<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="26"><p rend="indent">ἐν πολλοῖς εἰρηκὼς ὅτι <q>παρὰ τὸν πλείονα <milestone unit="tlnum" n="10"/> χρόνον οὐδὲν μᾶλλον εὐδαιμονοῦσιν ἀλλʼ ὁμοίως καὶ ἐπίσης τοῖς τὸν ἀμερῆ χρόνον εὐδαιμονίας μετασχοῦσιν</q> ἐν πολλοῖς πάλιν εἴρηκεν ὡς <q>οὐδʼ ἂν τὸν δάκτυλον καθήκοι προτεῖναι χάριν ἀμεριαίας φρονήσεως, καθάπερ ἀστραπῆς διερχομένης.</q> <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1046d" n="1046d"/> ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπʼ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς <q>οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει οὔτε πᾶν κατόρθωμα εἰς σεμνολογίαν</q> ἐπενήνοχε ταῦτα <q>καὶ γάρ, εἰ μόνον μέλλοι <milestone unit="tlnum" n="20"/> ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὀδʼ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως,</q> καίπερ παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονούντων οὐδὲ τῆς ἀιδίου εὐδαιμονίας αἱρετωτέρας γιγνομένης παρὰ τὴν <milestone unit="tlnum" n="25"/> ἀμεριαίαν. εἰ μὲν οὖν τὴν φρόνησιν ἡγεῖτο ποιητικὸν <milestone unit="stephpage" xml:id="stephpage-1046e" n="1046e"/> εἶναι τῆς εὐδαιμονίας ἀγαθὸν ὥσπερ ὁ <pb xml:id="v.6.p.251"/> Ἐπίκουρος, αὐτῆς ἔδει μόνον τῆς ἀτοπίας καὶ παραδοξολογίας ἐπιλαμβάνεσθαι τοῦ δόγματος· ἐπεὶ δʼ ἡ φρόνησις οὐχ ἕτερόν ἐστι τῆς εὐδαιμονίας κατʼ αὐτὸν ἀλλʼ εὐδαιμονία, πῶς οὐ μάχεται τὸ λέγειν <milestone unit="tlnum" n="5"/> ἐπίσης μὲν αἱρετὴν εἶναι τὴν ἀμεριαίαν εὐδαιμονίαν καὶ τὴν ἀίδιον, μηδενὸς δʼ ἀξίαν τὴν ἀμεριαίαν; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>