<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="32"><p rend="indent">ἐγκαλοῦσιν αὐτῷ τινες τῶν Πυθαγορικῶν ἐν τοῖς περὶ Δικαιοσύνης γράφοντι περὶ τῶν ἀλεκτρυόνων ὅτι <q>χρησίμως γεγόνασι· ἐπεγείρουσι γὰρ ἡμᾶς καὶ τοὺς σκορπίους ἐκλέγουσι καὶ κατὰ τὰς <milestone unit="tlnum" n="5"/> μάχας ἐπιστρέφουσι, ζῆλόν τινα πρὸς ἀλκὴν ἐμποιοῦντες· ὅμως δὲ δεῖ κατεσθίειν καὶ τούτους, ἵνα μὴ τὴν χρείαν ὑπερβάλλῃ τὸ πλῆθος τῶν νεοττῶν.</q> ὁ δʼ οὕτω καταγελᾷ τῶν ἐπὶ τούτοις ἐγκαλούντων, <milestone unit="stephpage" xml:id="stephpage-1049b" n="1049b"/> ὥστε περὶ τοῦ Διός, τοῦ Σωτῆρος καὶ Γενέτορος <milestone unit="tlnum" n="10"/> καὶ πατρὸς Δίκης καὶ Εὐνομίας καὶ Εἰρήνης, ταῦτα γράφειν ἐν τῷ τρίτῳ περὶ Θεῶν <q>ὡς δʼ αἱ πόλεις πλεονάσασαι εἰς ἀποικίας ἀπερῶσι τὰ πλήθη καὶ πολέμους ἐνίστανται πρός τινας, οὕτως ὁ θεὸς φθορᾶς ἀρχὰς δίδωσι·</q> καὶ τὸν Εὐριπίδην μάρτυρα <milestone unit="tlnum" n="15"/> καὶ τοὺς ἄλλους προσάγεται, τοὺς λέγοντας ὡς ὁ Τρωικὸς πόλεμος ὑπὸ τῶν θεῶν ἀπαντλήσεως χάριν τοῦ πλήθους τοῦ τῶν ἀνθρώπων γένους γένοιτο· τούτων δὲ τὰς μὲν ἄλλας ἀτοπίας ἄφες οὐ γὰρ εἴ τι μὴ καλῶς ἀλλʼ ὅσα πρὸς ἑαυτοὺς διαφόρως <milestone unit="tlnum" n="20"/> λέγουσιν, ἐξετάσαι μόνον πρόκειται· σκόπει δʼ ὅτι τῷ θεῷ καλὰς μὲν ἐπικλήσεις ἀεὶ καὶ φιλανθρώπους, ἄγρια δʼ ἔργα καὶ βάρβαρα καὶ Γαλατικὰ προστίθησιν. <milestone unit="stephpage" xml:id="stephpage-1049c" n="1049c"/> οὐ γὰρ ἀποικίαις ἐοίκασιν αἱ τοσαῦται φθοραὶ καὶ πανωλεθρίαι τῶν ἀνθρώπων, οἵας ὁ Τρωικὸς εἰργάσατο <milestone unit="tlnum" n="25"/> πόλεμος καὶ πάλιν ὁ Μηδικὸς καὶ Πελοποννησιακός, εἰ μή τινας ἐν Ἅιδου καὶ ὑπὸ γῆς ἴσασιν οὗτοι πόλεις κτιζομένας, ἀλλὰ τῷ Γαλάτῃ <pb xml:id="v.6.p.258"/> Δηιοτάρῳ ποιεῖ Χρύσιππος; ὅμοιον τὸν θεὸν, ὅς, πλειόνων αὐτῷ παίδων γεγονότων, ἑνὶ βουλόμενος τὴν ἀρχὴν ἀπολιπεῖν καὶ τὸν οἶκον ἅπαντας ἐκείνους ἀπέσφαξεν, ὥσπερ ἀμπέλου βλαστοὺς ἀποτεμὼν <milestone unit="tlnum" n="5"/> καὶ κολούσας, ἵνʼ εἷς ὁ λειφθεὶς ἰσχυρὸς γένηται καὶ μέγας. καίτοι γʼ ὁ μὲν ἀμπελουργὸς ἔτι μικρῶν ὄντων καὶ ἀσθενῶν τοῦτο ποιεῖ τῶν κλημάτων, καὶ ἡμεῖς νεογνῶν καὶ τυφλῶν ὄντων τῶν σκυλακίων <milestone unit="stephpage" xml:id="stephpage-1049d" n="1049d"/> ὑφαιροῦμεν τὰ πολλὰ φειδόμενοι τῆς κυνός ὁ δὲ <milestone unit="tlnum" n="10"/>Ζεὺς οὐ μόνον ἐάσας καὶ περιιδὼν ἐν ἡλικίᾳ γενομένους ἀλλὰ καὶ φύσας αὐτὸς καὶ αὐξήσας ἀποτυμπανίζει, φθορᾶς καὶ ὀλέθρου μηχανώμενος προφάσεις, δέον αἰτίας καὶ ἀρχὰς γενέσεως μὴ παρασχεῖν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>