<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="33"><p rend="indent"> τοῦτο μὲν οὖν ἔλαττόν ἐστιν ἐκεῖνο δὲ <milestone unit="tlnum" n="15"/> μεῖζον· οὐδεὶς; γὰρ φύεται ἀνθρώποις πόλεμος ἄνευ κακίας, ἀλλὰ τὸν μὲν φιληδονία τὸν δὲ πλεονεξία τὸν δὲ φιλοδοξία τις ἢ φιλαρχία συρρήγνυσιν. οὐκοῦν εἰ πολέμους ὁ θεὸς ἐνεργάζεται, καὶ κακίας, παροξύνων καὶ διαστρέφων τοὺς ἀνθρώπους. καίτοι <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1049e" n="1049e"/> λέγει δʼ αὐτὸς ἐν τῷ περὶ τοῦ Δικάζειν καὶ πάλιν ἐν τῷ δευτέρῳ περὶ Θεῶν ὡς <q>τῶν αἰσχρῶν τὸ θεῖον παραίτιον γίγνεσθαι οὐκ εὔλογόν ἐστιν· ὃν τρόπον γὰρ οὔτε νόμος τοῦ παρανομεῖν παραίτιος γένοιτʼ ἂν οὔθʼ οἱ θεοὶ τοῦ ἀσεβεῖν, οὕτως εὔλογον <milestone unit="tlnum" n="25"/> μηδʼ αἰσχροῦ μηδενὸς εἶναι παραιτίους.</q> τί οὖν αἴσχιον ἀνθρώποις φθορᾶς ὑπʼ ἀλλήλων γιγνομένης, ἧς φησι Χρύσιππος ἐνδιδόναι τὰς ἀρχὰς τὸν θεόν; <pb xml:id="v.6.p.259"/> ἀλλὰ νὴ Δία φήσει τις· ἐπαινεῖν πάλιν τοῦ Εὐριπίδου λέγοντος <milestone unit="stephpage" xml:id="stephpage-1049f" n="1049f"/> <quote rend="blockquote">εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὔκ εἰσιν θεοί</quote> καί <milestone unit="tlnum" n="5"/> <quote rend="blockquote">τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς·</quote> ὥσπερ ἡμῶν ἄλλο τι νῦν πραττόντων ἢ τὰς ἐναντίας· αὐτοῦ φωνὰς καὶ ὑπολήψεις παρατιθεμένων. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>