<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="15"><p rend="indent">ἐν δὲ τοῖς πρὸς αὐτὸν Πλάτωνα περὶ Δικαιοσύνης <milestone unit="stephpage" xml:id="stephpage-1040b" n="1040b"/> εὐθὺς ἐξ ἀρχῆς ἐνάλλεται τῷ περὶ θεῶν λόγῳ καί φησιν <q>οὔτʼ ὀρθῶς ἀποτρέπειν τῷ ἀπὸ <pb xml:id="v.6.p.233"/> τῶν θεῶν φόβῳ τῆς ἀδικίας τὸν Κέφαλον, εὐδιάβλητὸν τʼ εἶναι καὶ πρὸς τοὐναντίον ἐξάγοντα πολλοὺς περισπασμοὺς καὶ πιθανότητας ἀντιπιπτούσας τὸν περὶ τῶν ὑπὸ τοῦ θεοῦ κολάσεων λόγον, <milestone unit="tlnum" n="5"/> ὡς οὐδὲν διαφέροντα τῆς Ἀκκοῦς καὶ τῆς Ἀλφιτοῦς, διʼ ὧν τὰ παιδάρια τοῦ κακοσχολεῖν αἱ γυναῖκες ἀνείργουσιν</q> οὕτω δὲ διασύρας τὰ τοῦ Πλάτωνος ἐπαινεῖ πάλιν ἐν ἄλλοις καὶ προφέρεται τὰ τοῦ Εὐριπίδου ταυτὶ πολλάκις <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l>ἀλλʼ ἔστι, κεἴ τις ἐγγελᾷ λόγῳ, </l><l>Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη·</l></quote> <milestone unit="stephpage" xml:id="stephpage-1040c" n="1040c"/> καὶ ὁμοίως ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης τὰ Ἡσιόδεια ταυτὶ προενεγκάμενος <quote rend="blockquote"><l>τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήλασε πῆμα Κρονίων, <milestone unit="tlnum" n="15"/> </l><l> λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί·</l></quote> <q>ταῦτά φησι τοὺς θεοὺς ποιεῖν, ὅπως κολαζομένων τῶν πονηρῶν οἱ λοιποὶ παραδείγμασι τούτοις χρώμενοι ἧττον ἐπιχειρῶσι τοιοῦτόν τι ποιεῖν</q> πάλιν ἐν μὲν τοῖς περὶ Δικαιοσύνης ὑπειπὼν, ὅτι τοὺς ἀγαθὸν <milestone unit="tlnum" n="20"/> ἀλλὰ μὴ τέλος τιθεμένους τὴν ἡδονὴν ἐνδέχεται σῴζειν καὶ τὴν δικαιοσύνην, θεὶς τοῦτο κατὰ λέξιν εἴρηκε <q>τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ διʼ αὑτῶν αἱρετῶν ὄντος καὶ <pb xml:id="v.6.p.234"/> <milestone unit="stephpage" xml:id="stephpage-1040d" n="1040d"/> τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς.</q> ταῦτα μὲν ἐν τούτοις περὶ τῆς ἡδονῆς. ἐν δὲ τοῖς πρὸς Πλάτωνα κατηγορῶν αὐτοῦ δοκοῦντος <milestone unit="tlnum" n="5"/> ἀγαθὸν ἀπολιπεῖν τὴν ὑγίειαν, <q>οὐ μόνον τὴν δικαιοσύνην</q> φησὶν <q>ἀλλὰ καὶ τὴν μεγαλοψυχίαν ἀναιρεῖσθαι καὶ τὴν σωφροσύνην καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, ἂν ἢ τὴν ἡδονὴν ἢ τὴν ὑγίειαν ἤ τι τῶν ἄλλων, ὃ μὴ καλόν ἐστιν, ἀγαθὸν ἀπολίπωμεν.</q> ἃ <milestone unit="tlnum" n="10"/> μὲν οὖν ῥητέον ὑπὲρ Πλάτωνος, ἐν ἄλλοις γέγραπται <milestone unit="stephpage" xml:id="stephpage-1040e" n="1040e"/> πρὸς αὐτὸν ἐνταῦθα δ̓ ἡ μάχη καταφανής ἐστιν, ὅπου μέν, ἂν μετὰ τοῦ καλοῦ τις ὑποθῆται καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι, σῴζεσθαι δικαιοσύνην λέγοντος ὅπου δὲ πάλιν τοὺς μὴ μόνον τὸ καλὸν ἀγαθὸν <milestone unit="tlnum" n="15"/> ἀπολιπόντας αἰτιωμένου τὰς ἀρετὰς ἁπάσας ἀναιρεῖν. ἳνα δὲ μηδʼ ἀπολογίαν ὑπολίπῃ τοῖς ἐναντιώμασιν, Ἀριστοτέλει περὶ δικαιοσύνης ἀντιγράφων <q>οὔ φησιν αὐτὸν ὀρθῶς λέγειν, ὅτι τῆς ἡδονῆς τέλους οὔσης ἀναιρεῖται μὲν ἡ δικαιοσύνη, συναναιρεῖται δὲ τῇ <milestone unit="tlnum" n="20"/> δικαιοσύνῃ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη τὴν μὲν γὰρ δικαιοσύνην ὑπʼ αὐτῶν ὡς ἀληθῶς ἀναιρεῖσθαι, <milestone unit="stephpage" xml:id="stephpage-1040f" n="1040f"/> τὰς δʼ ἄλλας ἀρετὰς οὐδὲν κωλύειν ὑπάρχειν, εἰ καὶ μὴ διʼ αὑτὰς αἱρετὰς ἀλλʼ ἀγαθὰς γοῦν καὶ ἀρετὰς ἐσομένας·</q> εἶθʼ ἑκάστην ἐξ ὀνόματος προσαγορεύει. <milestone unit="tlnum" n="25"/> βέλτιον δὲ τὰς ἐκείνου λέξεις ἀναλαβεῖν <q>τῆς γὰρ ἡδονῆς</q> φησὶν <q>ἐμφαινομένης τέλους κατὰ <pb xml:id="v.6.p.235"/> τὸν τοιοῦτον λόγον, τὸ μὲν τοιοῦτο πᾶν μοι δοκεῖ οὐκ ἐμπεριλαμβάνεσθαι· διὸ ῥητέον μήτε τῶν ἀρετῶν τινα διʼ αὑτὴν αἱρετὴν εἶναι μήτε τῶν κακιῶν φευκτήν, ἀλλὰ πάντα ταῦτα δεῖν ἀναφέρεσθαι πρὸς <milestone unit="tlnum" n="5"/> τὸν ὑποκείμενον σκοπόν· οὐδὲν μέντοι κωλύσει κατʼ αὐτοὺς τὴν ἀνδρείαν μὲν καὶ τὴν φρόνησιν καὶ τὴν ἐγκράτειαν καὶ τὴν καρτερίαν καὶ τὰς ὁμοίας ταύταις ἀρετὰς εἶναι τῶν ἀγαθῶν, τὰς δʼ ἐναντίας ὑπάρχειν <milestone unit="stephpage" xml:id="stephpage-1041a" n="1041a"/> φευκτάς.</q> τίς οὖν τούτου πρὸς λόγους ἰταμώτερος <milestone unit="tlnum" n="10"/> γέγονεν, ὃς δυεῖν τῶν ἀρίστων φιλοσόφων ἐγκέκληκε τῷ μὲν ὅτι πᾶσαν ἀρετὴν ἀναιρεῖ, μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἀπολιπών· τῷ δʼ ὅτι τῆς ἡδονῆς τέλους οὔσης οὐ πᾶσαν ἀρετὴν ἄνευ τῆς δικαιοσύνης σῴζεσθαι νομίζει; θαυμαστὴ γὰρ ἡ ἐξουσία <milestone unit="tlnum" n="15"/> περὶ τῶν αὐτῶν πραγμάτων διαλεγόμενον, ἃ τίθησιν αὐτὸς ἐγκαλῶν Ἀριστοτέλει, ταῦτʼ ἀναιρεῖν πάλιν Πλάτωνος κατηγοροῦντα. καὶ μὴν ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσι λέγει ῥητῶς ὅτι <q>πᾶν κατόρθωμα <milestone unit="stephpage" xml:id="stephpage-1041b" n="1041b"/> καὶ εὐνόμημα καὶ δικαιοπράγημά ἐστι· τὸ δὲ <milestone unit="tlnum" n="20"/> γε κατʼ ἐγκράτειαν ἢ καρτερίαν ἢ φρόνησιν ἢ ἀνδρείαν πραττόμενον κατόρθωμά ἐστιν· ὥστε καὶ δικαιοπράγημα</q> πῶς οὖν, οἷς ἀπολείπει φρόνησιν καὶ ἀνδρείαν καὶ ἐγκράτειαν, οὐκ ἀπολείπει δικαιοσύνην, εὐθὺς αὐτῶν ὅσοι κατορθοῦσιν ἐν ταῖς εἰρημέναις <milestone unit="tlnum" n="25"/> ἀρεταῖς καὶ δικαιοπραγούντων; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>