<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="25"><p rend="indent"><q>τὴν ἐπιχαιρεκακίαν ὅπου μὲν ἀνύπαρκτον εἶναί φησιν ἐπεὶ τῶν μὲν ἀστείων οὐδεὶς ἐπʼ ἀλλοτρίοις κακοῖς χαίρει, τῶν δὲ φαύλων οὐδεὶς χαίρει τὸ παράπαν</q> ἐν δὲ τῷ δευτέρῳ περὶ Ἀγαθοῦ τὸν <milestone unit="tlnum" n="25"/> φθόνον ἐξηγησάμενος ὅτι <q>λύπη ἐστὶν ἐπʼ ἀλλοτρίοις <milestone unit="stephpage" xml:id="stephpage-1046c" n="1046c"/> ἀγαθοῖς, ὡς δήποτε, βουλομένων ταπεινοῦν τοὺς πλησίον, ὅπως ὑπερέχωσιν αὐτοί,</q> συνάπτει τὰ <pb xml:id="v.6.p.250"/> τῆς ἐπιχαιρεκακίας· <q>ταύτῃ δὲ συνεχὴς ἡ ἐπιχαιρεκακία γίγνεται, ταπεινοὺς βουλομένων εἶναι τοὺς πλησίον διὰ τὰς ὁμοίας αἰτίας, καθʼ ἑτέρας δὲ φυσικὰς φορὰς ἐκτρεπομένων, ὁ ἔλεος γίγνεται.</q> <milestone unit="tlnum" n="5"/> δῆλος γάρ ἐστὶν ἐνταῦθα τὴν ἐπιχαιρεκακίαν ὑπαρκτὴν ὥσπερ τὸν φθόνον καὶ τὸν ἔλεον ἀπολιπών, ἣν ἐν ἑτέροις ἀνύπαρκτον εἶναί φησιν ὥσπερ τὴν μισοπονηρίαν καὶ τὴν αἰσχροκέρδειαν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>