<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="30"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-1047e" n="1047e"/> τῶν πρεσβυτέρων τινές, ἃ τῷ τὸν ὀξίνην <milestone unit="tlnum" n="20"/> ἔχοντι συνέβαινε μήθʼ ὡς ὄξος ἀποδόσθαι δυναμένῳ μήθʼ ὡς οἶνον, ἔφασαν τῷ Ζήνωνι συμβαίνειν· τὸ γὰρ προηγμένον αὐτῷ μήθʼ ὡς ἀγαθὸν μήθʼ ὡς ἀδιάφορον ἔχειν διάθεσιν. ἀλλʼ ὁ Χρύσιππος ἔτι μᾶλλον τὸ πρᾶγμα δυσδιάθετον πεποίηκεν ὁτὲ μὲν <milestone unit="tlnum" n="25"/> γάρ φησι <q>μαίνεσθαι τοὺς τὸν πλοῦτον καὶ τὴν <milestone unit="stephpage" xml:id="stephpage-1047f" n="1047f"/> ὑγίειαν καὶ τὴν ἀπονίαν καὶ τὴν ὁλοκληρίαν τοῦ σώματος ἐν μηδενὶ ποιουμένους μηδʼ ἀντεχομένους <pb xml:id="v.6.p.254"/> τῶν τοιούτων</q> ὁτὲ δὲ παραθέμενος τὰ τοῦ Ἡσιόδου <q>ἐργάζευ, Πέρση, δῖον γένος·</q> ἐπιπεφώνηκεν ὅτι τἀναντία παραινεῖν μανικόν ἐστι, τὸ <q>μὴ ἐργάζευ, Πέρση, δῖον γένος.</q> <q>καὶ τὸν μὲν σοφὸν</q> ἐν τοῖς περὶ <milestone unit="tlnum" n="5"/>βίων <q>καὶ βασιλεῦσι συνέσεσθαί φησιν ἕνεκα χρηματισμοῦ καὶ σοφιστεύσειν ἐπʼ ἀργυρίῳ, παρʼ ὧν μὲν προλαμβάνοντα πρὸς οὓς δὲ συντιθέμενον τῶν μαθητῶν·</q> ἐν δὲ τῷ ἑβδόμῳ τοῦ Καθήκοντος <q>καὶ <milestone unit="stephpage" xml:id="stephpage-1048a" n="1048a"/> κυβιστήσειν τρὶς ἐπὶ τούτῳ λαβόντα τάλαντον</q> ἐν <milestone unit="tlnum" n="10"/> δὲ τῷ πρώτῳ περὶ Ἀγαθῶν τρόπον τινὰ συγχωρεῖ καὶ δίδωσι τοῖς βουλομένοις τὰ προηγμένα καλεῖν ἀγαθὰ καὶ κακὰ τἀναντία, ταύταις ταῖς λέξεσιν· <q>ἔστιν εἴ τις βούλεται κατὰ τὰς τοιαύτας παραλλαγὰς τὸ μὲν ἀγαθὸν αὐτῶν λέγειν τὸ δὲ κακόν, ἐπὶ γʼ <milestone unit="tlnum" n="15"/> αὐτὰ φερόμενος τὰ πράγματα καὶ μὴ ἄλλως ἀποπλανώμενος, ἐν μὲν τοῖς σημαινομένοις οὐ διαπίπτοντος αὐτοῦ, τὰ δʼ ἄλλα στοχαζομένου τῆς κατὰ τὰς ὀνομασίας συνηθείας.</q> οὕτω δὲ τὸ προηγμένον <milestone unit="stephpage" xml:id="stephpage-1048b" n="1048b"/> τἀγαθῷ συναγαγὼν ἐγγὺς ἐνταῦθα καὶ συμμίξας ἐν <milestone unit="tlnum" n="20"/> ἑτέροις πάλιν <q>οὐδὲν εἶναί φησι τούτων καθόλου πρὸς ἡμᾶς, ἀλλʼ ἀποσπᾶν τὸν λόγον ἡμᾶς καὶ ἀποστρέφειν ἁπάντων τῶν τοιούτων·</q> ταῦτα γὰρ ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν. ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως <q>μακαρίζεσθαί φησιν ἐνίους <milestone unit="tlnum" n="25"/> βασιλεύοντας καὶ πλουτοῦντας, ὅμοιον εἰ χρυσαῖς ἀμίσι χρώμενοι καὶ χρυσοῖς κρασπέδοις ἐμακαρίζοντο· <pb xml:id="v.6.p.255"/> τῷ δʼ ἀγαθῷ τὸ τὴν οὐσίαν ἀποβαλεῖν οἱονεὶ δραχμὴν ἀποβαλεῖν καὶ τὸ νοσῆσαι οἷον προσκόψαι.</q> Διὸ τῶν ἐναντιωμάτων τούτων οὐ μόνον τὴν ἀρετὴν ἀλλὰ καὶ τὴν πρόνοιαν ἀναπέπληκεν. ἡ μὲν γὰρ <milestone unit="tlnum" n="5"/> ἀρετὴ μικρολόγος ἐσχάτως φανεῖται καὶ ἀνόητος <milestone unit="stephpage" xml:id="stephpage-1048c" n="1048c"/> περὶ ταῦτα πραγματευομένη καὶ τούτων ἕνεκα πλεῖν εἰς Βόσπορον κελεύουσα καὶ κυβιστᾶν τὸν σοφόν, ὁ δὲ Ζεὺς γελοῖος εἰ Κτήσιος χαίρει καὶ Ἐπικάρπιος καὶ Χαριδότης προσαγορευόμενος, ὅτι δηλαδὴ <milestone unit="tlnum" n="10"/> χρυσᾶς ἀμίδας καὶ χρυσᾶ κράσπεδα χαρίζεται τοῖς φαύλοις, τοῖς δ̓ ἀγαθοῖς ἄξια δραχμῆς, ὅταν πλούσιοι γένωνται κατὰ τὴν τοῦ Διὸς πρόνοιαν· ἔτι δὲ γελοιότερος ὁ Ἀπόλλων, εἰ περὶ χρυσῶν κρασπέδων καὶ ἀμίδων κάθηται θεμιστεύων καὶ περὶ προσκομμάτων <milestone unit="tlnum" n="15"/> ἀπολύσεως. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>