<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent">τοῦ δὲ Πλάτωνος; εἰπόντος τὴν ἀδικίαν ὡς διαφθορὰ ψυχῆς; οὖσα καὶ στάσις οὐδʼ ἐν αὐτοῖς <pb xml:id="v.6.p.236"/> τοῖς ἔχουσιν ἀποβάλλει τὴν δύναμιν ἀλλʼ αὐτὸν ἑαυτῷ συμβάλλει καὶ συγκρούει καὶ ταράττει τὸν πονηρόν, ἐγκαλῶν Χρύσιππος <q>ἀτόπως</q> φησὶ <q>λέγεσθαι τὸ ἀδικεῖν ἑαυτόν εἶναι γὰρ πρὸς ἕτερον οὐ πρὸς <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-1041c" n="1041c"/> ἑαυτὸν τὴν ἀδικίαν·</q> ἐπιλαθόμενος γὰρ τούτων αὖθις ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσιν <q>ἀδικεῖσθαί φησιν ὑφʼ ἑαυτοῦ τὸν ἀδικοῦντα καὶ αὑτὸν ἀδικεῖν, ὅταν ἄλλον ἀδικῇ, γιγνόμενον ἑαυτῷ τοῦ παρανομεῖν αἴτιον καὶ βλάπτοντα παρʼ ἀξίαν ἑαυτόν.</q> ἐν <milestone unit="tlnum" n="10"/> μὲν τοῖς πρὸς Πλάτωνα ταῦτʼ εἴρηκε περὶ τοῦ τὴν ἀδικίαν λέγεσθαι μὴ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς ἕτερον· <q>οὐ γὰρ κατʼ ἰδίαν ἄδικοι συνεστήκασιν ἐκ πλειόνων δὲ τοιούτων τἀναντία λεγόντων, καὶ ἄλλως τῆς ἀδικίας λαμβανομένης ὡς ἂν ἐν πλείοσι πρὸς ἑαυτοὺς οὕτως <milestone unit="tlnum" n="15"/> ἔχουσιν, εἰς δὲ τὸν ἕνα μηδενὸς διατείνοντος τοιούτου, <milestone unit="stephpage" xml:id="stephpage-1041d" n="1041d"/> καθʼ ὅσον δὲ πρὸς τοὺς πλησίον ἔχει οὕτως·</q> ἐν δὲ ταῖς Ἀποδείξεσι τοιούτους ἠρώτηκε λόγους περὶ τοῦ τὸν ἄδικον καὶ ἑαυτὸν ἀδικεῖν· <q>παραίτιον γενέσθαι παρανομήματος ἀπαγορεύει ὁ νόμος, καὶ <pb xml:id="v.6.p.237"/> τὸ ἀδικεῖν ἐστι παρανόμημα· ὁ τοίνυν παραίτιος γενόμενος ἑαυτῷ τοῦ ἀδικεῖν παρανομεῖ εἰς ἑαυτόν· ὁ δὲ παρανομῶν εἰς ἕνα καὶ ἀδικεῖ ἐκεῖνον· ὁ ἄρα καὶ ὁντινοῦν ἀδικῶν καὶ ἑαυτὸν ἀδικεῖ</q> πάλιν <milestone unit="tlnum" n="5"/> <q>τὸ ἁμάρτημα τῶν βλαμμάτων ἐστί, καὶ πᾶς ἁμαρτάνων παρʼ ἑαυτὸν ἁμαρτάνει· πᾶς ἄρʼ ὁ ἁμαρτάνων <milestone unit="stephpage" xml:id="stephpage-1041e" n="1041e"/> βλάπτει ἑαυτὸν παρὰ τὴν ἀξίαν· εἰ δὲ τοῦτο, καὶ ἀδικεῖ ἑαυτόν</q> ἔτι καὶ οὕτως <q>ὁ βλαπτόμενος ὑφʼ ἑτέρου ἑαυτὸν βλάπτει καὶ παρὰ τὴν ἀξίαν ἑαυτὸν <milestone unit="tlnum" n="10"/> βλάπτει; τοῦτο δʼ ἦν τὸ ἀδικεῖν· ὁ ἄρʼ ἀδικούμενος καὶ ὑφʼ ὁτουοῦν πᾶς ἑαυτὸν ἀδικεῖ.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>