲ <milestone unit="tlnum" n="10"/> παρὰ τὴν πρόνοιαν τὸ κακοποιεῖν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>