<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="12"><p rend="indent"><q>τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον ὁ Χρύσιππός φησιν οὐδʼ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαι</q> ταῦτα δʼ εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων αὖθις λέγει <q>καὶ τὴν εὐχρηστίαν καὶ <milestone unit="tlnum" n="15"/> τὴν χάριν εἰς τὰ μέσα διατείνειν</q> ὧν οὐδέν ἐστι <milestone unit="stephpage" xml:id="stephpage-1038b" n="1038b"/> χρήσιμον κατʼ αὐτούς. καὶ μὴν οὐδʼ οἰκεῖον οὐδʼ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοις <q>κατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδὲν τῷ δὲ φαύλῳ οἰκεῖόν οὐδέν ἐστιν· ἐπειδὴ τὸ μὲν ἀγαθὸν <milestone unit="tlnum" n="20"/> τὸ δὲ κακόν ἐστιν αὐτῶν</q> πῶς οὖν ἀποκναίει πάλιν ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ νὴ Δία γράφων ὡς <q>οἰκειούμεθα πρὸς αὑτοὺς εὐθὺς γενόμενοι καὶ τὰ μέρη καὶ τὰ ἔκγονα τὰ ἑαυτῶν;</q> ἐν δὲ τῷ πρώτῳ περὶ Δικαιοσύνης <q>καὶ τὰ θηρία φησὶ συμμέτρως <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-1038c" n="1038c"/> τῇ τῶν ἐκγόνων ᾠκειῶσθαι πρὸς αὐτά, πλὴν <pb xml:id="v.6.p.228"/> τῶν ἰχθύων αὐτὰ γὰρ τὰ κυήματα τρέφεται διʼ αὑτῶν</q> ἀλλʼ οὔτʼ αἴσθησίς ἐστιν οἷς μηθὲν αἰσθητὸν οὔτʼ οἰκείωσις οἷς μηδὲν οἰκεῖον· ἡ γὰρ οἰκείωσις αἴσθησις ἔοικε τοῦ οἰκείου καὶ ἀντίληψις εἶναι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>