<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:27</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:27</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="27"><p rend="indent"><q>τὰς ἀρετάς φησιν ἀντακολουθεῖν ἀλλήλαις, <milestone unit="stephpage" xml:id="stephpage-1046f" n="1046f"/> οὐ μόνον τῷ τὸν μίαν ἔχοντα πάσας ἔχειν, ἀλλὰ καὶ τῷ τὸν κατὰ μίαν ὁτιοῦν ἐνεργοῦντα κατὰ πάσας <milestone unit="tlnum" n="10"/> ἐνεργεῖν οὔτε γὰρ ἄνδρα φησὶ τέλειον εἶναι τὸν μὴ πάσας ἔχοντα τὰς ἀρετάς οὔτε πρᾶξιν τελείαν, ἥτις οὐ κατὰ πάσας πράττεται τὰς ἀρετάς.</q> ἀλλὰ μὴν ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὁ Χρύσιππος οὐκ ἀεί φησιν ἀνδρίζεσθαι τὸν ἀστεῖον οὐδὲ <milestone unit="tlnum" n="15"/> δειλαίνειν τὸν φαῦλον, ὡς δʼ ἐν φαντασίαις ἐπιφερομένων τινῶν, τὸν μὲν ἐμμένειν τοῖς κρίμασι <milestone unit="stephpage" xml:id="stephpage-1047a" n="1047a"/> τὸν δʼ ἀφίστασθαι. <q>πιθανὸν δέ</q> φησὶ <q>μηδʼ ἀκολασταίνειν ἀεὶ τὸν φαῦλον</q> εἴπερ οὖν τὸ ἀνδρίζεσθαι τοιοῦτόν ἐστιν οἷον ἀνδρείᾳ χρῆσθαι καὶ τὸ <milestone unit="tlnum" n="20"/> δειλαίνειν οἷον δειλίᾳ χρῆσθαι, μαχόμενα λέγουσι λέγοντες κατὰ πάσας μὲν ἅμα τὰς ἀρετὰς καὶ τὰς κακίας ἐνεργεῖν τὸν ἔχοντα, μὴ ἀεὶ δὲ τὸν ἀστεῖον ἀνδρίζεσθαι μηδὲ δειλαίνειν τὸν φαῦλον. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>