<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent"><q>τὸ κατόρθωμά φασι νόμου πρόσταγμα εἶναι, <milestone unit="stephpage" xml:id="stephpage-1037d" n="1037d"/> τὸ δʼ ἁμάρτημα νόμου ἀπαγόρευμα, διὸ τὸν νόμον πολλὰ τοῖς φαύλοις ἀπαγορεύειν προστάττειν δὲ μηδέν· οὐ γὰρ δύνανται κατορθοῦν καὶ τίς οὐκ <milestone unit="tlnum" n="25"/> οἶδεν ὅτι τῷ μὴ δυναμένῳ κατορθοῦν ἀδύνατόν <pb xml:id="v.6.p.226"/> ἐστι μὴ ἁμαρτάνειν; αὐτὸν οὖν αὑτῷ μαχόμενον ποιοῦσι τὸν νόμον, προστάττοντα μὲν ἃ ποιεῖν ἀδυνατοῦσιν ἀπαγορεύοντα δʼ ὧν ἀπέχεσθαι μὴ δύνανται· ὁ γὰρ μὴ δυνάμενος σωφρονεῖν ἄνθρωπος οὐ δύναται <milestone unit="tlnum" n="5"/> μὴ ἀκολασταίνειν, καὶ ὁ μὴ δυνάμενος φρονεῖν οὐ δύναται μὴ ἀφραίνειν. αὐτοί γε μὴν λέγουσι τοὺς ἀπαγορεύοντας ἄλλο μὲν λέγειν ἄλλο δʼ ἀπαγορεύειν ἄλλο δὲ προστάσσειν· ὁ γὰρ λέγων <q>μὴ κλέψῃς</q> λέγει <milestone unit="stephpage" xml:id="stephpage-1037e" n="1037e"/> μὲν αὐτὸ τοῦτο <q>μὴ κλέψῃς,</q> ἀπαγορεύει δὲ κλέπτειν, <milestone unit="tlnum" n="10"/> προστάσσει δὲ μὴ κλέπτειν· οὐδὲν οὖν ἀπαγορεύσει τοῖς φαύλοις ὁ νόμος, εἴ γε μὴ προστάξει τι. καὶ τὸν ἰατρὸν τῷ μαθητῇ προστάσσειν λέγουσι τεμεῖν καὶ καῦσαι, κατὰ παράλειψιν τοῦ εὐκαίρως καὶ μετρίως· καὶ τὸν μουσικὸν λυρίσαι καὶ ᾆσαι, κατὰ <milestone unit="tlnum" n="15"/> παράλειψιν τοῦ ἐμμελῶς καὶ συμφώνως· διὸ τοὺς ταῦτα ποιήσαντας ἀτέχνως καὶ κακῶς κολάζουσιν ὡς <milestone unit="stephpage" xml:id="stephpage-1037f" n="1037f"/> προσετάχθη γὰρ ὀρθῶς, οἱ δʼ ὀρθῶς οὐκ ἐποίησαν. οὐκοῦν καὶ ὁ σοφὸς τῷ θεράποντι προστάσσων εἰπεῖν τι καὶ πρᾶξαι, κἂν μὴ εὐκαίρως τοῦτο πράξῃ <milestone unit="tlnum" n="20"/> μηδʼ ὡς δεῖ κολάζων, δῆλός ἐστι κατόρθωμα προστάσσων οὐ μέσον· εἰ δὲ μέσα προστάσσουσιν οἱ σοφοὶ τοῖς φαύλοις, τί κωλύει καὶ τὰ τοῦ νόμου προστάγματα τοιαῦτʼ εἶναι; καὶ μὴν ἡ ὁρμή, κατὰ γʼ αὐτόν, τἀνθρώπου λόγος ἐστὶ προστακτικὸς <pb xml:id="v.6.p.227"/> αὐτῷ τοῦ ποιεῖν, ὡς ἐν τῷ περὶ Νόμου γέγραφεν. οὐκοῦν καὶ ἡ ἀφορμὴ λόγος ἀπαγορευτικός, καὶ ἡ <milestone unit="stephpage" xml:id="stephpage-1038a" n="1038a"/> ἔκκλισις εὔλογος ἔκκλισις· καὶ ἡ εὐλάβεια τοίνυν λόγος ἐστὶν ἀπαγορευτικὸς τῷ σοφῷ· τὸ γὰρ εὐλαβεῖσθαι <milestone unit="tlnum" n="5"/> σοφῶν ἴδιον οὐ φαύλων ἐστίν. εἰ μὲν οὖν ἕτερόν ἐστιν ὁ τοῦ σοφοῦ λόγος καὶ ἕτερον ὁ νόμος, μαχόμενον τῷ νόμῳ λόγον οἱ σοφοὶ τὴν εὐλάβειαν ἔχουσιν· εἰ δʼ οὐκ ἄλλο τι νόμος ἐστὶν ἢ ὁ τοῦ σοφοῦ λόγος, εὓρηται νόμος ἀπαγορευτικὸς τοῖς <milestone unit="tlnum" n="10"/> σοφοῖς τοῦ ποιεῖν ἃ εὐλαβοῦνται.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>