<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:29</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:29</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="29"><p rend="indent">ἐν δὲ ταῖς Φυσικαῖς Θέσεσι περὶ τῶν <milestone unit="stephpage" xml:id="stephpage-1047c" n="1047c"/> ἐμπειρίας καὶ ἱστορίας δεομένων διακελευσάμενος <milestone unit="tlnum" n="20"/> τὴν ἡσυχίαν ἔχειν, ἂν μή τι κρεῖττον καὶ ἐναργέστερον ἔχωμεν λέγειν, <q>ἵνα</q> φησὶ <q>μήτε Πλάτωνι παραπλησίως ὑπονοήσωμεν τὴν μὲν ὑγρὰν τροφὴν εἰς τὸν πλεύμονα φέρεσθαι τὴν δὲ ξηρὰν εἰς τὴν κοιλίαν, μήθʼ ἕτερα παραπλήσια γεγονότα τούτοις διαπτώματα</q> <milestone unit="tlnum" n="25"/>δοκῶ δὴ τὸ ἐγκαλεῖν ἑτέροις εἶτα <pb xml:id="v.6.p.253"/> περιπίπτειν αὐτὸν οἷς ἐγκαλεῖ καὶ μὴ φυλάττεσθαι, τῶν ἐναντιωμάτων μέγιστον εἶναι καὶ τῶν διαπτωμάτων αἴσχιστον. ἀλλὰ μὴν αὐτὸς τὰς διὰ δέκα ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ὑπερβάλλειν ἑκατὸν <milestone unit="tlnum" n="5"/> μυριάδας οὔτε διʼ αὑτοῦ ζητήσας ἐπιμελῶς οὔτε διὰ τῶν ἐμπείρων τἀληθὲς ἱστορήσας. καίτοι Πλάτων μὲν ἔχει τῶν ἰατρῶν τοὺς ἐνδοξοτάτους μαρτυροῦντας, Ἱπποκράτην Φιλιστίωνα Διώξιππον <milestone unit="stephpage" xml:id="stephpage-1047d" n="1047d"/> τὸν Ἱπποκράτειον, καὶ τῶν ποιητῶν Εὐριπίδην <milestone unit="tlnum" n="10"/>Ἀλκαῖον Εὔπολιν Ἐρατοσθένην, λέγοντας ὅτι τὸ ποτὸν διὰ τοῦ πνεύμονος διέξεισι· Χρύσιππον δὲ πάντες ἐλέγχουσιν οἱ ἀριθμητικοί, ὧν καὶ Ἵππαρχός ἐστιν ἀποδεικνύων τὸ διάπτωμα τοῦ λογισμοῦ παμμέγεθες αὐτῷ γεγονός· εἴγε τὸ μὲν καταφατικὸν <milestone unit="tlnum" n="15"/> ποιεῖ συμπεπλεγμένων ἀξιωμάτων μυριάδας δέκα καὶ πρὸς ταύταις τρισχίλια τεσσαράκοντα ἐννέα, τὸ δʼ ἀποφατικὸν ἐννακόσια πεντήκοντα δύο πρὸς τριάκοντα καὶ μιᾷ μυριάσι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>