<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="24"><p rend="indent">ἐν τῷ τρίτῳ περὶ τῆς Διαλεκτικῆς ὑπειπὼν ὅτι <q>Πλάτων ἐσπούδασε περὶ τὴν διαλεκτικὴν καὶ Ἀριστοτέλης καὶ ἀπὸ τούτων οἱ ἄχρι Πολέμωνος <milestone unit="stephpage" xml:id="stephpage-1046a" n="1046a"/> καὶ Στράτωνος μάλιστα δὲ Σωκράτης</q> καὶ ἐπιφωνήσας <milestone unit="tlnum" n="5"/> ὅτι <q>καὶ συνεξαμαρτάνειν ἄν τις ἐθελήσειε τούτοις τοσούτοις καὶ τοιούτοις οὖσιν</q> ἐπιφέρει κατὰ λέξιν <q>εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν εἰρήκεσαν, τάχʼ ἄν τις διέσυρε τὸν τόπον τοῦτον· οὕτω δʼ αὐτῶν ἐπιμελῶς εἰρηκότων ὡς ἐν ταῖς <milestone unit="tlnum" n="10"/> μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας οἵους ὑπονοοῦμεν</q> τί οὖν σύ, φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδʼ ἐλέγχων, ὡς νομίζεις <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1046b" n="1046b"/> ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπουδασμένως ἔγραψαν, περὶ δʼ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ <milestone unit="tlnum" n="20"/> μαχόμενον αὑτῷ καὶ μυρίας ἄλλας ἁμαρτίας ἔχοντα. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>