<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="14"><p rend="indent">πολλαχοῦ μὲν οὖν τοιοῦτός ἐστιν· ἐν δὲ <milestone unit="tlnum" n="10"/> ταῖς πρὸς,· ἑτέρους ἀντιλογίαις ἥκιστα φροντίζει τοῦ μηδὲν εἰπεῖν ἐναντίον ἑαυτῷ καὶ διάφωνον. ἐν γοῦν τοῖς περὶ τοῦ Προτρέπεσθαι τοῦ Πλάτωνος ἐπιλαμβανόμενος, λέγοντος ὅτι τῷ μηδὲ μαθόντι μηδʼ ἐπισταμένῳ ζῆν λυσιτελεῖ μὴ ζῆν, ταῦτʼ εἴρηκε <milestone unit="tlnum" n="15"/> κατὰ λέξιν <q>ὁ γὰρ τοιοῦτος λόγος καὶ ἑαυτῷ μάχεται καὶ ἥκιστʼ ἐστὶ προτρεπτικός. πρῶτον γὰρ παραδεικνύων <milestone unit="stephpage" xml:id="stephpage-1039e" n="1039e"/> ὅτι κράτιστον ἡμῖν ἐστι τὸ μὴ ζῆν καὶ τρόπον τινὰ ἀποθνήσκειν ἀξιῶν, πρὸς ἕτερά τινα μᾶλλον ἡμᾶς προύτρεψεν ἢ τὸ φιλοσοφεῖν οὐ γὰρ <milestone unit="tlnum" n="20"/> ἔστι μὴ ζῶντα φιλοσοφεῖν οὐδὲ μὴ πολὺν χρόνον ἐπιζήσαντα κακῶς; καὶ ῥᾳθύμως φρόνιμον γενέσθαι.</q> καὶ προελθὼν δέ φησιν ὅτι <q>καὶ τοῖς φαύλοις καθήκει μένειν ἐν τῷ ζῆν·</q> εἶτα κατὰ λέξιν <q>πρῶτον γὰρ ἡ ἀρετὴ ψιλῶς οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς, οὕτω <milestone unit="tlnum" n="25"/> δʼ οὐδʼ ἡ κακία οὐδέν ἐστι πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέναι</q> καὶ μὴν οὐχ ἕτερα δεῖ βιβλία διειλῆσαι, τοῦ Χρυσίππου τὴν πρὸς αὑτὸν ἐνδεικνυμένους <pb xml:id="v.6.p.232"/> μάχην· ἀλλʼ ἐν αὐτοῖς τούτοις ποτὲ μὲν τοῦ Ἀντισθένους <milestone unit="stephpage" xml:id="stephpage-1039f" n="1039f"/> ἐπαινῶν φαίνεται τὸ δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον καὶ τοῦ Τυρταίου τὸ <quote rend="blockquote">πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου·</quote> <milestone unit="tlnum" n="5"/> καίτοι τί ταῦτα βούλεται δηλοῦν ἄλλο, πλὴν ὅτι τὸ μὴ ζῆν λυσιτελέστερόν ἐστι τοῦ ζῆν τοῖς κακοῖς καὶ ἀνοήτοις; ποτὲ δὲ τὸν Θέογνιν ἐπανορθούμενος <q>οὐκ ἔδει</q> φησὶν <q>εἰπεῖν <q>χρὴ πενίην φεύγοντα,</q> μᾶλλον δὲ <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l> χρὴ κακίαν φεύγοντα, καὶ ἐς βαθυκήτεα πόντον </l><l> ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων.</l></quote></q> <milestone unit="stephpage" xml:id="stephpage-1040a" n="1040a"/> τί οὖν ἄλλο δόξειεν ἂν ποιεῖν ἢ ταὐτὰ πράγματα καὶ δόγματα παρεγγράφειν αὐτός, ἑτέρων δὲ γραφόντων ἐξαλείφειν, Πλάτωνι μὲν ἐγκαλῶν ὅτι τοῦ <milestone unit="tlnum" n="15"/> κακῶς ζῆν καὶ ἀμαθῶς τὸ μὴ ζῆν ἀποδείκνυσι λυσιτελέστερον, Θεόγνιδι δὲ συμβουλεύων κατακρημνίζειν καὶ καταποντίζειν ἑαυτὸν ὑπὲρ τοῦ ἀποφυγεῖν τὴν κακίαν; Ἀντισθένη μὲν γὰρ ἐπαινῶν ὅτι τοὺς μὴ νοῦν ἔχοντας εἰς βρόχον συνήλαυνεν, αὑτὸν αὐτὸς <milestone unit="tlnum" n="20"/> ἔψεγεν, εἰπόντα μηδὲν εἶναι τὴν κακίαν πρὸς τὸ ἐκ τοῦ ζῆν ἡμᾶς ἀπαλλάττειν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>