<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="20"><p rend="indent">μία σύνταξις ἡ περὶ Βίων τέτταρα βιβλία· τούτων ἐν τῷ τετάρτῳ λέγει τὸν σοφὸν ἀπράγμονὰ <milestone unit="tlnum" n="5"/> τʼ εἶναι καὶ ὀλιγοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν <milestone unit="stephpage" xml:id="stephpage-1043b" n="1043b"/> ἔστι δʼ ἡ λέξις αὕτη <q>οἶμαι γὰρ ἔγωγε τὸν φρόνιμον καὶ ἀπράγμονα εἶναι καὶ ὀλιγοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν ὁμοίως τῆς τʼ αὐτοπραγίας καὶ τῆς ὀλιγοπραγμοσύνης ἀστείων ὄντων.</q> τὰ δʼ ὅμοια <milestone unit="tlnum" n="10"/> σχεδὸν ἐν τῷ περὶ τῶν Διʼ αὑτὰ αἱρετῶν εἴρηκε ταύταις ταῖς λέξεσι <q>τῷ γὰρ ὄντι φαίνεται ὁ κατὰ τὴν ἡσυχίαν βίος ἀκίνδυνόν τι καὶ ἀσφαλὲς ἔχειν, οὐ πάνυ τῶν πολλῶν δυναμένων τοῦτο συνιδεῖν.</q> ὅτι μὲν οὖν τῷ Ἐπικούρῳ τὴν πρόνοιαν ἀναιροῦντι <milestone unit="tlnum" n="15"/> διὰ τῆς ἀπραγμοσύνης τῆς περὶ τὸν θεὸν οὐκ ἀπᾴδει, δῆλόν ἐστιν ἀλλʼ αὐτὸς ὁ Χρύσιππος ἐν τῷ πρώτῳ <milestone unit="stephpage" xml:id="stephpage-1043c" n="1043c"/> περὶ Βίων <q>βασιλείαν τε τὸν σοφὸν ἑκουσίως ἀναδέχεσθαι λέγει, χρηματιζόμενον ἀπʼ αὐτῆς· κἂν αὐτὸς βασιλεύειν μὴ δύνηται, συμβιώσεται βασιλεῖ καὶ <milestone unit="tlnum" n="20"/> στρατεύσεται μετὰ βασιλέως, οἷος ἦν Ἰδάνθυρσος ὁ Σκύθης ἢ Λεύκων ὁ Ποντικός.</q> παραθήσομαι δὲ καὶ ταύτην αὐτοῦ τὴν διάλεκτον, ὅπως εἰδῶμεν εἰ, καθάπερ ἐκ νήτης καὶ ὑπάτης γίγνεταί τι σύμφωνον, οὕτως ὁμολογεῖ βίος ἀνδρὸς καὶ ἀπραγμοσύνην αἱρουμένου <milestone unit="tlnum" n="25"/> καὶ ὀλιγοπραγμοσύνην, εἶτα συνιππαζομένου Σκύθαις καὶ τὰ τῶν ἐν Βοσπόρῳ τυράννων <pb xml:id="v.6.p.242"/> πράττοντος <milestone unit="stephpage" xml:id="stephpage-1043d" n="1043d"/> ἐξ οἱασδήτινος ἀνάγκης· <q>ὅτι γάρ</q> φησὶ <q>καὶ στρατεύσεται μετὰ δυναστῶν καὶ βιώσεται, πάλιν ἐπισκεψώμεθα τούτων ἐχόμενοι, τινῶν μὲν οὐδὲ ταῦτʼ ὑπονοούντων διὰ τοὺς ὁμοίους ὑπολογισμούς, <milestone unit="tlnum" n="5"/> ἡμῶν δὲ καὶ ταῦτʼ ἀπολειπόντων διὰ τοὺς παραπλησίους λόγους.</q> καὶ μετὰ μικρὸν <q>οὐ μόνον δὲ μετὰ τῶν προκεκοφότων ἐπὶ ποσὸν καὶ ἐν ἀγωγαῖς καὶ ἐν ἔθεσι ποιοῖς γεγονότων, οἷον παρὰ Λεύκωνι καὶ Ἰδανθύρσῳ.</q> Καλλισθένει τινὲς ἐγκαλοῦσιν, <milestone unit="tlnum" n="10"/> ὅτι πρὸς Ἀλέξανδρον ἔπλευσεν ἐλπίζων ἀναστήσειν Ὄλυνθον, ὡς Στάγειρα Ἀριστοτέλης· Ἔφορον δὲ καὶ Ξενοκράτην καὶ Μενέδημον ἐπαινοῦσι παραιτησαμένους <milestone unit="stephpage" xml:id="stephpage-1043e" n="1043e"/> τὸν Ἀλέξανδρον ὁ δὲ Χρύσιππος ἕνεκα χρηματισμοῦ τὸν σοφὸν ἐπὶ κεφαλὴν ἐς Παντικάπαιον <milestone unit="tlnum" n="15"/> ὠθεῖ καὶ τὴν Σκυθῶν ἐρημίαν. ὅτι γὰρ ἐργασίας ἕνεκα καὶ χρηματισμοῦ ταῦτα ποιεῖ, καὶ προδεδήλωκε <q>τρεῖς ὑποθέμενος ἁρμόζοντας μάλιστα τῷ σοφῷ χρηματισμούς, τὸν ἀπὸ βασιλείας καὶ τὸν ἀπὸ φίλων καὶ τρίτον ἐπὶ τούτοις τὸν ἀπὸ σοφιστείας.</q> <milestone unit="tlnum" n="20"/> καίτοι πολλαχοῦ μὲν ἀποκναίει ταῦτʼ ἐπαινῶν <quote rend="blockquote"><l> ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων, </l><l>Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;</l></quote> ἐν δὲ τοῖς περὶ Φύσεως λέγει <q>τὸν σοφόν, εἰ τὴν μεγίστην οὐσίαν ἀποβάλοι, δραχμὴν μίαν ἐκβεβληκέναι <milestone unit="tlnum" n="25"/> δόξειν.</q> οὕτω δʼ αὐτὸν ἄρας ἐκεῖ καὶ ὀγκώσας <pb xml:id="v.6.p.243"/> <milestone unit="stephpage" xml:id="stephpage-1043f" n="1043f"/> ἐνταῦθα πάλιν εἰς μισθαρνίαν καταβάλλει καὶ σοφιστείαν καὶ γὰρ αἰτήσειν καὶ προλήψεσθαι τὸ μὲν εὐθὺς ἀρχομένου, τὸ δὲ χρόνου τῷ μαθητῇ διελθόντος, ὅπερ εὐγνωμονέστερον εἶναί φησιν, ἀσφαλέστερον <milestone unit="tlnum" n="5"/> δὲ τὸ προλαμβάνειν, ὡς ἀδικήματα τοῦ τόπου ἐπιδεχομένου. λέγει δʼ οὕτως <q>εἰσπράττονται δὲ τὸν μισθὸν οὐ πάντες οἱ νοῦν ἔχοντες ὡσαύτως· ἀλλʼ ἄλλως πλῆθος,ὡς ἂν ὁ καιρὸς φέρῃ, οὐκ ἐπαγγελλόμενοι ποιήσειν ἀγαθούς, καὶ ταῦτʼ ἐν ἐνιαυτῷ <milestone unit="tlnum" n="10"/> ὅσα δὲ πρὸς ἑαυτούς, ταῦτα ποιήσειν πρὸς τὸν <milestone unit="stephpage" xml:id="stephpage-1044a" n="1044a"/> συμφωνηθέντα χρόνον</q> καὶ πάλιν προελθών <q>τὸν τε καιρὸν εἴσεται, πότερον εὐθὺς δεῖ τὸν μισθὸν λαμβάνειν ἅμα τῇ προσόδῳ καθάπερ πλείους πεποιήκασιν, ἢ καὶ χρόνον αὐτοῖς διδόναι, τοῦ τόπου <milestone unit="tlnum" n="15"/> τούτου μᾶλλον καὶ ἀδικήματα ἐπιδεχομένου, δόξαντος δʼ ἂν εἶναι εὐγνωμονεστέρου.</q> καὶ πῶς ἂν εἴη χρημάτων καταφρονητὴς ὁ σοφός, ὑπὸ συγγραφὴν ἐπʼ ἀργυρίῳ τὴν ἀρετὴν παραδιδούς, κἂν μὴ παραδῷ τὸ μισθάριον εἰσπράττων, ὡς,· πεποιηκὼς τὰ παρʼ <milestone unit="tlnum" n="20"/> αὑτόν; ἢ βλάβης κρείττων, φυλαττόμενος μὴ ἀδικηθῇ περὶ τὸ μισθάριον; ἀδικεῖται γὰρ οὐδεὶς μὴ βλαπτόμενος· <milestone unit="stephpage" xml:id="stephpage-1044b" n="1044b"/> ὅθεν μὴ ἀδικεῖσθαι τὸν σοφὸν ἐν ἄλλοις ἀποφηνάμενος ἐνταῦθά φησιν ἀδίκημά τι τὸν τόπον ἐπιδέχεσθαι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>