<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:20-26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:20-26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="20"><p rend="indent">μία σύνταξις ἡ περὶ Βίων τέτταρα βιβλία· τούτων ἐν τῷ τετάρτῳ λέγει τὸν σοφὸν ἀπράγμονὰ <milestone unit="tlnum" n="5"/> τʼ εἶναι καὶ ὀλιγοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν <milestone unit="stephpage" xml:id="stephpage-1043b" n="1043b"/> ἔστι δʼ ἡ λέξις αὕτη <q>οἶμαι γὰρ ἔγωγε τὸν φρόνιμον καὶ ἀπράγμονα εἶναι καὶ ὀλιγοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν ὁμοίως τῆς τʼ αὐτοπραγίας καὶ τῆς ὀλιγοπραγμοσύνης ἀστείων ὄντων.</q> τὰ δʼ ὅμοια <milestone unit="tlnum" n="10"/> σχεδὸν ἐν τῷ περὶ τῶν Διʼ αὑτὰ αἱρετῶν εἴρηκε ταύταις ταῖς λέξεσι <q>τῷ γὰρ ὄντι φαίνεται ὁ κατὰ τὴν ἡσυχίαν βίος ἀκίνδυνόν τι καὶ ἀσφαλὲς ἔχειν, οὐ πάνυ τῶν πολλῶν δυναμένων τοῦτο συνιδεῖν.</q> ὅτι μὲν οὖν τῷ Ἐπικούρῳ τὴν πρόνοιαν ἀναιροῦντι <milestone unit="tlnum" n="15"/> διὰ τῆς ἀπραγμοσύνης τῆς περὶ τὸν θεὸν οὐκ ἀπᾴδει, δῆλόν ἐστιν ἀλλʼ αὐτὸς ὁ Χρύσιππος ἐν τῷ πρώτῳ <milestone unit="stephpage" xml:id="stephpage-1043c" n="1043c"/> περὶ Βίων <q>βασιλείαν τε τὸν σοφὸν ἑκουσίως ἀναδέχεσθαι λέγει, χρηματιζόμενον ἀπʼ αὐτῆς· κἂν αὐτὸς βασιλεύειν μὴ δύνηται, συμβιώσεται βασιλεῖ καὶ <milestone unit="tlnum" n="20"/> στρατεύσεται μετὰ βασιλέως, οἷος ἦν Ἰδάνθυρσος ὁ Σκύθης ἢ Λεύκων ὁ Ποντικός.</q> παραθήσομαι δὲ καὶ ταύτην αὐτοῦ τὴν διάλεκτον, ὅπως εἰδῶμεν εἰ, καθάπερ ἐκ νήτης καὶ ὑπάτης γίγνεταί τι σύμφωνον, οὕτως ὁμολογεῖ βίος ἀνδρὸς καὶ ἀπραγμοσύνην αἱρουμένου <milestone unit="tlnum" n="25"/> καὶ ὀλιγοπραγμοσύνην, εἶτα συνιππαζομένου Σκύθαις καὶ τὰ τῶν ἐν Βοσπόρῳ τυράννων <pb xml:id="v.6.p.242"/> πράττοντος <milestone unit="stephpage" xml:id="stephpage-1043d" n="1043d"/> ἐξ οἱασδήτινος ἀνάγκης· <q>ὅτι γάρ</q> φησὶ <q>καὶ στρατεύσεται μετὰ δυναστῶν καὶ βιώσεται, πάλιν ἐπισκεψώμεθα τούτων ἐχόμενοι, τινῶν μὲν οὐδὲ ταῦτʼ ὑπονοούντων διὰ τοὺς ὁμοίους ὑπολογισμούς, <milestone unit="tlnum" n="5"/> ἡμῶν δὲ καὶ ταῦτʼ ἀπολειπόντων διὰ τοὺς παραπλησίους λόγους.</q> καὶ μετὰ μικρὸν <q>οὐ μόνον δὲ μετὰ τῶν προκεκοφότων ἐπὶ ποσὸν καὶ ἐν ἀγωγαῖς καὶ ἐν ἔθεσι ποιοῖς γεγονότων, οἷον παρὰ Λεύκωνι καὶ Ἰδανθύρσῳ.</q> Καλλισθένει τινὲς ἐγκαλοῦσιν, <milestone unit="tlnum" n="10"/> ὅτι πρὸς Ἀλέξανδρον ἔπλευσεν ἐλπίζων ἀναστήσειν Ὄλυνθον, ὡς Στάγειρα Ἀριστοτέλης· Ἔφορον δὲ καὶ Ξενοκράτην καὶ Μενέδημον ἐπαινοῦσι παραιτησαμένους <milestone unit="stephpage" xml:id="stephpage-1043e" n="1043e"/> τὸν Ἀλέξανδρον ὁ δὲ Χρύσιππος ἕνεκα χρηματισμοῦ τὸν σοφὸν ἐπὶ κεφαλὴν ἐς Παντικάπαιον <milestone unit="tlnum" n="15"/> ὠθεῖ καὶ τὴν Σκυθῶν ἐρημίαν. ὅτι γὰρ ἐργασίας ἕνεκα καὶ χρηματισμοῦ ταῦτα ποιεῖ, καὶ προδεδήλωκε <q>τρεῖς ὑποθέμενος ἁρμόζοντας μάλιστα τῷ σοφῷ χρηματισμούς, τὸν ἀπὸ βασιλείας καὶ τὸν ἀπὸ φίλων καὶ τρίτον ἐπὶ τούτοις τὸν ἀπὸ σοφιστείας.</q> <milestone unit="tlnum" n="20"/> καίτοι πολλαχοῦ μὲν ἀποκναίει ταῦτʼ ἐπαινῶν <quote rend="blockquote"><l> ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων, </l><l>Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;</l></quote> ἐν δὲ τοῖς περὶ Φύσεως λέγει <q>τὸν σοφόν, εἰ τὴν μεγίστην οὐσίαν ἀποβάλοι, δραχμὴν μίαν ἐκβεβληκέναι <milestone unit="tlnum" n="25"/> δόξειν.</q> οὕτω δʼ αὐτὸν ἄρας ἐκεῖ καὶ ὀγκώσας <pb xml:id="v.6.p.243"/> <milestone unit="stephpage" xml:id="stephpage-1043f" n="1043f"/> ἐνταῦθα πάλιν εἰς μισθαρνίαν καταβάλλει καὶ σοφιστείαν καὶ γὰρ αἰτήσειν καὶ προλήψεσθαι τὸ μὲν εὐθὺς ἀρχομένου, τὸ δὲ χρόνου τῷ μαθητῇ διελθόντος, ὅπερ εὐγνωμονέστερον εἶναί φησιν, ἀσφαλέστερον <milestone unit="tlnum" n="5"/> δὲ τὸ προλαμβάνειν, ὡς ἀδικήματα τοῦ τόπου ἐπιδεχομένου. λέγει δʼ οὕτως <q>εἰσπράττονται δὲ τὸν μισθὸν οὐ πάντες οἱ νοῦν ἔχοντες ὡσαύτως· ἀλλʼ ἄλλως πλῆθος,ὡς ἂν ὁ καιρὸς φέρῃ, οὐκ ἐπαγγελλόμενοι ποιήσειν ἀγαθούς, καὶ ταῦτʼ ἐν ἐνιαυτῷ <milestone unit="tlnum" n="10"/> ὅσα δὲ πρὸς ἑαυτούς, ταῦτα ποιήσειν πρὸς τὸν <milestone unit="stephpage" xml:id="stephpage-1044a" n="1044a"/> συμφωνηθέντα χρόνον</q> καὶ πάλιν προελθών <q>τὸν τε καιρὸν εἴσεται, πότερον εὐθὺς δεῖ τὸν μισθὸν λαμβάνειν ἅμα τῇ προσόδῳ καθάπερ πλείους πεποιήκασιν, ἢ καὶ χρόνον αὐτοῖς διδόναι, τοῦ τόπου <milestone unit="tlnum" n="15"/> τούτου μᾶλλον καὶ ἀδικήματα ἐπιδεχομένου, δόξαντος δʼ ἂν εἶναι εὐγνωμονεστέρου.</q> καὶ πῶς ἂν εἴη χρημάτων καταφρονητὴς ὁ σοφός, ὑπὸ συγγραφὴν ἐπʼ ἀργυρίῳ τὴν ἀρετὴν παραδιδούς, κἂν μὴ παραδῷ τὸ μισθάριον εἰσπράττων, ὡς,· πεποιηκὼς τὰ παρʼ <milestone unit="tlnum" n="20"/> αὑτόν; ἢ βλάβης κρείττων, φυλαττόμενος μὴ ἀδικηθῇ περὶ τὸ μισθάριον; ἀδικεῖται γὰρ οὐδεὶς μὴ βλαπτόμενος· <milestone unit="stephpage" xml:id="stephpage-1044b" n="1044b"/> ὅθεν μὴ ἀδικεῖσθαι τὸν σοφὸν ἐν ἄλλοις ἀποφηνάμενος ἐνταῦθά φησιν ἀδίκημά τι τὸν τόπον ἐπιδέχεσθαι. </p></div><div type="textpart" subtype="section" n="21"><p rend="indent"><milestone unit="tlnum" n="25"/> ἐν δὲ τῷ περὶ Πολιτείας οὐδὲν ἡδονῆς ἕνεκα <pb xml:id="v.6.p.244"/> πράξειν οὐδὲ παρασκευάσεσθαί φησι τοὺς πολίτας· καὶ τὸν Εὐριπίδην ἐπαινεῖ ταῦτα προφερόμενος <quote rend="blockquote"><l>ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων, </l><l>Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;</l></quote> <milestone unit="tlnum" n="5"/> εἶτα μικρὸν ἀπὸ τούτων προελθὼν ἐπαινεῖ τὸν Διογένη τὸ αἰδοῖον ἀποτριβόμενον ἐν φανερῷ καὶ λέγοντα πρὸς τοὺς παρόντας <q>εἴθε καὶ τὸν λιμὸν οὕτως ἀποτρίψασθαι τῆς γαστρὸς ἠδυνάμην</q> τίνʼ οὖν ἔχει λόγον ἐν τοῖς αὐτοῖς ἐπαινεῖν τὸν ἐκβάλλοντα <milestone unit="tlnum" n="10"/> τὴν ἡδονὴν ἅμα καὶ τὸν ἡδονῆς ἕνεκα τοιαῦτα πράττοντα καὶ τοιαύτης ἁπτόμενον αἰσχρουργίας; <milestone unit="stephpage" xml:id="stephpage-1044c" n="1044c"/> γράψας τοίνυν ἐν τοῖς περὶ Φύσεως ὅτι πολλὰ τῶν ζῴων ἕνεκα κάλλους ἡ φύσις ἐνήνοχε, φιλοκαλοῦσα καὶ χαίρουσα τῇ ποικιλίᾳ καὶ λόγον <milestone unit="tlnum" n="15"/> ἐπειπὼν παραλογώτατον ὡς <q>ὁ ταὼς ἕνεκα τῆς οὐρᾶς γέγονε διὰ τὸ κάλλος αὐτῆς,</q> αὖθις ἐν τῷ περὶ Πολιτείας νεανικῶς ἐπιτετίμηκε τοῖς ταὼς τρέφουσι καὶ ἀηδόνας, ὥσπερ ἀντινομοθετῶν τῷ τοῦ κόσμου νομοθέτῃ καὶ τῆς φύσεως καταγελῶν φιλοκαλούσης <milestone unit="tlnum" n="20"/> περὶ τὰ τοιαῦτα τῶν ζῴων, οἷς ὁ σοφὸς ἐν τῇ πόλει τόπον οὐ δίδωσι. πῶς γὰρ οὐκ ἄτοπον ἐγκαλεῖν τοῖς τρέφουσιν ἃ γεννῶσαν ἐπαινεῖ τὴν πρόνοιαν; <milestone unit="stephpage" xml:id="stephpage-1044d" n="1044d"/> ἐν μὲν οὖν τῷ πέμπτῳ περὶ Φύσεως εἰπὼν ὅτι <q>οἱ κόρεις εὐχρήστως ἐξυπνίζουσιν ἡμᾶς καὶ οἱ μύες <milestone unit="tlnum" n="25"/> ἐπιστρέφουσιν ἡμᾶς μὴ ἀμελῶς ἕκαστα τιθέναι, φιλοκαλεῖν δὲ τὴν φύσιν τῇ ποικιλίᾳ χαίρουσαν εἰκός ἐστι,</q> ταῦτα κατὰ λέξιν εἴρηκε <q>γένοιτο δʼ ἂν <pb xml:id="v.6.p.245"/> μάλιστα τούτου ἔμφασις ἐπὶ τῆς κέρκου τοῦ ταὼ ἐνταῦθα γὰρ ἐπιφαίνει τὸ ζῷον γεγονέναι ἕνεκα τῆς κέρκου καὶ οὐκ ἀνάπαλιν, τῷ δʼ ἄρρενι γινομένῳ οὕτως ἡ θήλεια γοῦν ἠκολούθηκεν. ἐν δὲ <milestone unit="tlnum" n="5"/> τῷ περὶ Πολιτείας εἰπὼν ὅτι <q>ἐγγύς ἐσμεν τοῦ καὶ τοὺς κοπρῶνας ζῳγραφεῖν</q> μετʼ ὀλίγον τὰ γεωργικά φησι καλλωπίζειν τινὰς ἀναδενδράσι καὶ μυρρίναις, <milestone unit="stephpage" xml:id="stephpage-1044e" n="1044e"/> καὶ ταὼς καὶ περιστερὰς τρέφουσι καὶ πέρδικας ἵνα κακκαβίζωσιν αὐτοῖς καὶ ἀηδόνας.</q> ἡδέως δʼ ἂν <milestone unit="tlnum" n="10"/> αὐτοῦ πυθοίμην, τί φρονεῖ περὶ μελιττῶν καὶ μέλιτος· ἦν μὲν γὰρ ἀκόλουθον τῷ τοὺς κόρεις εὐχρήστως τὸ τὰς μελίττας ἀχρήστως; φάναι γεγονέναι εἰ δὲ ταύταις τόπον ἐν τῇ πόλει δίδωσι, διὰ τί τῶν πρὸς ἀκοὴν καὶ ὄψιν ἐπιτερπῶν ἀπείργει τοὺς πολίτας; <milestone unit="tlnum" n="15"/> καθόλου δʼ ὥσπερ ὁ τοὺς συνδείπνους μεμφόμενος ὅτι χρῶνται τραγήμασι καὶ οἴνῳ καὶ ὄψοις, τὸν δʼ ἐπὶ ταῦτα κεκληκότα καὶ ταῦτα παρεσκευασμένον ἐπαινῶν ἄτοπός ἐστιν οὕτως ὁ τὴν μὲν πρόνοιαν ἐγκωμιάζων ἰχθῦς καὶ ὄρνιθας καὶ μέλι καὶ οἶνον <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1044f" n="1044f"/> παρασκευάσασαν, ἐγκαλῶν δὲ τοῖς μὴ παραπέμπουσι ταῦτα μηδʼ ἀρκουμένοις <quote rend="blockquote"><l>Δήμητρος ἀκτῇ πώμασὶν θʼ ὑδρηχόοις, </l><l>ἅπερ πάρεστι καὶ πέφυχ̓ ἡμᾶς τρέφειν</l></quote> οὐδένα ποιεῖσθαι λόγον ἔοικε τοῦ τἀναντία λέγειν <milestone unit="tlnum" n="25"/> ἑαυτῷ. <pb xml:id="v.6.p.246"/> </p></div><div type="textpart" subtype="section" n="22"><p rend="indent">καὶ μὴν ἐν τῷ τῶν Προτρεπτικῶν εἰπὼν ὅτι <q>καὶ τὸ μητράσιν ἢ ἀδελφαῖς ἢ θυγατράσιν συγγενέσθαι καὶ τὸ φαγεῖν τι καὶ προελθεῖν ἀπὸ λεχοῦς ἢ θανάτου πρὸς ἱερὸν ἀλόγως διαβέβληται· <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-1045a" n="1045a"/> καὶ πρὸς τὰ θηρία</q> φησὶ <q>δεῖν ἀποβλέπειν καὶ τοῖς ὑπʼ ἐκείνων γιγνομένοις τεκμαίρεσθαι τὸ μηδὲν ἄτοπον μηδὲ παρὰ φύσιν εἶναι τῶν τοιούτων· εὐκαίρως γὰρ πρὸς ταῦτα γίγνεσθαι τὰς τῶν ἄλλων ζῴων παραθέσεις εἰς τὸ μήτε συγγιγνόμενα μήτε <milestone unit="tlnum" n="10"/> γεννῶντα μήτʼ ἐναποθνήσκοντα ἐν τοῖς ἱεροῖς μιαίνειν τὸ θεῖον.</q> ἐν δὲ τῷ πέμπτῳ πάλιν περὶ Φύσεως λέγει <q>καλῶς μὲν ἀπαγορεύειν τὸν Ἡσίοδον εἰς ποταμοὺς καὶ κρήνας οὐρεῖν· ἔτι δὲ μᾶλλον ἀφεκτέον εἶναι τοῦ πρὸς βωμὸν οὐρεῖν ἢ ἀφίδρυμα <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1045b" n="1045b"/> θεοῦ· μὴ γὰρ εἶναι πρὸς λόγον, εἰ κύνες καὶ ὄνοι τοῦτο ποιοῦσι καὶ παιδάρια νήπια, μηδεμίαν ἐπιστροφὴν μηδʼ ἐπιλογισμὸν ἔχοντα περὶ τῶν τοιούτων.</q> ἄτοπον μὲν οὖν τὸ ἐκεῖ μὲν εὔκαιρον εἰπεῖν τὴν τῶν ἀλόγων ζῴων ἀποθεώρησιν, ἐνταῦθα δʼ <milestone unit="tlnum" n="20"/> ἀπὸ λόγου. </p></div><div type="textpart" subtype="section" n="23"><p rend="indent">τοῦ κατηναγκάσθαι δοκοῦντος ὑπὸ τῶν ἔξωθεν αἰτιῶν ταῖς ὁρμαῖς ἀπόλυσιν πορίζειν, ἔνιοι τῶν φιλοσόφων ἐπελευστικήν τινα κίνησιν ἐν τῷ ἡγεμονικῷ κατασκευάζουσιν, ἐπὶ τῶν ἀπαραλλάκτων <pb xml:id="v.6.p.247"/> μάλιστα γιγνομένην ἔκδηλον· ὅταν γὰρ δυεῖν ἴσον δυναμένων καὶ ὁμοίως ἐχόντων θάτερον λαβεῖν <milestone unit="stephpage" xml:id="stephpage-1045c" n="1045c"/> ἀνάγκη, μηδεμιᾶς αἰτίας ἐπὶ θάτερον ἀγούσης τῷ μηδὲν τοῦ ἑτέρου διαφέρειν, ἡ ἐπελευστικὴ δύναμις <milestone unit="tlnum" n="5"/> αὕτη τῆς ψυχῆς ἐπίκλισιν ἐξ αὑτῆς λαβοῦσα διέκοψε τὴν ἀπορίαν. πρὸς τούτους ὁ Χρύσιππος ἀντιλέγων, ὡς βιαζομένους τῷ ἀναιτίῳ τὴν φύσιν, ἐν πολλοῖς παρατίθησι <q>τὸν ἀστράγαλον καὶ τὸν ζυγὸν καὶ πολλὰ τῶν μὴ δυναμένων ἄλλοτʼ ἄλλας λαμβάνειν <milestone unit="tlnum" n="10"/> πτώσεις καὶ ῥοπὰς ἄνευ τινὸς αἰτίας καὶ διαφορᾶς ἢ περὶ αὐτὰ πάντως; ἢ περὶ τὰ ἔξωθεν γιγνομένης· τὸ γὰρ ἀναίτιον ὅλως ἀνύπαρκτον εἶναι καὶ τὸ αὐτόματον ἐν δὲ ταῖς πλαττομέναις ὑπʼ ἐνίων καὶ <milestone unit="stephpage" xml:id="stephpage-1045d" n="1045d"/> λεγομέναις ταύταις ἐπελεύσεσιν αἰτίας ἀδήλους ὑποτρέχειν <milestone unit="tlnum" n="15"/> καὶ λανθάνειν ἡμᾶς ἐπὶ θάτερα τὴν ὁρμὴν ἀγούσας.</q> ταῦτα μὲν οὖν ἐν τοῖς γνωριμωτάτοις ἐστὶ τῶν ὑπʼ αὐτοῦ πολλάκις εἰρημένων. ἃ δὲ τούτοις πάλιν αὐτὸς ἐξ ἐναντίας εἴρηκεν, οὐχ ὁμοίως οὕτως ἐν μέσῳ κείμενα, διʼ αὐτῶν παραθήσομαι <milestone unit="tlnum" n="20"/> τῶν ἐκείνου λέξεων. ἐν μὲν γὰρ τῷ περὶ τοῦ Δικάζειν ὑποθέμενος δύο δρομεῖς ὁμοῦ συνεκπίπτειν ἀλλήλοις διαπορεῖ τί τῷ βραβευτῇ καθήκει ποιῆσαι· <q>πότερον</q> φησίν <q>ἔξεστι τὸν βραβευτὴν τὸν φοίνικα Ο φη Ὀφ ο ὁποτέρῳ βούλεται, ἀποδοῦναι; κἂν τύχωσιν αὐτῷ <pb xml:id="v.6.p.248"/> <milestone unit="stephpage" xml:id="stephpage-1045e" n="1045e"/> συνηθέστεροι ὄντες, ὡς ἂν ἐνταῦθα τῶν αὑτοῦ τι χαρισάμενον; τρόπον τινὰ μᾶλλον, ὡς κοινοῦ τοῦ φοίνικος γεγονότος ἀμφοτέρων, οἱονεί τινος κλήρου γινομένου ἀδήλως, κατὰ τὴν ἐπίκλισιν, ὡς ἔτυχε, <milestone unit="tlnum" n="5"/> δοῦναι αὐτόν; λέγω δʼ ἣν ἔτυχεν ἐπίκλισιν, οἵα γίνεται, ὅταν δυεῖν προκειμένων δραχμῶν ὁμοίων κατὰ τὰ λοιπὰ ἐπὶ τὴν ἑτέραν ἐπικλίναντες λαμβάνωμεν αὐτήν.</q> ἐν δὲ τῷ ἕκτῳ περὶ Καθήκοντος <q>εἶναί τινα φήσας πράγματα μὴ πάνυ πολλῆς ἄξια <milestone unit="tlnum" n="10"/> ὄντα πραγματείας μηδὲ προσοχῆς</q> ἀφιέναι περὶ <milestone unit="stephpage" xml:id="stephpage-1045f" n="1045f"/> ταῦτα τῇ ὡς ἔτυχεν ἐπικλίσει τῆς διανοίας οἴεται δεῖν τὴν αἵρεσιν ἀποκληρώσαντας· <q>οἷον</q> φησὶν <q>εἰ τῶν δοκιμαζόντων τάσδε τινὰς δραχμὰς δύο ἐπὶ τοσόνδε οἱ μὲν τήνδε οἱ δὲ τήνδε φαῖεν εἶναι καλήν, <milestone unit="tlnum" n="15"/> δέοι δὲ μίαν αὐτῶν λαβεῖν· τηνικαῦτʼ ἀφέντες τὸ ἐπὶ πλεῖον ἐπιζητεῖν, ἣν ἔτυχε ληψόμεθα, κατʼ ἄδηλὸν τινʼ ἀποκληρώσαντες αὐτὰς λόγον, καὶ εἰ μάλιστα τὴν μοχθηρὰν ληψόμεθα αὐτῶν.</q> ἐν τούτοις γὰρ ἀποκλήρωσις καὶ τὸ ὡς ἔτυχεν ἐπικλῖνον τῆς <milestone unit="tlnum" n="20"/> διανοίας, ἄνευ πάσης αἰτίας εἰσάγει τῶν ἀδιαφόρων λῆψιν. <pb xml:id="v.6.p.249"/> </p></div><div type="textpart" subtype="section" n="24"><p rend="indent">ἐν τῷ τρίτῳ περὶ τῆς Διαλεκτικῆς ὑπειπὼν ὅτι <q>Πλάτων ἐσπούδασε περὶ τὴν διαλεκτικὴν καὶ Ἀριστοτέλης καὶ ἀπὸ τούτων οἱ ἄχρι Πολέμωνος <milestone unit="stephpage" xml:id="stephpage-1046a" n="1046a"/> καὶ Στράτωνος μάλιστα δὲ Σωκράτης</q> καὶ ἐπιφωνήσας <milestone unit="tlnum" n="5"/> ὅτι <q>καὶ συνεξαμαρτάνειν ἄν τις ἐθελήσειε τούτοις τοσούτοις καὶ τοιούτοις οὖσιν</q> ἐπιφέρει κατὰ λέξιν <q>εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν εἰρήκεσαν, τάχʼ ἄν τις διέσυρε τὸν τόπον τοῦτον· οὕτω δʼ αὐτῶν ἐπιμελῶς εἰρηκότων ὡς ἐν ταῖς <milestone unit="tlnum" n="10"/> μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας οἵους ὑπονοοῦμεν</q> τί οὖν σύ, φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδʼ ἐλέγχων, ὡς νομίζεις <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1046b" n="1046b"/> ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπουδασμένως ἔγραψαν, περὶ δʼ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ <milestone unit="tlnum" n="20"/> μαχόμενον αὑτῷ καὶ μυρίας ἄλλας ἁμαρτίας ἔχοντα. </p></div><div type="textpart" subtype="section" n="25"><p rend="indent"><q>τὴν ἐπιχαιρεκακίαν ὅπου μὲν ἀνύπαρκτον εἶναί φησιν ἐπεὶ τῶν μὲν ἀστείων οὐδεὶς ἐπʼ ἀλλοτρίοις κακοῖς χαίρει, τῶν δὲ φαύλων οὐδεὶς χαίρει τὸ παράπαν</q> ἐν δὲ τῷ δευτέρῳ περὶ Ἀγαθοῦ τὸν <milestone unit="tlnum" n="25"/> φθόνον ἐξηγησάμενος ὅτι <q>λύπη ἐστὶν ἐπʼ ἀλλοτρίοις <milestone unit="stephpage" xml:id="stephpage-1046c" n="1046c"/> ἀγαθοῖς, ὡς δήποτε, βουλομένων ταπεινοῦν τοὺς πλησίον, ὅπως ὑπερέχωσιν αὐτοί,</q> συνάπτει τὰ <pb xml:id="v.6.p.250"/> τῆς ἐπιχαιρεκακίας· <q>ταύτῃ δὲ συνεχὴς ἡ ἐπιχαιρεκακία γίγνεται, ταπεινοὺς βουλομένων εἶναι τοὺς πλησίον διὰ τὰς ὁμοίας αἰτίας, καθʼ ἑτέρας δὲ φυσικὰς φορὰς ἐκτρεπομένων, ὁ ἔλεος γίγνεται.</q> <milestone unit="tlnum" n="5"/> δῆλος γάρ ἐστὶν ἐνταῦθα τὴν ἐπιχαιρεκακίαν ὑπαρκτὴν ὥσπερ τὸν φθόνον καὶ τὸν ἔλεον ἀπολιπών, ἣν ἐν ἑτέροις ἀνύπαρκτον εἶναί φησιν ὥσπερ τὴν μισοπονηρίαν καὶ τὴν αἰσχροκέρδειαν. </p></div><div type="textpart" subtype="section" n="26"><p rend="indent">ἐν πολλοῖς εἰρηκὼς ὅτι <q>παρὰ τὸν πλείονα <milestone unit="tlnum" n="10"/> χρόνον οὐδὲν μᾶλλον εὐδαιμονοῦσιν ἀλλʼ ὁμοίως καὶ ἐπίσης τοῖς τὸν ἀμερῆ χρόνον εὐδαιμονίας μετασχοῦσιν</q> ἐν πολλοῖς πάλιν εἴρηκεν ὡς <q>οὐδʼ ἂν τὸν δάκτυλον καθήκοι προτεῖναι χάριν ἀμεριαίας φρονήσεως, καθάπερ ἀστραπῆς διερχομένης.</q> <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1046d" n="1046d"/> ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπʼ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς <q>οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει οὔτε πᾶν κατόρθωμα εἰς σεμνολογίαν</q> ἐπενήνοχε ταῦτα <q>καὶ γάρ, εἰ μόνον μέλλοι <milestone unit="tlnum" n="20"/> ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὀδʼ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως,</q> καίπερ παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονούντων οὐδὲ τῆς ἀιδίου εὐδαιμονίας αἱρετωτέρας γιγνομένης παρὰ τὴν <milestone unit="tlnum" n="25"/> ἀμεριαίαν. εἰ μὲν οὖν τὴν φρόνησιν ἡγεῖτο ποιητικὸν <milestone unit="stephpage" xml:id="stephpage-1046e" n="1046e"/> εἶναι τῆς εὐδαιμονίας ἀγαθὸν ὥσπερ ὁ <pb xml:id="v.6.p.251"/> Ἐπίκουρος, αὐτῆς ἔδει μόνον τῆς ἀτοπίας καὶ παραδοξολογίας ἐπιλαμβάνεσθαι τοῦ δόγματος· ἐπεὶ δʼ ἡ φρόνησις οὐχ ἕτερόν ἐστι τῆς εὐδαιμονίας κατʼ αὐτὸν ἀλλʼ εὐδαιμονία, πῶς οὐ μάχεται τὸ λέγειν <milestone unit="tlnum" n="5"/> ἐπίσης μὲν αἱρετὴν εἶναι τὴν ἀμεριαίαν εὐδαιμονίαν καὶ τὴν ἀίδιον, μηδενὸς δʼ ἀξίαν τὴν ἀμεριαίαν; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>