<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἐπεὶ τοίνυν πολλὰ μὲν ὡς ἐν ὀλίγοις αὐτῷ Ζήνωνι πολλὰ δὲ Κλεάνθει πλεῖστα δὲ Χρυσίππῳ γεγραμμένα τυγχάνει περὶ πολιτείας καὶ τοῦ ἄρχεσθαι <milestone unit="tlnum" n="15"/> καὶ ἄρχειν καὶ δικάζειν καὶ ῥητορεύειν ἐν δὲ τοῖς βίοις οὐδενὸς ἔστιν εὑρεῖν οὐ στρατηγίαν, <milestone unit="stephpage" xml:id="stephpage-1033c" n="1033c"/> οὐ νομοθεσίαν, οὐ πάροδον εἰς βουλήν, οὐ συνηγορίαν ἐπὶ δικαστῶν, οὐ στρατείαν ὑπὲρ πατρίδος, οὐ πρεσβείαν, οὐκ ἐπίδοσιν· ἀλλʼ ἐπὶ ξένης ὥσπερ τινὸς <milestone unit="tlnum" n="20"/> λωτοῦ γευσάμενοι σχολῆς τὸν πάντα βίον οὐ βραχὺν <pb xml:id="v.6.p.215"/> δε στοιξορυμ ρεπυγναντιις. ἀλλὰ παμμήκη γενόμενον διήγαγον ἐν λόγοις καὶ βιβλίοις καὶ περιπάτοις· οὐκ ἄδηλον ὅτι τοῖς ὑφʼ ἑτέρων γραφομένοις καὶ λεγομένοις μᾶλλον ἢ τοῖς ὑφʼ αὑτῶν ὁμολογουμένως ἔζησαν, ἣν Ἐπίκουρος <milestone unit="tlnum" n="5"/> ἡσυχίαν ἐπαινεῖ καὶ Ἱερώνυμος, ἐν ταύτῃ τὸ παράπαν <milestone unit="stephpage" xml:id="stephpage-1033d" n="1033d"/> καταβιώσαντες. αὐτὸς γοῦν Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ Βίων οὐδὲν οἴεται τὸν σχολαστικὸν βίον τοῦ ἡδονικοῦ διαφέρειν· αὐτὰς δὲ παραθήσομαι τὰς λέξεις <q>ὅσοι δʼ ὑπολαμβάνουσι φιλοσόφοις ἐπιβάλλειν <milestone unit="tlnum" n="10"/> μάλιστα τὸν σχολαστικὸν βίον ἀπʼ ἀρχῆς, οὗτοί μοι δοκοῦσι διαμαρτάνειν, ὑπονοοῦντες διαγωγῆς τινος ἕνεκεν δεῖν τοῦτο ποιεῖν ἢ ἄλλου τινὸς τούτῳ παραπλησίου, καὶ τὸν ὅλον βίον οὕτω πως διελκύσαι· τοῦτο δʼ ἐστίν, ἂν σαφῶς θεωρηθῇ, ἡδέως· οὐ γὰρ <milestone unit="tlnum" n="15"/> δεῖ λανθάνειν τὴν ὑπόνοιαν αὐτῶν, πολλῶν μὲν σαφῶς τοῦτο λεγόντων οὐκ ὀλίγων δʼ ἀδηλότερον.</q> <milestone unit="stephpage" xml:id="stephpage-1033e" n="1033e"/>τίς οὖν μᾶλλον ἐν τῷ σχολαστικῷ βίῳ τούτῳ κατεγήρασεν ἢ Χρύσιππος καὶ Κλεάνθης καὶ Διογένης καὶ Ζήνων καὶ Ἀντίπατρος, οἵ γε καὶ <milestone unit="tlnum" n="20"/> τὰς αὑτῶν κατέλιπον πατρίδας, οὐδὲν ἐγκαλοῦντες ἀλλʼ ὅπως καθʼ ἡσυχίαν ἐν τῷ Ὠιδείῳ καὶ ἐπὶ Ζωστῆρος σχολάζοντες καὶ φιλολογοῦντες διάγωσιν; Ἀριστοκρέων γοῦν ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐπέγραψε τόδε <milestone unit="tlnum" n="25"/> τὸ ἐλεγεῖον <pb xml:id="v.6.p.216"/> <quote rend="blockquote"><l>τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε, </l><l> τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.</l></quote> <milestone unit="stephpage" xml:id="stephpage-1033f" n="1033f"/> τοῦτʼ οὖν ὁ Χρύσιππος, ὁ γέρων, ὁ φιλόσοφος, ὁ τὸν βασιλικὸν καὶ πολιτικὸν ἐπαινῶν βίον, τὸν δὲ <milestone unit="tlnum" n="5"/> σχολαστικὸν οὐδὲν οἰόμενος τοῦ ἡδονικοῦ διαφέρειν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>