<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="28"><p rend="indent">τὴν ῥητορικὴν ὁρίζεται τέχνην, περὶ κόσμου <pb xml:id="v.6.p.252"/> καὶ εἰρημένου λόγου τάξιν· ἔτι δʼ ἐν τῷ πρώτῳ καὶ ταῦτα γέγραφεν <q>οὐ μόνον δὲ τοῦ ἐλευθερίου καὶ ἀφελοῦς κόσμου δεῖν οἴομαι ἐπιστρέφεσθαι κἀπὶ τῶν λόγων ᾧ καὶ τῶν οἰκείων ὑποκρίσεων κατὰ τὰς <milestone unit="tlnum" n="5"/> ἐπιβαλλούσας τάσεις τῆς φωνῆς καὶ σχηματισμοὺς <milestone unit="stephpage" xml:id="stephpage-1047b" n="1047b"/> τοῦ τε προσώπου καὶ τῶν χειρῶν</q> οὕτω δέ τις φιλότιμος ἐνταῦθα περὶ τὸν λόγον γενόμενος πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ περὶ τῆς τῶν φωνηέντων συγκρούσεως ὑπειπών <q>οὐ μόνον</q> φησὶ <q>ταῦτα παρετέον <milestone unit="tlnum" n="10"/> τοῦ βελτίονος ἐχομένους, ἀλλὰ καὶ ποιὰς ἀσαφείας καὶ ἐλλείψεις καὶ νὴ Δία σολοικισμούς, ἐφʼ οἷς ἄλλοι ἂν αἰσχυνθείησαν οὐκ ὀλίγοι</q> τὸ δὴ ποτὲ μὲν ἄχρι χειρῶν καὶ στόματος εὐπρεπείας ἐπιχωρεῖν τοῖς λέγουσιν ἐν κόσμῳ τὸν λόγον διατίθεσθαι· <milestone unit="tlnum" n="15"/> ποτὲ δὲ μήτʼ ἐλλείψεων ἐπιστρέφεσθαι καὶ ἀσαφειῶν μήτε σολοικίζοντας αἰσχύνεσθαι τελέως ὅ τι ἂν ἐπίῃ λέγοντός ἐστιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>