<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:31</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:31</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="31"><p rend="indent">ἔτι δὲ μᾶλλον τῇ ἀποδείξει τὸ ἐναντίωμα ποιοῦσι φανερώτερον. γὰρ ἔστιν εὖ χρήσασθαι <milestone unit="stephpage" xml:id="stephpage-1048d" n="1048d"/> καὶ κακῶς, τοῦτό φασι μήτʼ ἀγαθὸν εἶναι μήτε κακόν. πλούτῳ δὲ καὶ ὑγιείᾳ καὶ ῥώμῃ σώματος <milestone unit="tlnum" n="20"/> κακῶς χρῶνται πάντες οἱ ἀνόητοι· διόπερ οὐδέν ἐστι τούτων ἀγαθόν. εἴπερ οὖν ὁ θεὸς ἀρετὴν μὲν οὐ δίδωσιν ἀνθρώποις, ἀλλὰ τὸ καλὸν αὐθαίρετόν ἐστι, πλοῦτον δὲ καὶ ὑγίειαν χωρὶς ἀρετῆς δίδωσιν, οὐκ εὖ χρησομένοις δίδωσιν ἀλλὰ κακῶς, τουτέστι βλαβερῶς <milestone unit="tlnum" n="25"/> καὶ αἰσχρῶς καὶ ὀλεθρίως καίτοι εἰ μὲν δύνανται τὴν ἀρετὴν παρέχειν οἱ θεοί, οὔκ εἰσι χρηστοὶ μὴ παρέχοντες· εἰ δὲ μὴ δύνανται ποιεῖν <pb xml:id="v.6.p.256"/> ἀγαθούς, οὐδʼ ὠφελεῖν δύνανται, μηδενός γε τῶν <milestone unit="stephpage" xml:id="stephpage-1048e" n="1048e"/> ἄλλων ὄντος ἀγαθοῦ μηδʼ ὠφελίμου. τὸ δὲ τοὺς ἄλλως γενομένους ἀγαθοὺς <gap reason="lost"/> κρίνειν κατʼ ἀρετὴν ἢ ἰσχὺν οὐδέν ἐστι· καὶ γὰρ τοὺς θεοὺς οἱ ἀγαθοὶ <milestone unit="tlnum" n="5"/> κρίνουσι κατʼ ἀρετὴν καὶ ἰσχύν· ὥστε μηδὲν μᾶλλον ὠφελεῖν ἢ ὠφελεῖσθαι τοὺς θεοὺς ὑπὸ τῶν ἀνθρώπων. καὶ μὴν οὔθʼ αὑτὸν ὁ Χρύσιππος ἀποφαίνει σπουδαῖον οὔτε τινὰ τῶν αὑτοῦ γνωρίμων ἢ καθηγεμόνων. τί οὖν περὶ τῶν ἄλλων φρονοῦσιν ἢ ταῦτα <milestone unit="tlnum" n="10"/> ἅπερ λέγουσι; μαίνεσθαι πάντας, ἀφραίνειν, ἀνοσίους <milestone unit="stephpage" xml:id="stephpage-1048f" n="1048f"/> εἶναι, παρανόμους, ἐπʼ ἄκρον ἥκειν δυστυχίας, κακοδαιμονίας ἁπάσης · εἶτα προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθʼ ἡμᾶς οὕτως ἀθλίως πράττοντας; εἰ γοῦν οἱ θεοὶ μεταβαλόμενοι βλάπτειν ἐθέλοιεν ἡμᾶς καὶ <milestone unit="tlnum" n="15"/> κακοῦν καὶ διαστρέφειν καὶ προσεπιτρίβειν, οὐκ ἂν δύναιντο διαθεῖναι χεῖρον ἢ νῦν ἔχομεν, ὡς Χρύσιππος ἀποφαίνει μήτε κακίας ὑπερβολὴν ἀπολείπειν μήτε κακοδαιμονίας τὸν βίον ὥστʼ, εἰ λάβοι φωνήν, εἰπεῖν ἂν αὐτὸν τὰ τοῦ Ἡρακλέους <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote">γέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπου τεθῇ.</quote> τίνας οὖν ἄν τις εὕροι μαχομένας μᾶλλον ἀλλήλαις ἀποφάσεις τῆς περὶ θεῶν Χρυσίππου καὶ,τῆς περὶ <milestone unit="stephpage" xml:id="stephpage-1049a" n="1049a"/> ἀνθρώπων, τοὺς μὲν ὡς ἔνι βέλτιστα προνοεῖν τοὺς δ̓ ὡς ἔνι χείριστα πράττειν λέγοντος; <pb xml:id="v.6.p.257"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>