<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-1033a" n="1033a"/> πρῶτον ἀξιῶ τὴν τῶν δογμάτων ὁμολογίαν <milestone unit="stephpage" xml:id="stephpage-1033b" n="1033b"/> ἐν τοῖς βίοις θεωρεῖσθαι· δεῖ γὰρ οὐχ οὕτω τὸν <milestone unit="tlnum" n="5"/> ῥήτορα κατʼ Αἰσχίνην ταὐτὸ φθέγγεσθαι καὶ τὸν νόμον ὡς τὸν βίον τοῦ φιλοσόφου τῷ λόγῳ σύμφωνον εἶναι. ὁ γὰρ λόγος τοῦ φιλοσόφου νόμος αὐθαίρετος καὶ ἴδιός ἐστιν, εἴ γε δὴ μὴ παιδιὰν καὶ εὑρησιλογίαν ἕνεκα δόξης ἀλλʼ ἔργον ἄξιον <milestone unit="tlnum" n="10"/> σπουδῆς τῆς μεγίστης, ὥσπερ ἔστιν, ἡγοῦνται φιλοσοφίαν. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἐπεὶ τοίνυν πολλὰ μὲν ὡς ἐν ὀλίγοις αὐτῷ Ζήνωνι πολλὰ δὲ Κλεάνθει πλεῖστα δὲ Χρυσίππῳ γεγραμμένα τυγχάνει περὶ πολιτείας καὶ τοῦ ἄρχεσθαι <milestone unit="tlnum" n="15"/> καὶ ἄρχειν καὶ δικάζειν καὶ ῥητορεύειν ἐν δὲ τοῖς βίοις οὐδενὸς ἔστιν εὑρεῖν οὐ στρατηγίαν, <milestone unit="stephpage" xml:id="stephpage-1033c" n="1033c"/> οὐ νομοθεσίαν, οὐ πάροδον εἰς βουλήν, οὐ συνηγορίαν ἐπὶ δικαστῶν, οὐ στρατείαν ὑπὲρ πατρίδος, οὐ πρεσβείαν, οὐκ ἐπίδοσιν· ἀλλʼ ἐπὶ ξένης ὥσπερ τινὸς <milestone unit="tlnum" n="20"/> λωτοῦ γευσάμενοι σχολῆς τὸν πάντα βίον οὐ βραχὺν <pb xml:id="v.6.p.215"/> δε στοιξορυμ ρεπυγναντιις. ἀλλὰ παμμήκη γενόμενον διήγαγον ἐν λόγοις καὶ βιβλίοις καὶ περιπάτοις· οὐκ ἄδηλον ὅτι τοῖς ὑφʼ ἑτέρων γραφομένοις καὶ λεγομένοις μᾶλλον ἢ τοῖς ὑφʼ αὑτῶν ὁμολογουμένως ἔζησαν, ἣν Ἐπίκουρος <milestone unit="tlnum" n="5"/> ἡσυχίαν ἐπαινεῖ καὶ Ἱερώνυμος, ἐν ταύτῃ τὸ παράπαν <milestone unit="stephpage" xml:id="stephpage-1033d" n="1033d"/> καταβιώσαντες. αὐτὸς γοῦν Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ Βίων οὐδὲν οἴεται τὸν σχολαστικὸν βίον τοῦ ἡδονικοῦ διαφέρειν· αὐτὰς δὲ παραθήσομαι τὰς λέξεις <q>ὅσοι δʼ ὑπολαμβάνουσι φιλοσόφοις ἐπιβάλλειν <milestone unit="tlnum" n="10"/> μάλιστα τὸν σχολαστικὸν βίον ἀπʼ ἀρχῆς, οὗτοί μοι δοκοῦσι διαμαρτάνειν, ὑπονοοῦντες διαγωγῆς τινος ἕνεκεν δεῖν τοῦτο ποιεῖν ἢ ἄλλου τινὸς τούτῳ παραπλησίου, καὶ τὸν ὅλον βίον οὕτω πως διελκύσαι· τοῦτο δʼ ἐστίν, ἂν σαφῶς θεωρηθῇ, ἡδέως· οὐ γὰρ <milestone unit="tlnum" n="15"/> δεῖ λανθάνειν τὴν ὑπόνοιαν αὐτῶν, πολλῶν μὲν σαφῶς τοῦτο λεγόντων οὐκ ὀλίγων δʼ ἀδηλότερον.</q> <milestone unit="stephpage" xml:id="stephpage-1033e" n="1033e"/>τίς οὖν μᾶλλον ἐν τῷ σχολαστικῷ βίῳ τούτῳ κατεγήρασεν ἢ Χρύσιππος καὶ Κλεάνθης καὶ Διογένης καὶ Ζήνων καὶ Ἀντίπατρος, οἵ γε καὶ <milestone unit="tlnum" n="20"/> τὰς αὑτῶν κατέλιπον πατρίδας, οὐδὲν ἐγκαλοῦντες ἀλλʼ ὅπως καθʼ ἡσυχίαν ἐν τῷ Ὠιδείῳ καὶ ἐπὶ Ζωστῆρος σχολάζοντες καὶ φιλολογοῦντες διάγωσιν; Ἀριστοκρέων γοῦν ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐπέγραψε τόδε <milestone unit="tlnum" n="25"/> τὸ ἐλεγεῖον <pb xml:id="v.6.p.216"/> <quote rend="blockquote"><l>τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε, </l><l> τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.</l></quote> <milestone unit="stephpage" xml:id="stephpage-1033f" n="1033f"/> τοῦτʼ οὖν ὁ Χρύσιππος, ὁ γέρων, ὁ φιλόσοφος, ὁ τὸν βασιλικὸν καὶ πολιτικὸν ἐπαινῶν βίον, τὸν δὲ <milestone unit="tlnum" n="5"/> σχολαστικὸν οὐδὲν οἰόμενος τοῦ ἡδονικοῦ διαφέρειν. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">ὅσοι δʼ ἄλλοι πολιτείᾳ προσίασιν, ἔτι μᾶλλον ἐναντιοῦνται τοῖς αὑτῶν δόγμασι· καὶ γὰρ ἄρχουσι καὶ δικάζουσι καὶ συμβουλεύουσι καὶ νομοθετοῦσι καὶ κολάζουσι καὶ τιμῶσιν ὡς πόλεων οὐσῶν ἐν <milestone unit="tlnum" n="10"/> αἷς πολιτεύονται, βουλευτῶν δὲ καὶ δικαστῶν ἀεὶ τῶν λαγχανόντων, στρατηγῶν δὲ τῶν χειροτονουμένων, νόμων δὲ τῶν Κλεισθένους καὶ Λυκούργου καὶ Σόλωνος, οὓς φαύλους καὶ ἀνοήτους γεγονέναι λέγουσιν. ὥστε καὶ πολιτευόμενοι μάχονται. </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent"><milestone unit="tlnum" n="15"/><milestone unit="stephpage" xml:id="stephpage-1034a" n="1034a"/> καὶ μὴν Ἀντίπατρος ἐν τῷ περὶ τῆς Κλεάνθους καὶ Χρυσίππου διαφορᾶς ἱστόρηκεν, ὅτι Ζήνων καὶ Κλεάνθης οὐκ ἠθέλησαν Ἀθηναῖοι γενέσθαι, μὴ δόξωσι τὰς αὑτῶν πατρίδας ἀδικεῖν. ὅτι μέν, εἰ καλῶς οὗτοι, Χρύσιππος οὐκ ὀρθῶς <milestone unit="tlnum" n="20"/> ἐποίησεν ἐγγραφεὶς εἰς τὴν πολιτείαν, παρείσθω· πολλὴν δὲ μάχην καὶ παράλογον ἔχει τὸ τὰ σώματα καὶ τοὺς βίους οὕτω μακρὰν ἀποξενώσαντας τὰ ὀνόματα ταῖς πατρίσι τηρεῖν, ὥσπερ εἴ τις τὴν γαμετὴν ἀπολιπών, ἑτέρᾳ δὲ συζῶν καὶ συναναπαυόμενος <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-1034b" n="1034b"/> καὶ παιδοποιούμενος ἐξ ἑτέρας, μὴ συγγράφοιτο γάμον, ὅπως ἀδικεῖν μὴ δοκῇ τὴν προτέραν. <pb xml:id="v.6.p.217"/> </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">Χρύσιππος δὲ πάλιν ἐν τῷ περὶ Ῥητορικῆς γράφων οὕτω ῥητορεύσειν καὶ πολιτεύσεσθαι τὸν σοφόν, ὡς καὶ τοῦ πλούτου ὄντος ἀγαθοῦ καὶ τῆς δόξης καὶ τῆς; ὑγιείας, ὁμολογεῖ τοὺς λόγους αὐτῶν <milestone unit="tlnum" n="5"/> ἀνεξόδους εἶναι καὶ ἀπολιτεύτους καὶ τὰ δόγματα ταῖς χρείαις ἀνάρμοστα καὶ ταῖς πράξεσιν. </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">ἔτι δόγμα Ζήνωνός ἐστιν <q>ἱερὰ θεῶν μὴ οἰκοδομεῖν ἱερὸν γὰρ μὴ πολλοῦ ἄξιον καὶ ἅγιον οὐκ ἔστιν· οἰκοδόμων δʼ ἔργον καὶ βαναύσων οὐδέν <milestone unit="tlnum" n="10"/> ἐστι πολλοῦ ἄξιον.</q> οἱ δὲ ταῦτʼ ἐπαινοῦντες ὡς <milestone unit="stephpage" xml:id="stephpage-1034c" n="1034c"/> εὖ ἔχοντα μυοῦνται μὲν ἐν ἱεροῖς, ἀναβαίνουσι δʼ εἰς ἀκρόπολιν, προσκυνοῦσι δὲ τὰ ἕδη καὶ στεφανοῦσι τοὺς ναούς, οἰκοδόμων ὄντας ἔργα καὶ βαναύσων ἀνθρώπων. εἶτα τοὺς Ἐπικουρείους ἐλέγχεσθαι <milestone unit="tlnum" n="15"/> δοκοῦσι θύοντας θεοῖς, αὐτοὶ δὲ μᾶλλον ἐλέγχονται θύοντας ἐπὶ τῶν βωμῶν καὶ τῶν ἱερῶν, ἃ μήτʼ εἶναι μήτʼ οἰκοδομεῖσθαι δεῖν ἀξιοῦσιν. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">ἀρετὰς; ὁ Ζήνων ἀπολείπει πλείονας κατὰ διαφοράς, ὥσπερ ὁ Πλάτων, οἷον φρόνησιν ἀνδρείαν <milestone unit="tlnum" n="20"/> σωφροσύνην δικαιοσύνην, ὡς ἀχωρίστους μὲν οὔσας ἑτέρας δὲ καὶ διαφερούσας ἀλλήλων. πάλιν δὲ ὁριζόμενος αὐτῶν ἑκάστην τὴν μὲν ἀνδρείαν φησὶ φρόνησιν εἶναι ἑν ὑπομενετέοις τὴν δὲ σωφροσύνην φρόνησιν ἐν αἱρετέοις τὴν δὲ δικαιοσύνην φρόνησιν <pb xml:id="v.6.p.218"/> <milestone unit="stephpage" xml:id="stephpage-1034d" n="1034d"/> ἐν ἀπονεμητέοις, ὡς μίαν οὖσαν ἀρετὴν ταῖς δὲ πρὸς τὰ πράγματα σχέσεσι κατὰ τὰς ἐνεργείας διαφέρειν δοκοῦσαν. οὐ μόνον δʼ ὁ Ζήνων περὶ ταῦτα φαίνεται αὑτῷ μαχόμενος, ἀλλὰ καὶ Χρύσιππος <milestone unit="tlnum" n="5"/>Ἀρίστωνι μὲν ἐγκαλῶν ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι, Ζήνωνι δὲ συνηγορῶν οὕτως ὁριζομένῳ τῶν ἀρετῶν ἑκάστην. ὁ δὲ Κλεάνθης ἐν Ὑπομνήμασι Φυσικοῖς εἰπὼν ὅτι <q>πληγὴ πυρὸς ὁ τόνος ἐστί, κἂν ἱκανὸς ἐν τῇ ψυχῇ γένηται πρὸς <milestone unit="tlnum" n="10"/> τὸ ἐπιτελεῖν τὰ ἐπιβάλλοντα, ἰσχὺς καλεῖται καὶ κράτος·</q> ἐπιφέρει κατὰ λέξιν <q>ἡ δʼ ἰσχὺς αὕτη καὶ τὸ κράτος, ὅταν μὲν ἑν τοῖς φανεῖσιν ἐμμενετέοις ἐγγένηται, ἐγκράτειά ἐστιν, ὅταν δʼ ἐν τοῖς ὑπομενετέοις, <milestone unit="stephpage" xml:id="stephpage-1034e" n="1034e"/> ἀνδρεία· περὶ τὰς ἀξίας δὲ δικαιοσύνη <milestone unit="tlnum" n="15"/> περὶ δὲ τὰς αἱρέσεις καὶ ἐκκλίσεις σωφροσύνη.</q> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">πρὸς τὸν εἰπόντα <quote rend="blockquote"><l>μηδὲ δίκην δικάσῃς, πρὶν ἂν ἀμφοῖν μῦθον </l><l>ἀκούσῃς</l></quote> α ʼντέλεγεν ὁ Ζήνων, τοιούτῳ τινὶ λόγῳ χρώμενος <milestone unit="tlnum" n="20"/> <q>εἴτʼ ἀπέδειξεν ὁ πρότερος εἰπών, οὐκ ἀκουστέον τοῦ δευτέρου λέγοντος, πέρας γὰρ ἔχει τὸ ζητούμενον· εἴτʼ οὐκ ἀπέδειξεν· ὅμοιον γὰρ ὡς εἰ μηδʼ ὑπήκουσε κληθεὶς ἢ ὑπακούσας ἐτερέτισεν· ἤτοι δʼ <pb xml:id="v.6.p.219"/> <milestone unit="stephpage" xml:id="stephpage-1034f" n="1034f"/> ἀπέδειξεν ἢ οὐκ ἀπέδειξεν, οὐκ ἀκουστέον ἄρα τοῦ δευτέρου λέγοντος.</q> τοῦτον δὲ τὸν λόγον ἐρωτήσας αὐτὸς ἀντέγραφε μὲν πρὸς τὴν Πλάτωνος Πολιτείαν ἔλυε δὲ σοφίσματα, καὶ τὴν διαλεκτικὴν ὡς τοῦτο <milestone unit="tlnum" n="5"/> ποιεῖν δυναμένην ἐκέλευε παραλαμβάνειν τοὺς μαθητάς. καίτοι ἢ ἀπέδειξε Πλάτων ἢ οὐκ ἀπέδειξε τὰ ἐν τῇ Πολιτείᾳ, κατʼ οὐδέτερον δʼ ἀναγκαῖον ἀντιγράφειν ἀλλὰ πάντως περιττὸν καὶ μάταιον. τὸ δʼ αὐτὸ περὶ τῶν σοφισμάτων ἔστιν εἰπεῖν. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent"><milestone unit="tlnum" n="10"/><milestone unit="stephpage" xml:id="stephpage-1035a" n="1035a"/> ὁ Χρύσιππος οἴεται δεῖν τῶν λογικῶν πρῶτον ἀκροᾶσθαι τοὺς νέους δεύτερον δὲ τῶν ἠθικῶν μετὰ δὲ ταῦτα τῶν φυσικῶν, ὡσαύτως δὲ τούτοις τὸν περὶ θεῶν λόγον ἔσχατον παραλαμβάνειν. πολλαχοῦ δὲ τούτων ὑπʼ αὐτοῦ λεγομένων, ἀρκέσει <milestone unit="tlnum" n="15"/> παραθέσθαι τὰ ἐν τῷ τετάρτῳ περὶ Βίων ἔχοντα κατὰ λέξιν οὕτω· <q>πρῶτον μὲν οὖν δοκεῖ μοι κατὰ τὰ ὀρθῶς ὑπὸ τῶν ἀρχαίων εἰρημένα τρία γένη τῶν τοῦ φιλοσόφου θεωρημάτων εἶναι, τὰ μὲν λογικὰ τὰ δʼ ἠθικὰ τὰ δὲ φυσικά· εἶτα τούτων <milestone unit="tlnum" n="20"/> δεῖν τάττεσθαι πρῶτα μὲν τὰ λογικὰ δεύτερα δὲ <milestone unit="stephpage" xml:id="stephpage-1035b" n="1035b"/> τὰ ἠθικὰ τρίτα δὲ τὰ φυσικά· τῶν δὲ φυσικῶν ἔσχατος εἶναι ὁ περὶ τῶν θεῶν λόγος· διὸ καὶ τελετὰς προσηγόρευσαν τὰς τούτου παραδόσεις.</q> ἀλλὰ τοῦτόν γε τὸν λόγον, ὃν ἔσχατόν φησι δεῖν <milestone unit="tlnum" n="25"/> τάττεσθαι, περὶ θεῶν, ἔθει προτάττει καὶ προεκτίθησι παντὸς ἠθικοῦ ζητήματος· οὔτε γὰρ περὶ τελῶν <pb xml:id="v.6.p.220"/> οὔτε περὶ δικαιοσύνης οὔτε περὶ ἀγαθῶν καὶ κακῶν οὔτε περὶ γάμου καὶ παιδοτροφίας οὔτε περὶ νόμου καὶ πολιτείας φαίνεται τὸ παράπαν φθεγγόμενος, εἰ μή, καθάπερ οἱ τὰ ψηφίσματα ταῖς πόλεσιν εἰσφέροντες <milestone unit="tlnum" n="5"/> προγράφουσιν Ἀγαθὴν Τύχην, οὕτω καὶ αὐτὸς <milestone unit="stephpage" xml:id="stephpage-1035c" n="1035c"/> προγράψειε τὸν Δία, τὴν Εἱμαρμένην, τὴν Πρόνοιαν, τὸ συνέχεσθαι μιᾷ δυνάμει τὸν κόσμον ἕνα ὄντα καὶ πεπερασμένον. ὧν οὐδὲν ἔστι πεισθῆναι μὴ διὰ βάθους ἐγκραθέντα τοῖς φυσικοῖς λόγοις. ἄκουε <milestone unit="tlnum" n="10"/> δʼ ἃ λέγει περὶ τούτων ἐν τῷ τρίτῳ περὶ Θεῶν <q>οὐ γὰρ ἔστιν εὑρεῖν τῆς δικαιοσύνης ἄλλην ἀρχὴν οὐδʼ ἄλλην γένεσιν ἢ τὴν ἐκ τοῦ Διὸς καὶ τὴν ἐκ τῆς κοινῆς φύσεως· ἐντεῦθεν γὰρ δεῖ πᾶν τὸ τοιοῦτον τὴν ἀρχὴν ἔχειν, εἰ μέλλομεν τι ἐρεῖν περὶ <milestone unit="tlnum" n="15"/> ἀγαθῶν καὶ κακῶν</q> πάλιν ἐν ταῖς Φυσικαῖς Θέσεσιν <q>οὐ γὰρ ἔστιν ἄλλως οὐδʼ οἰκειότερον ἐπελθεῖν ἐπὶ τὸν τῶν ἀγαθῶν καὶ κακῶν λόγον οὐδʼ ἐπὶ τὰς ἀρετὰς οὐδʼ ἐπʼ εὐδαιμονίαν, ἀλλʼ ἢ ἀπὸ τῆς κοινῆς φύσεως καὶ ἀπὸ τῆς τοῦ κόσμου <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1035d" n="1035d"/> διοικήσεως.</q> προελθὼν δʼ αὖθις <q>δεῖ γὰρ τούτοις συνάψαι τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, οὐκ οὔσης ἄλλης ἀρχῆς αὐτῶν ἀμείνονος οὐδʼ ἀναφορᾶς, οὐδʼ ἄλλου τινὸς ἕνεκεν τῆς φυσικῆς θεωρίας παραληπτῆς οὔσης ἢ πρὸς τὴν περὶ ἀγαθῶν ἢ κακῶν <milestone unit="tlnum" n="25"/> διάστασιν</q> γίγνεται τοίνυν ἅμα πρόσω καὶ ὀπίσω τῶν ἠθικῶν ὁ φυσικὸς λόγος κατὰ Χρύσιππον μᾶλλον δʼ ὅλως ἄπορος ἡ περιτροπὴ τῆς τάξεως, <pb xml:id="v.6.p.221"/> εἰ μετὰ ταῦτα τακτέον ἐκεῖνον, ὧν καταλαβεῖν οὐδὲν ἐκείνου χωρὶς ἔστιν· καὶ πρόδηλος ἡ μάχη τοῦ τὸν φυσικὸν λόγον ἀρχὴν μὲν εἶναι τοῦ περὶ ἀγαθῶν καὶ κακῶν τιθεμένου, κελεύοντος δὲ μὴ πρότερον <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-1035e" n="1035e"/> ἀλλʼ ὕστερον ἐκείνων παραδίδοσθαι. εἰ δέ τις ἐρεῖ γεγραφέναι τὸν Χρύσιππον ἐν τῷ <title>peri\ lo/gou xrh/sews</title>, ὡς <q>οὐ καθάπαξ ἀφεκτέον ἐστὶ τῶν ἄλλων τῷ τὴν λογικὴν ἀναλαμβάνοντι πρώτην, ἀλλὰ κἀκείνων μεταληπτέον κατὰ τὸ διδόμενον,</q> ἀληθῆ μὲν <milestone unit="tlnum" n="10"/> ἐρεῖ βεβαιώσει δὲ τὴν αἰτίαν· μάχεται γὰρ πρὸς ἑαυτόν, ὅπου μὲν ἔσχατον τὸν περὶ θεῶν λόγον ἀναλαμβάνειν κελεύων καὶ τελευταῖον, ὡς διὰ τοῦτο <milestone unit="stephpage" xml:id="stephpage-1035f" n="1035f"/> καὶ τελετὴν προσαγορευόμενον, ὅπου δὲ πάλιν ἐν πρώτοις ἅμα καὶ τούτου μεταληπτέον εἶναι λέγων <milestone unit="tlnum" n="15"/> οἴχεται γὰρ ἡ τάξις, εἰ πάντων ἐν πᾶσι μεταλαμβάνειν δεήσει. τὸ δὲ μεῖζον, ὅτι τοῦ περὶ ἀγαθῶν καὶ κακῶν λόγου τὸν περὶ θεῶν ἀρχὴν πεποιημένος οὐκ ἀπὸ τούτου κελεύει τὸν ἠθικὸν ἀρξαμένους ἀναλαμβάνειν, ἀλλʼ ἐκεῖνον ἀναλαμβάνοντας τούτου <milestone unit="tlnum" n="20"/> μεταλαμβάνειν κατὰ τὸ διδόμενον, εἶτα μεταβαίνειν ἐπὶ τοῦτον ἀπʼ ἐκείνων, οὗ χωρὶς οὐδεμίαν ἀρχὴν ἐπʼ ἐκεῖνον οὐδʼ ἔφοδον εἶναί φησι. </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">τὸ πρὸς τἀναντία διαλέγεσθαι καθόλου μὲν οὔ, φησιν ἀποδοκιμάζειν, χρῆσθαι δὲ τούτῳ <milestone unit="tlnum" n="25"/> παραινεῖ μετʼ εὐλαβείας ὥσπερ ἐν τοῖς δικαστηρίοις, <milestone unit="stephpage" xml:id="stephpage-1036a" n="1036a"/> μὴ μετὰ συνηγορίας; ἀλλὰ διαλύοντας αὐτῶν τὸ <pb xml:id="v.6.p.222"/> πιθανόν <q>τοῖς μὲν γὰρ ἐποχὴν ἄγουσι περὶ πάντων ἐπιβάλλει</q> φησὶ <q>τοῦτο ποιεῖν καὶ συνεργόν ἐστι πρὸς ὃ βούλονται· τοῖς δʼ ἐπιστήμην ἐνεργαζομένοις καθʼ ἣν ὁμολογουμένως βιωσόμεθα, τἀναντία στοιχειοῦν <milestone unit="tlnum" n="5"/> καὶ καταστοιχίζειν τοὺς εἰσαγομένους ἀπʼ ἀρχῆς μέχρι τέλους· ἐφʼ ὧν καιρός ἐστι μνησθῆναι καὶ τῶν ἐναντίων λόγων, διαλύοντας αὐτῶν τὸ πιθανόν, καθάπερ καὶ ἐν τοῖς δικαστηρίοις·</q> ταυτὶ γὰρ αὐταῖς λέξεσιν εἴρηκεν. ὅτι μὲν οὖν ἄτοπός <milestone unit="tlnum" n="10"/> ἐστι τοὺς φιλοσόφους τὸν ἐναντίον λόγον οἰόμενος δεῖν τιθέναι, μὴ μετὰ συνηγορίας ἀλλʼ ὁμοίως τοῖς <milestone unit="stephpage" xml:id="stephpage-1036b" n="1036b"/> δικολόγοις κακοῦντας, ὥσπερ οὐ πρὸς τὴν ἀλήθειαν ἀλλὰ περὶ νίκης ἀγωνιζομένους, εἴρηται πρὸς αὐτὸν διʼ ἑτέρων. ὅτι δʼ αὐτὸς οὐκ ἐν ὀλίγοις ἀλλὰ <milestone unit="tlnum" n="15"/> πολλαχοῦ τοὺς ἐναντίους οἷς δοκιμάζει λόγους κατεσκεύακεν ἐρρωμένως καὶ μετὰ σπουδῆς καὶ φιλοτιμίας τοσαύτης ὥστε μὴ παντὸς εἶναι καταμαθεῖν τὸ ἀρέσκον αὐτῷ, αὐτοὶ δήπου λέγουσι, τὴν δεινότητα θαυμάζοντες τἀνδρός· καὶ τὸν Καρνεάδην <milestone unit="tlnum" n="20"/> οὐδὲν οἰόμενοι λέγειν ἴδιον, ἀλλʼ ἐξ ὧν ἐπεχείρησε Χρύσιππος; εἰς τοὐναντίον, ὁρμώμενον ἐπιτίθεσθαι τοῖς λόγοις αὐτοῦ καὶ πολλάκις παραφθέγγεσθαι <q>δαιμόνιε, φθίσει σε τὸ σὸν μένος,</q> ὡς μεγάλας ἀφορμὰς καθʼ ἑαυτοῦ διδόντα τοῖς κινεῖν τὰ δόγματα <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-1036c" n="1036c"/> καὶ διαβάλλειν βουλομένοις. ἐπὶ δὲ τοῖς κατὰ <pb xml:id="v.6.p.223"/> Συνηθείας ἐκδοθεῖσιν οὕτω κομῶσι καὶ μεγαληγοροῦσιν, ὥστε τοὺς πάντων ὁμοῦ τῶν Ἀκαδημαϊκῶν λόγους εἰς ταὐτὸ συμφορηθέντας οὐκ ἀξίους; εἶναι παραβαλεῖν οἷς Χρύσιππος ἔγραψεν εἰς διαβολὴν <milestone unit="tlnum" n="5"/> τῶν αἰσθήσεων. καὶ τοῦτο μὲν ἀπειρίας τῶν λεγόντων ἢ φιλαυτίας σημεῖόν ἐστιν· ἐκεῖνο δʼ ἀληθές, ὅτι βουληθεὶς αὖθις συνειπεῖν τῇ Συνηθείᾳ καὶ ταῖς αἰσθήσεσιν ἐνδεέστερος γέγονεν ἑαυτοῦ καὶ τὸ σύνταγμα τοῦ συντάγματος μαλακώτερον. <milestone unit="tlnum" n="10"/> ὥστʼ αὐτὸν ἑαυτῷ μάχεσθαι, κελεύοντα μὲν ἀεὶ τἀναντία μὴ μετὰ συνηγορίας ἀλλὰ μετʼ ἐνδείξεως <milestone unit="stephpage" xml:id="stephpage-1036d" n="1036d"/> τοῦ ὅτι ψευδῆ ἐστι παρατίθεσθαι, τῶν δʼ ἑαυτοῦ δογμάτων κατήγορον ὄντα δεινότερον ἢ συνήγορον, καὶ φυλάττεσθαι μὲν ἑτέροις παραινοῦντα τοὺς εἰς <milestone unit="tlnum" n="15"/> τἀναντία λόγους ὡς περισπῶντας τὴν κατάληψιν, αὐτὸν δὲ τῶν βεβαιούντων τὴν κατάληψιν λόγων φιλοτιμότερον συντιθέντα τοὺς ἀναιροῦντας καίτοι ὅτι τοῦτʼ αὐτὸς φοβεῖται, σαφῶς ὑποδείκνυσιν ἐν τῷ τετάρτῳ περὶ Βίων, ταῦτα γράφων <q>οὐχ ὡς ἔτυχε <milestone unit="tlnum" n="20"/> δʼ οὐδὲ τοὺς ἐναντίους ὑποδεκτέον λόγους οὐδὲ προσετέα τἀναντία πιθανὰ ἀλλʼ εὐλαβουμένους μὴ καὶ περισπασθέντες ὑπʼ αὐτῶν τὰς καταλήψεις <milestone unit="stephpage" xml:id="stephpage-1036e" n="1036e"/> ἀφῶσιν, οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι καταλαμβάνοντὲς τʼ εὐαποσείστως· ἐπεὶ καὶ <milestone unit="tlnum" n="25"/> οἱ τὴν συνήθειαν καταλαμβάνοντες καὶ τὰ αἰσθητὰ <pb xml:id="v.6.p.224"/> καὶ τἄλλα ἐκ τῶν αἰσθήσεων ῥᾳδίως προΐενται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρωτημάτων περισπώμενοι καὶ ὑπʼ ἄλλων πλειόνων καὶ δυναμικωτέρων ἐρωτημάτων.</q> ἡδέως ἂν οὖν πυθοίμην τῶν Στωικῶν, <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-1036f" n="1036f"/> εἰ τὰ Μεγαρικὰ ἐρωτήματα δυναμικώτερα νομίζουσιν εἶναι τῶν ὑπὸ Χρυσίππου κατὰ τῆς συνηθείας ἐν ἓξ βιβλίοις γεγραμμένων ἢ τοῦτο παρʼ αὐτοῦ Χρυσίππου δεῖ πυνθάνεσθαι. σκόπει γὰρ οἷα περὶ τοῦ Μεγαρικοῦ λόγου γέγραφεν ἐν τῷ περὶ Λόγου <milestone unit="tlnum" n="10"/>χρήσεως οὗτος <q>οἷόν τι συμβέβηκε καὶ ἐπὶ τοῦ Στίλπωνος λόγου καὶ Μενεδήμου σφόδρα γὰρ ἐπὶ σοφίᾳ γενομένων αὐτῶν ἐνδόξων, νῦν εἰς ὄνειδος αὐτῶν ὁ λόγος περιτέτραπται, ὡς τὸ μὲν παχυτέρων <milestone unit="stephpage" xml:id="stephpage-1037a" n="1037a"/> τὸ δʼ, ἐκφανῶς σοφιζομένων</q> εἶτα τούτους μέν, ὦ <milestone unit="tlnum" n="15"/> βέλτιστε, τοὺς λόγους, ὧν καταγελᾷς καὶ καλεῖς ὀνείδη τῶν ἐρωτώντων ὡς ἐμφανῆ τὴν κακίαν ἔχοντας, ὅμως δέδιας μή τινας περισπάσωσιν ἀπὸ τῆς καταλήψεως· αὐτὸς δὲ τοσαῦτα βιβλία γράφων κατὰ τῆς Συνηθείας, οἷς, εἴ τι ἀνεῦρες, προσέθηκας, <milestone unit="tlnum" n="20"/> ὑπερβαλέσθαι φιλοτιμούμενος τὸν Ἀρκεσίλαον, οὐδένα τῶν ἐντυγχανόντων ἐπιταράξειν προσεδόκησας; οὐδὲ γὰρ ψιλοῖς χρῆται τοῖς κατὰ τῆς Συνηθείας ἐπιχειρήμασιν, ἀλλʼ ὥσπερ ἐν δίκῃ μετὰ πάθους τινὸς <milestone unit="stephpage" xml:id="stephpage-1037b" n="1037b"/> συνεπιπάσχων, μωρολογεῖν τε πολλάκις λέγει καὶ <milestone unit="tlnum" n="25"/> κενοκοπεῖν. ἵνα τοίνυν μηδʼ ἀντίρρησιν ἀπολίπῃ <pb xml:id="v.6.p.225"/> τοῦ τἀναντία λέγειν, ἐν μὲν ταῖς Φυσικαῖς Θέσεσι ταῦτα γέγραφεν <q>ἔσται δὲ καὶ καταλαμβάνοντάς τι πρὸς τἀναντία ἐπιχειρεῖν, τὴν ἐνοῦσαν συνηγορίαν ποιουμένους ποτὲ δʼ οὐδέτερον καταλαμβάνοντας <milestone unit="tlnum" n="5"/> εἰς ἑκάτερον τὰ ὄντα λέγειν.</q> ἐν δὲ τῷ περὶ τῆς τοῦ <title>lo/gou xrh/sews</title> εἰπών, ὡς οὐ δεῖ τῇ τοῦ λόγου δυνάμει πρὸς τὰ μὴ ἐπιβάλλοντα χρῆσθαι καθάπερ οὐδʼ ὅπλοις, ταῦτʼ ἐπείρηκε <q>πρὸς μὲν γὰρ τὴν τῶν ἀληθῶν εὕρεσιν δεῖ χρῆσθαι αὐτῇ καὶ πρὸς <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-1037c" n="1037c"/> τὴν τούτων συγγένειαν, εἰς τἀναντία δʼ οὔ, πολλῶν ποιούντων τοῦτο πολλοὺς;</q> λέγων ἴσως τοὺς ἐπέχοντας. ἀλλʼ ἐκεῖνοι μὲν οὐδέτερον καταλαμβάνοντες εἰς ἑκάτερον ἐπιχειροῦσιν· ὡς εἴ τι καταληπτόν ἐστιν οὕτως ἂν μόνως ἢ μάλιστα κατάληψιν ἑαυτῆς <milestone unit="tlnum" n="15"/> τὴν ἀλήθειαν παρέχουσαν. σὺ δʼ ὁ κατηγορῶν ἐκείνων αὐτός τε τἀναντία γράφων οἷς καταλαμβάνεις περὶ τῆς Συνηθείας ἑτέρους τε τοῦτο ποιεῖν μετὰ συνηγορίας ἀποτρεπόμενος, ἐν ἀχρήστοις καὶ βλαβεροῖς ὁμολογεῖς τῇ τοῦ λόγου δυνάμει <milestone unit="tlnum" n="20"/> χρώμενος; ὑπὸ φιλοτιμίας νεανιεύεσθαι. </p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent"><q>τὸ κατόρθωμά φασι νόμου πρόσταγμα εἶναι, <milestone unit="stephpage" xml:id="stephpage-1037d" n="1037d"/> τὸ δʼ ἁμάρτημα νόμου ἀπαγόρευμα, διὸ τὸν νόμον πολλὰ τοῖς φαύλοις ἀπαγορεύειν προστάττειν δὲ μηδέν· οὐ γὰρ δύνανται κατορθοῦν καὶ τίς οὐκ <milestone unit="tlnum" n="25"/> οἶδεν ὅτι τῷ μὴ δυναμένῳ κατορθοῦν ἀδύνατόν <pb xml:id="v.6.p.226"/> ἐστι μὴ ἁμαρτάνειν; αὐτὸν οὖν αὑτῷ μαχόμενον ποιοῦσι τὸν νόμον, προστάττοντα μὲν ἃ ποιεῖν ἀδυνατοῦσιν ἀπαγορεύοντα δʼ ὧν ἀπέχεσθαι μὴ δύνανται· ὁ γὰρ μὴ δυνάμενος σωφρονεῖν ἄνθρωπος οὐ δύναται <milestone unit="tlnum" n="5"/> μὴ ἀκολασταίνειν, καὶ ὁ μὴ δυνάμενος φρονεῖν οὐ δύναται μὴ ἀφραίνειν. αὐτοί γε μὴν λέγουσι τοὺς ἀπαγορεύοντας ἄλλο μὲν λέγειν ἄλλο δʼ ἀπαγορεύειν ἄλλο δὲ προστάσσειν· ὁ γὰρ λέγων <q>μὴ κλέψῃς</q> λέγει <milestone unit="stephpage" xml:id="stephpage-1037e" n="1037e"/> μὲν αὐτὸ τοῦτο <q>μὴ κλέψῃς,</q> ἀπαγορεύει δὲ κλέπτειν, <milestone unit="tlnum" n="10"/> προστάσσει δὲ μὴ κλέπτειν· οὐδὲν οὖν ἀπαγορεύσει τοῖς φαύλοις ὁ νόμος, εἴ γε μὴ προστάξει τι. καὶ τὸν ἰατρὸν τῷ μαθητῇ προστάσσειν λέγουσι τεμεῖν καὶ καῦσαι, κατὰ παράλειψιν τοῦ εὐκαίρως καὶ μετρίως· καὶ τὸν μουσικὸν λυρίσαι καὶ ᾆσαι, κατὰ <milestone unit="tlnum" n="15"/> παράλειψιν τοῦ ἐμμελῶς καὶ συμφώνως· διὸ τοὺς ταῦτα ποιήσαντας ἀτέχνως καὶ κακῶς κολάζουσιν ὡς <milestone unit="stephpage" xml:id="stephpage-1037f" n="1037f"/> προσετάχθη γὰρ ὀρθῶς, οἱ δʼ ὀρθῶς οὐκ ἐποίησαν. οὐκοῦν καὶ ὁ σοφὸς τῷ θεράποντι προστάσσων εἰπεῖν τι καὶ πρᾶξαι, κἂν μὴ εὐκαίρως τοῦτο πράξῃ <milestone unit="tlnum" n="20"/> μηδʼ ὡς δεῖ κολάζων, δῆλός ἐστι κατόρθωμα προστάσσων οὐ μέσον· εἰ δὲ μέσα προστάσσουσιν οἱ σοφοὶ τοῖς φαύλοις, τί κωλύει καὶ τὰ τοῦ νόμου προστάγματα τοιαῦτʼ εἶναι; καὶ μὴν ἡ ὁρμή, κατὰ γʼ αὐτόν, τἀνθρώπου λόγος ἐστὶ προστακτικὸς <pb xml:id="v.6.p.227"/> αὐτῷ τοῦ ποιεῖν, ὡς ἐν τῷ περὶ Νόμου γέγραφεν. οὐκοῦν καὶ ἡ ἀφορμὴ λόγος ἀπαγορευτικός, καὶ ἡ <milestone unit="stephpage" xml:id="stephpage-1038a" n="1038a"/> ἔκκλισις εὔλογος ἔκκλισις· καὶ ἡ εὐλάβεια τοίνυν λόγος ἐστὶν ἀπαγορευτικὸς τῷ σοφῷ· τὸ γὰρ εὐλαβεῖσθαι <milestone unit="tlnum" n="5"/> σοφῶν ἴδιον οὐ φαύλων ἐστίν. εἰ μὲν οὖν ἕτερόν ἐστιν ὁ τοῦ σοφοῦ λόγος καὶ ἕτερον ὁ νόμος, μαχόμενον τῷ νόμῳ λόγον οἱ σοφοὶ τὴν εὐλάβειαν ἔχουσιν· εἰ δʼ οὐκ ἄλλο τι νόμος ἐστὶν ἢ ὁ τοῦ σοφοῦ λόγος, εὓρηται νόμος ἀπαγορευτικὸς τοῖς <milestone unit="tlnum" n="10"/> σοφοῖς τοῦ ποιεῖν ἃ εὐλαβοῦνται.</q></p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent"><q>τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον ὁ Χρύσιππός φησιν οὐδʼ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαι</q> ταῦτα δʼ εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων αὖθις λέγει <q>καὶ τὴν εὐχρηστίαν καὶ <milestone unit="tlnum" n="15"/> τὴν χάριν εἰς τὰ μέσα διατείνειν</q> ὧν οὐδέν ἐστι <milestone unit="stephpage" xml:id="stephpage-1038b" n="1038b"/> χρήσιμον κατʼ αὐτούς. καὶ μὴν οὐδʼ οἰκεῖον οὐδʼ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοις <q>κατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδὲν τῷ δὲ φαύλῳ οἰκεῖόν οὐδέν ἐστιν· ἐπειδὴ τὸ μὲν ἀγαθὸν <milestone unit="tlnum" n="20"/> τὸ δὲ κακόν ἐστιν αὐτῶν</q> πῶς οὖν ἀποκναίει πάλιν ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ νὴ Δία γράφων ὡς <q>οἰκειούμεθα πρὸς αὑτοὺς εὐθὺς γενόμενοι καὶ τὰ μέρη καὶ τὰ ἔκγονα τὰ ἑαυτῶν;</q> ἐν δὲ τῷ πρώτῳ περὶ Δικαιοσύνης <q>καὶ τὰ θηρία φησὶ συμμέτρως <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-1038c" n="1038c"/> τῇ τῶν ἐκγόνων ᾠκειῶσθαι πρὸς αὐτά, πλὴν <pb xml:id="v.6.p.228"/> τῶν ἰχθύων αὐτὰ γὰρ τὰ κυήματα τρέφεται διʼ αὑτῶν</q> ἀλλʼ οὔτʼ αἴσθησίς ἐστιν οἷς μηθὲν αἰσθητὸν οὔτʼ οἰκείωσις οἷς μηδὲν οἰκεῖον· ἡ γὰρ οἰκείωσις αἴσθησις ἔοικε τοῦ οἰκείου καὶ ἀντίληψις εἶναι. </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent"><milestone unit="tlnum" n="5"/> καὶ τὸ δόγμα τοῦτο τοῖς κυριωτάτοις ἑπόμενὸν ἐστι, καὶ Χρύσιππος, εἰ καὶ πολλὰ πρὸς τοὐναντίον γέγραφε, δῆλός ἐστι προστιθέμενος τῷ μήτε κακίαν κακίας ἢ ἁμαρτίαν ἁμαρτίας ὑπερέχουσαν εἶναι μήτʼ ἀρετὴν ἀρετῆς ἢ κατόρθωσιν κατορθώσεως· <milestone unit="tlnum" n="10"/> ὃς γέ φησιν ἐν τῷ τρίτῳ περὶ Φύσεως <q>ὥσπερ τῷ <milestone unit="stephpage" xml:id="stephpage-1038d" n="1038d"/>Διὶ προσήκει σεμνύνεσθαι ἐπʼ αὑτῷ τε καὶ τῷ βίῳ καὶ μέγα φρονεῖν καί, εἰ δεῖ οὕτως εἰπεῖν, ὑψαυχενεῖν καὶ κομᾶν καὶ μεγαληγορεῖν, ἀξίως βιοῦντι μεγαληγορίας· οὕτω τοῖς ἀγαθοῖς πᾶσι ταῦτα προσήκει, <milestone unit="tlnum" n="15"/> κατʼ οὐθὲν προεχομένοις ὑπὸ τοῦ Διός.</q> ἀλλʼ αὐτός γε πάλιν ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης φησὶν ὅτι τὴν δικαιοσύνην ἀναιροῦσιν οἱ τέλος ὑποτιθέμενοι τὴν ἡδονήν, οἱ δὲ μόνον ἀγαθὸν εἶναι λέγοντες οὐκ ἀναιροῦσιν· ἔστι δὲ ταυτὶ τὰ κατὰ λέξιν <q>τάχα <milestone unit="tlnum" n="20"/> γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ διʼ αὑτῶν αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες <milestone unit="stephpage" xml:id="stephpage-1038e" n="1038e"/> τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς.</q> ἀλλʼ εἴπερ μόνον τὸ καλὸν ἀγαθόν ἐστιν, ἁμαρτάνει μὲν <milestone unit="tlnum" n="25"/> ὁ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαίνων, ἧττον δʼ ἁμαρτάνει τοῦ καὶ τέλος αὐτὴν ποιοῦντος· ἀναιρεῖ οὗτος <pb xml:id="v.6.p.229"/> τὴν δικαιοσύνην ἐκεῖνος δὲ σῴζει· καὶ κατὰ τοῦτον ἡ κοινωνία φροῦδός ἐστι καὶ ἀπόλωλεν, ὁ δὲ χρηστότητι καὶ φιλανθρωπίᾳ χώραν δίδωσιν. ἔτι τὸ μὲν λέγειν αὐτὸν ἐν τῷ περὶ τοῦ Διὸς <q>αὔξεσθαι <milestone unit="tlnum" n="5"/> τὰς ἀρετὰς καὶ διαβαίνειν</q> ἀφίημι μὴ δόξω τῶν ὀνομάτων ἐπιλαμβάνεσθαι, καίτοι πικρῶς ἐν τῷ γένει τούτῳ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοῦ <milestone unit="stephpage" xml:id="stephpage-1038f" n="1038f"/>Χρυσίππου δάκνοντος. ἐπαινεῖν δὲ μὴ πᾶν τὸ πραττόμενον κατʼ ἀρετὴν κελεύων ἐμφαίνει τινὰ τῶν κατορθωμάτων <milestone unit="tlnum" n="10"/> διαφοράν· λέγει δʼ οὕτως ἐν τῷ περὶ τοῦ Διὸς <q>ἔργων γὰρ κατὰ τὰς ἀρετὰς ὄντων οἰκεῖον ἐστὶ τὰ προενεχθέντα καὶ τούτων, οἷον ἀνδρείως τὸν δάκτυλον ἐκτεῖναι καὶ ἐγκρατῶς ἀποσχέσθαι δυσθανατώσης γραὸς καὶ ἀπροπτώτως ἀκοῦσαι τοῦ <milestone unit="tlnum" n="15"/> τὰ τρία τέσσαρα μὴ εἶναι τελέως τινʼ ἐμφαίνει ψυχρίαν ὁ διὰ τῶν τοιούτων ἐπαινεῖν τινας ἐγχειρῶν <milestone unit="stephpage" xml:id="stephpage-1039a" n="1039a"/> καὶ ἐγκωμιάζειν</q> ὅμοια δʼ εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ Θεῶν· <q>ἔτι γὰρ οἶμαι</q> φησὶ <q>τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων <milestone unit="tlnum" n="20"/> ἀπʼ ἀρετῆς, οἷον δυσθανατώσης γραὸς ἀποσχέσθαι καὶ καρτερῶς ὑπομεῖναι μυίας δηγμόν</q> τίνʼ οὖν οὗτος ἄλλον κατήγορον περιμένει τῶν αὑτοῦ δογμάτων; εἰ γὰρ ψυχρός; ἐστιν ὁ ταῦτʼ ἐπαινῶν, πολλῷ δήπου ψυχρότερος ὁ τούτων ἕκαστον κατόρθωμα <milestone unit="tlnum" n="25"/> καὶ μέγα καὶ μέγιστον εἶναι τιθέμενος· εἰ γὰρ ἴσον <pb xml:id="v.6.p.230"/> ἐστὶ <gap reason="lost"/> τὸ ἀνδρείως δῆγμα μυίας ἐνεγκεῖν καὶ τὸ σωφρόνως ἀποσχέσθαι τῆς γραός, οὐδὲν οἶμαι διαφέρει τὸν σπουδαῖον ἀπὸ τούτων ἢ ἀπʼ ἐκείνων <milestone unit="stephpage" xml:id="stephpage-1039b" n="1039b"/> ἐπαινεῖσθαι. ἔτι τοίνυν ἐν τῷ δευτέρῳ περὶ <title>fili/as</title> <milestone unit="tlnum" n="5"/> διδάσκων ὡς οὐκ ἐπὶ πᾶσι δεῖ τοῖς ἁμαρτήμασι τὰς φιλίας διαλύεσθαι, ταύταις κέχρηται ταῖς λέξεσι <q>προσήκει γὰρ τὰ μὲν ὅλως παραπέμπεσθαι τὰ δὲ μικρᾶς ἐπιστροφῆς τυγχάνειν, τὰ δὲ καὶ ἐπὶ μεῖζον τὰ δʼ ὅλως διαλύσεως ἀξιοῦσθαι</q> ὃ δὲ τούτου <milestone unit="tlnum" n="10"/> μεῖζόν ἐστιν, ἐν ταὐτῷ φησιν ὅτι <q>τοῖς μὲν ἐπὶ πλεῖον τοῖς δʼ ἐπʼ ἔλαττον συμβαλοῦμεν, ὥστε τοὺς <milestone unit="stephpage" xml:id="stephpage-1039c" n="1039c"/> μὲν μᾶλλον τοὺς δʼ ἧττον φίλους εἶναι· ἐπὶ πολὺ δὲ τῆς τοιαύτης παραλλαγῆς γενομένης, οἱ μὲν τοσαύτης οἱ δὲ τοσαύτης γίγνονται φιλίας ἄξιοι· καὶ <milestone unit="tlnum" n="15"/> οἱ μὲν ἐπὶ τοσοῦτον οἱ δὲ ἐπὶ τοσοῦτον πίστεως καὶ τῶν ὁμοίων καταξιωθήσονται.</q> τί γὰρ ἄλλο πεποίηκεν ἐν τούτοις ἢ καὶ τούτων μεγάλας διαφορὰς ἀπολέλοιπε; καὶ μὴν ἐν τῷ περὶ Καλοῦ, πρὸς ἀπόδειξιν τοῦ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, τοιούτοις <milestone unit="tlnum" n="20"/> λόγοις κέχρηται <q>τἀγαθὸν αἱρετόν, τὸ δʼ αἱρετὸν ἀρεστόν, τὸ δʼ ἀρεστὸν ἐπαινετόν, τὸ δʼ ἐπαινετὸν καλόν·</q> καὶ πάλιν <q>τἀγαθὸν χαρτόν, τὸ δὲ χαρτὸν <pb xml:id="v.6.p.231"/> σεμνόν, τὸ δὲ σεμνὸν καλόν</q> οὗτοι δʼ οἱ λόγοι μάχονται πρὸς ἐκεῖνον· εἴτε γὰρ πᾶν ἀγαθὸν ἐπαινετόν ἐστι, καὶ τὸ σωφρόνως; ἀποσχέσθαι τῆς γραὸς <milestone unit="stephpage" xml:id="stephpage-1039d" n="1039d"/> ἐπαινετὸν ἂν εἴη· ἢ πᾶν ἀγαθὸν οὔτε σεμνὸν οὔτε <milestone unit="tlnum" n="5"/> χαρτόν, ἀλλʼ οἴχεται ὁ λόγος. πῶς γὰρ οἷόν τε τὸ μὲν ἄλλους ἀπὸ τῶν τοιούτων ἐπαινεῖν ψυχρὸν εἶναι, τὸ δʼ αὐτὸν ἐπὶ τοῖς τοιούτοις χαίρειν καὶ σεμνύνεσθαι μὴ καταγέλαστον; </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">πολλαχοῦ μὲν οὖν τοιοῦτός ἐστιν· ἐν δὲ <milestone unit="tlnum" n="10"/> ταῖς πρὸς,· ἑτέρους ἀντιλογίαις ἥκιστα φροντίζει τοῦ μηδὲν εἰπεῖν ἐναντίον ἑαυτῷ καὶ διάφωνον. ἐν γοῦν τοῖς περὶ τοῦ Προτρέπεσθαι τοῦ Πλάτωνος ἐπιλαμβανόμενος, λέγοντος ὅτι τῷ μηδὲ μαθόντι μηδʼ ἐπισταμένῳ ζῆν λυσιτελεῖ μὴ ζῆν, ταῦτʼ εἴρηκε <milestone unit="tlnum" n="15"/> κατὰ λέξιν <q>ὁ γὰρ τοιοῦτος λόγος καὶ ἑαυτῷ μάχεται καὶ ἥκιστʼ ἐστὶ προτρεπτικός. πρῶτον γὰρ παραδεικνύων <milestone unit="stephpage" xml:id="stephpage-1039e" n="1039e"/> ὅτι κράτιστον ἡμῖν ἐστι τὸ μὴ ζῆν καὶ τρόπον τινὰ ἀποθνήσκειν ἀξιῶν, πρὸς ἕτερά τινα μᾶλλον ἡμᾶς προύτρεψεν ἢ τὸ φιλοσοφεῖν οὐ γὰρ <milestone unit="tlnum" n="20"/> ἔστι μὴ ζῶντα φιλοσοφεῖν οὐδὲ μὴ πολὺν χρόνον ἐπιζήσαντα κακῶς; καὶ ῥᾳθύμως φρόνιμον γενέσθαι.</q> καὶ προελθὼν δέ φησιν ὅτι <q>καὶ τοῖς φαύλοις καθήκει μένειν ἐν τῷ ζῆν·</q> εἶτα κατὰ λέξιν <q>πρῶτον γὰρ ἡ ἀρετὴ ψιλῶς οὐδέν ἐστι πρὸς τὸ ζῆν ἡμᾶς, οὕτω <milestone unit="tlnum" n="25"/> δʼ οὐδʼ ἡ κακία οὐδέν ἐστι πρὸς τὸ δεῖν ἡμᾶς ἀπιέναι</q> καὶ μὴν οὐχ ἕτερα δεῖ βιβλία διειλῆσαι, τοῦ Χρυσίππου τὴν πρὸς αὑτὸν ἐνδεικνυμένους <pb xml:id="v.6.p.232"/> μάχην· ἀλλʼ ἐν αὐτοῖς τούτοις ποτὲ μὲν τοῦ Ἀντισθένους <milestone unit="stephpage" xml:id="stephpage-1039f" n="1039f"/> ἐπαινῶν φαίνεται τὸ δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον καὶ τοῦ Τυρταίου τὸ <quote rend="blockquote">πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου·</quote> <milestone unit="tlnum" n="5"/> καίτοι τί ταῦτα βούλεται δηλοῦν ἄλλο, πλὴν ὅτι τὸ μὴ ζῆν λυσιτελέστερόν ἐστι τοῦ ζῆν τοῖς κακοῖς καὶ ἀνοήτοις; ποτὲ δὲ τὸν Θέογνιν ἐπανορθούμενος <q>οὐκ ἔδει</q> φησὶν <q>εἰπεῖν <q>χρὴ πενίην φεύγοντα,</q> μᾶλλον δὲ <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l> χρὴ κακίαν φεύγοντα, καὶ ἐς βαθυκήτεα πόντον </l><l> ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων.</l></quote></q> <milestone unit="stephpage" xml:id="stephpage-1040a" n="1040a"/> τί οὖν ἄλλο δόξειεν ἂν ποιεῖν ἢ ταὐτὰ πράγματα καὶ δόγματα παρεγγράφειν αὐτός, ἑτέρων δὲ γραφόντων ἐξαλείφειν, Πλάτωνι μὲν ἐγκαλῶν ὅτι τοῦ <milestone unit="tlnum" n="15"/> κακῶς ζῆν καὶ ἀμαθῶς τὸ μὴ ζῆν ἀποδείκνυσι λυσιτελέστερον, Θεόγνιδι δὲ συμβουλεύων κατακρημνίζειν καὶ καταποντίζειν ἑαυτὸν ὑπὲρ τοῦ ἀποφυγεῖν τὴν κακίαν; Ἀντισθένη μὲν γὰρ ἐπαινῶν ὅτι τοὺς μὴ νοῦν ἔχοντας εἰς βρόχον συνήλαυνεν, αὑτὸν αὐτὸς <milestone unit="tlnum" n="20"/> ἔψεγεν, εἰπόντα μηδὲν εἶναι τὴν κακίαν πρὸς τὸ ἐκ τοῦ ζῆν ἡμᾶς ἀπαλλάττειν. </p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent">ἐν δὲ τοῖς πρὸς αὐτὸν Πλάτωνα περὶ Δικαιοσύνης <milestone unit="stephpage" xml:id="stephpage-1040b" n="1040b"/> εὐθὺς ἐξ ἀρχῆς ἐνάλλεται τῷ περὶ θεῶν λόγῳ καί φησιν <q>οὔτʼ ὀρθῶς ἀποτρέπειν τῷ ἀπὸ <pb xml:id="v.6.p.233"/> τῶν θεῶν φόβῳ τῆς ἀδικίας τὸν Κέφαλον, εὐδιάβλητὸν τʼ εἶναι καὶ πρὸς τοὐναντίον ἐξάγοντα πολλοὺς περισπασμοὺς καὶ πιθανότητας ἀντιπιπτούσας τὸν περὶ τῶν ὑπὸ τοῦ θεοῦ κολάσεων λόγον, <milestone unit="tlnum" n="5"/> ὡς οὐδὲν διαφέροντα τῆς Ἀκκοῦς καὶ τῆς Ἀλφιτοῦς, διʼ ὧν τὰ παιδάρια τοῦ κακοσχολεῖν αἱ γυναῖκες ἀνείργουσιν</q> οὕτω δὲ διασύρας τὰ τοῦ Πλάτωνος ἐπαινεῖ πάλιν ἐν ἄλλοις καὶ προφέρεται τὰ τοῦ Εὐριπίδου ταυτὶ πολλάκις <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l>ἀλλʼ ἔστι, κεἴ τις ἐγγελᾷ λόγῳ, </l><l>Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη·</l></quote> <milestone unit="stephpage" xml:id="stephpage-1040c" n="1040c"/> καὶ ὁμοίως ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης τὰ Ἡσιόδεια ταυτὶ προενεγκάμενος <quote rend="blockquote"><l>τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήλασε πῆμα Κρονίων, <milestone unit="tlnum" n="15"/> </l><l> λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί·</l></quote> <q>ταῦτά φησι τοὺς θεοὺς ποιεῖν, ὅπως κολαζομένων τῶν πονηρῶν οἱ λοιποὶ παραδείγμασι τούτοις χρώμενοι ἧττον ἐπιχειρῶσι τοιοῦτόν τι ποιεῖν</q> πάλιν ἐν μὲν τοῖς περὶ Δικαιοσύνης ὑπειπὼν, ὅτι τοὺς ἀγαθὸν <milestone unit="tlnum" n="20"/> ἀλλὰ μὴ τέλος τιθεμένους τὴν ἡδονὴν ἐνδέχεται σῴζειν καὶ τὴν δικαιοσύνην, θεὶς τοῦτο κατὰ λέξιν εἴρηκε <q>τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης τέλους δὲ μή, τῶν δὲ διʼ αὑτῶν αἱρετῶν ὄντος καὶ <pb xml:id="v.6.p.234"/> <milestone unit="stephpage" xml:id="stephpage-1040d" n="1040d"/> τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς.</q> ταῦτα μὲν ἐν τούτοις περὶ τῆς ἡδονῆς. ἐν δὲ τοῖς πρὸς Πλάτωνα κατηγορῶν αὐτοῦ δοκοῦντος <milestone unit="tlnum" n="5"/> ἀγαθὸν ἀπολιπεῖν τὴν ὑγίειαν, <q>οὐ μόνον τὴν δικαιοσύνην</q> φησὶν <q>ἀλλὰ καὶ τὴν μεγαλοψυχίαν ἀναιρεῖσθαι καὶ τὴν σωφροσύνην καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, ἂν ἢ τὴν ἡδονὴν ἢ τὴν ὑγίειαν ἤ τι τῶν ἄλλων, ὃ μὴ καλόν ἐστιν, ἀγαθὸν ἀπολίπωμεν.</q> ἃ <milestone unit="tlnum" n="10"/> μὲν οὖν ῥητέον ὑπὲρ Πλάτωνος, ἐν ἄλλοις γέγραπται <milestone unit="stephpage" xml:id="stephpage-1040e" n="1040e"/> πρὸς αὐτὸν ἐνταῦθα δ̓ ἡ μάχη καταφανής ἐστιν, ὅπου μέν, ἂν μετὰ τοῦ καλοῦ τις ὑποθῆται καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι, σῴζεσθαι δικαιοσύνην λέγοντος ὅπου δὲ πάλιν τοὺς μὴ μόνον τὸ καλὸν ἀγαθὸν <milestone unit="tlnum" n="15"/> ἀπολιπόντας αἰτιωμένου τὰς ἀρετὰς ἁπάσας ἀναιρεῖν. ἳνα δὲ μηδʼ ἀπολογίαν ὑπολίπῃ τοῖς ἐναντιώμασιν, Ἀριστοτέλει περὶ δικαιοσύνης ἀντιγράφων <q>οὔ φησιν αὐτὸν ὀρθῶς λέγειν, ὅτι τῆς ἡδονῆς τέλους οὔσης ἀναιρεῖται μὲν ἡ δικαιοσύνη, συναναιρεῖται δὲ τῇ <milestone unit="tlnum" n="20"/> δικαιοσύνῃ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη τὴν μὲν γὰρ δικαιοσύνην ὑπʼ αὐτῶν ὡς ἀληθῶς ἀναιρεῖσθαι, <milestone unit="stephpage" xml:id="stephpage-1040f" n="1040f"/> τὰς δʼ ἄλλας ἀρετὰς οὐδὲν κωλύειν ὑπάρχειν, εἰ καὶ μὴ διʼ αὑτὰς αἱρετὰς ἀλλʼ ἀγαθὰς γοῦν καὶ ἀρετὰς ἐσομένας·</q> εἶθʼ ἑκάστην ἐξ ὀνόματος προσαγορεύει. <milestone unit="tlnum" n="25"/> βέλτιον δὲ τὰς ἐκείνου λέξεις ἀναλαβεῖν <q>τῆς γὰρ ἡδονῆς</q> φησὶν <q>ἐμφαινομένης τέλους κατὰ <pb xml:id="v.6.p.235"/> τὸν τοιοῦτον λόγον, τὸ μὲν τοιοῦτο πᾶν μοι δοκεῖ οὐκ ἐμπεριλαμβάνεσθαι· διὸ ῥητέον μήτε τῶν ἀρετῶν τινα διʼ αὑτὴν αἱρετὴν εἶναι μήτε τῶν κακιῶν φευκτήν, ἀλλὰ πάντα ταῦτα δεῖν ἀναφέρεσθαι πρὸς <milestone unit="tlnum" n="5"/> τὸν ὑποκείμενον σκοπόν· οὐδὲν μέντοι κωλύσει κατʼ αὐτοὺς τὴν ἀνδρείαν μὲν καὶ τὴν φρόνησιν καὶ τὴν ἐγκράτειαν καὶ τὴν καρτερίαν καὶ τὰς ὁμοίας ταύταις ἀρετὰς εἶναι τῶν ἀγαθῶν, τὰς δʼ ἐναντίας ὑπάρχειν <milestone unit="stephpage" xml:id="stephpage-1041a" n="1041a"/> φευκτάς.</q> τίς οὖν τούτου πρὸς λόγους ἰταμώτερος <milestone unit="tlnum" n="10"/> γέγονεν, ὃς δυεῖν τῶν ἀρίστων φιλοσόφων ἐγκέκληκε τῷ μὲν ὅτι πᾶσαν ἀρετὴν ἀναιρεῖ, μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἀπολιπών· τῷ δʼ ὅτι τῆς ἡδονῆς τέλους οὔσης οὐ πᾶσαν ἀρετὴν ἄνευ τῆς δικαιοσύνης σῴζεσθαι νομίζει; θαυμαστὴ γὰρ ἡ ἐξουσία <milestone unit="tlnum" n="15"/> περὶ τῶν αὐτῶν πραγμάτων διαλεγόμενον, ἃ τίθησιν αὐτὸς ἐγκαλῶν Ἀριστοτέλει, ταῦτʼ ἀναιρεῖν πάλιν Πλάτωνος κατηγοροῦντα. καὶ μὴν ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσι λέγει ῥητῶς ὅτι <q>πᾶν κατόρθωμα <milestone unit="stephpage" xml:id="stephpage-1041b" n="1041b"/> καὶ εὐνόμημα καὶ δικαιοπράγημά ἐστι· τὸ δὲ <milestone unit="tlnum" n="20"/> γε κατʼ ἐγκράτειαν ἢ καρτερίαν ἢ φρόνησιν ἢ ἀνδρείαν πραττόμενον κατόρθωμά ἐστιν· ὥστε καὶ δικαιοπράγημα</q> πῶς οὖν, οἷς ἀπολείπει φρόνησιν καὶ ἀνδρείαν καὶ ἐγκράτειαν, οὐκ ἀπολείπει δικαιοσύνην, εὐθὺς αὐτῶν ὅσοι κατορθοῦσιν ἐν ταῖς εἰρημέναις <milestone unit="tlnum" n="25"/> ἀρεταῖς καὶ δικαιοπραγούντων; </p></div><div type="textpart" subtype="section" n="16"><p rend="indent">τοῦ δὲ Πλάτωνος; εἰπόντος τὴν ἀδικίαν ὡς διαφθορὰ ψυχῆς; οὖσα καὶ στάσις οὐδʼ ἐν αὐτοῖς <pb xml:id="v.6.p.236"/> τοῖς ἔχουσιν ἀποβάλλει τὴν δύναμιν ἀλλʼ αὐτὸν ἑαυτῷ συμβάλλει καὶ συγκρούει καὶ ταράττει τὸν πονηρόν, ἐγκαλῶν Χρύσιππος <q>ἀτόπως</q> φησὶ <q>λέγεσθαι τὸ ἀδικεῖν ἑαυτόν εἶναι γὰρ πρὸς ἕτερον οὐ πρὸς <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-1041c" n="1041c"/> ἑαυτὸν τὴν ἀδικίαν·</q> ἐπιλαθόμενος γὰρ τούτων αὖθις ἐν ταῖς περὶ Δικαιοσύνης Ἀποδείξεσιν <q>ἀδικεῖσθαί φησιν ὑφʼ ἑαυτοῦ τὸν ἀδικοῦντα καὶ αὑτὸν ἀδικεῖν, ὅταν ἄλλον ἀδικῇ, γιγνόμενον ἑαυτῷ τοῦ παρανομεῖν αἴτιον καὶ βλάπτοντα παρʼ ἀξίαν ἑαυτόν.</q> ἐν <milestone unit="tlnum" n="10"/> μὲν τοῖς πρὸς Πλάτωνα ταῦτʼ εἴρηκε περὶ τοῦ τὴν ἀδικίαν λέγεσθαι μὴ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς ἕτερον· <q>οὐ γὰρ κατʼ ἰδίαν ἄδικοι συνεστήκασιν ἐκ πλειόνων δὲ τοιούτων τἀναντία λεγόντων, καὶ ἄλλως τῆς ἀδικίας λαμβανομένης ὡς ἂν ἐν πλείοσι πρὸς ἑαυτοὺς οὕτως <milestone unit="tlnum" n="15"/> ἔχουσιν, εἰς δὲ τὸν ἕνα μηδενὸς διατείνοντος τοιούτου, <milestone unit="stephpage" xml:id="stephpage-1041d" n="1041d"/> καθʼ ὅσον δὲ πρὸς τοὺς πλησίον ἔχει οὕτως·</q> ἐν δὲ ταῖς Ἀποδείξεσι τοιούτους ἠρώτηκε λόγους περὶ τοῦ τὸν ἄδικον καὶ ἑαυτὸν ἀδικεῖν· <q>παραίτιον γενέσθαι παρανομήματος ἀπαγορεύει ὁ νόμος, καὶ <pb xml:id="v.6.p.237"/> τὸ ἀδικεῖν ἐστι παρανόμημα· ὁ τοίνυν παραίτιος γενόμενος ἑαυτῷ τοῦ ἀδικεῖν παρανομεῖ εἰς ἑαυτόν· ὁ δὲ παρανομῶν εἰς ἕνα καὶ ἀδικεῖ ἐκεῖνον· ὁ ἄρα καὶ ὁντινοῦν ἀδικῶν καὶ ἑαυτὸν ἀδικεῖ</q> πάλιν <milestone unit="tlnum" n="5"/> <q>τὸ ἁμάρτημα τῶν βλαμμάτων ἐστί, καὶ πᾶς ἁμαρτάνων παρʼ ἑαυτὸν ἁμαρτάνει· πᾶς ἄρʼ ὁ ἁμαρτάνων <milestone unit="stephpage" xml:id="stephpage-1041e" n="1041e"/> βλάπτει ἑαυτὸν παρὰ τὴν ἀξίαν· εἰ δὲ τοῦτο, καὶ ἀδικεῖ ἑαυτόν</q> ἔτι καὶ οὕτως <q>ὁ βλαπτόμενος ὑφʼ ἑτέρου ἑαυτὸν βλάπτει καὶ παρὰ τὴν ἀξίαν ἑαυτὸν <milestone unit="tlnum" n="10"/> βλάπτει; τοῦτο δʼ ἦν τὸ ἀδικεῖν· ὁ ἄρʼ ἀδικούμενος καὶ ὑφʼ ὁτουοῦν πᾶς ἑαυτὸν ἀδικεῖ.</q> </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">τὸν περὶ ἀγαθῶν καὶ κακῶν λόγον, ὃν αὐτὸς εἰσάγει καὶ δοκιμάζει, <q>συμφωνότατον εἶναί φησι τῷ βίῳ καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων·</q> <milestone unit="tlnum" n="15"/> ταυτὶ γὰρ ἐν τῷ τρίτῳ τῶν Προτρεπτικῶν εἴρηκεν, ἐν δὲ τῷ πρώτῳ <q>τοῦτον τὸν λόγον φησὶν ἀπὸ τῶν ἄλλων ἁπάντων ἀφέλκειν τὸν ἄνθρωπον, ὡς οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδὲ συνεργούντων πρὸς εὐδαιμονίαν <milestone unit="stephpage" xml:id="stephpage-1041f" n="1041f"/> οὐδέν.</q> ὅρα τοίνυν, πῶς αὑτῷ σύμφωνὸς <milestone unit="tlnum" n="20"/> ἐστι, τὸν ἀφέλκοντα τοῦ ζῆν καὶ τῆς ὑγιείας καὶ τῆς ἀπονίας καὶ τῆς τῶν αἰσθητηρίων ὁλοκληρίας καὶ μηδὲν εἶναι ταῦτα φάσκοντα πρὸς ἡμᾶς, ἃ παρὰ τῶν θεῶν αἰτούμεθα, μάλιστα συμφωνεῖν τῷ βίῳ καὶ ταῖς κοιναῖς προλήψεσιν ἀποφαινόμενος. ἀλλʼ <milestone unit="tlnum" n="25"/> ἵνα μηδʼ ἄρνησις τοῦ τἀναντία λέγειν, ἐν τῷ τρίτῳ περὶ Δικαιοσύνης ταῦτʼ εἴρηκε <q>διὸ καὶ διὰ <pb xml:id="v.6.p.238"/> τὴν ὑπερβολὴν τοῦ τε μεγέθους καὶ τοῦ κάλλους πλάσμασι δοκοῦμεν ὅμοια λέγειν καὶ οὐ κατὰ τὸν <milestone unit="stephpage" xml:id="stephpage-1042a" n="1042a"/> ἄνθρωπον καὶ τὴν ἀνθρωπίνην φύσιν. ἔστιν οὖν ὅπως ἄν τις ἐξομολογήσαιτο σαφέστερον τἀναντία <milestone unit="tlnum" n="5"/> λέγειν αὐτὸς πρὸς ἑαυτὸν ἢ οὗτος, ἃ διʼ ὑπερβολήν φησι πλάσματα δοκεῖν εἶναι καὶ ὑπὲρ τὸν ἄνθρωπον καὶ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν λέγεσθαι, ταῦτα συμφωνεῖν τῷ βίῳ φάσκων καὶ μάλιστα τῶν ἐμφύτων ἅπτεσθαι προλήψεων;</q> </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent"><milestone unit="tlnum" n="10"/> οὐσίαν κακοδαιμονίας ἀποφαίνει τὴν κακίαν, ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ γράφων καὶ διατεινόμενος ὅτι <q>τὸ κατὰ κακίαν ζῆν τῷ κακοδαιμόνως ζῆν ταὐτόν ἐστιν·</q> ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως ὑπειπὼν ὅτι <q>λυσιτελεῖ ζῆν ἄφρονα μᾶλλον, <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1042b" n="1042b"/> ἢ μὴ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν</q> ἐπιλέγει <q>τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ τὰ κακὰ τῶν ἀνὰ μέσον προτερεῖν.</q> ὅτι μὲν οὖν εἰρηκὼς ἐν ἑτέροις μηδὲν εἶναι λυσιτελὲς τοῖς ἄφροσιν ἐνταῦθά φησι λυσιτελεῖν τὸ ἀφρόνως <milestone unit="tlnum" n="20"/> ζῆν, ἀφίημι. τῶν δʼ ἀνὰ μέσον λεγομένων παρὰ τοῖς Στωικοῖς μήτε κακῶν ὄντων μήτʼ ἀγαθῶν, τὰ κακὰ προτερεῖν λέγων οὐδὲν ἄλλο λέγει πλὴν τῶν μὴ κακῶν τὰ κακὰ προτερεῖν καὶ τὸ κακοδαιμονεῖν λυσιτελέστερον εἶναι τοῦ μὴ κακοδαιμονεῖν καὶ τοῦ <milestone unit="tlnum" n="25"/> κακοδαιμονεῖν ἀλυσιτελέστερον ἡγεῖται τὸ μὴ κακοδαιμονεῖν· εἰ δʼ ἀλυσιτελέστερον, καὶ βλαβερώτερον τὸ μὴ κακοδαιμονεῖν ἄρα βλαβερώτερον τοῦ <pb xml:id="v.6.p.239"/> κακοδαιμονεῖν <milestone unit="stephpage" xml:id="stephpage-1042c" n="1042c"/> βουλόμενος οὖν ταύτην ἐπιλεαίνειν τὴν ἀτοπίαν ἐπιλέγει περὶ τῶν κακῶν <q>ἔστι δʼ οὐ ταῦτα προτεροῦντα, ἀλλʼ ὁ λόγος, μεθʼ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, καὶ εἰ ἄφρονες ἐσόμεθα</q> πρῶτον μὲν οὖν <milestone unit="tlnum" n="5"/> τὰ κακὰ κακίαν λέγει καὶ τὰ μετέχοντα κακίας, ἄλλο δʼ οὐδέν· ἡ δὲ κακία λογικόν ἐστι μᾶλλον δὲ λόγος ἡμαρτημένος· οὐδὲν οὖν ἕτερόν ἐστι τὸ μετὰ λόγου βιοῦν ἄφρονας ὄντας ἢ τὸ μετὰ κακίας βιοῦν ἔπειτα τὸ βιοῦν ἄφρονας ὄντας βιοῦν ἐστι κακοδαιμονεῖν <milestone unit="tlnum" n="10"/> ὄντας. πρὸς τί οὖν προτερεῖ τοῦτο τῶν ἀνὰ μέσον; οὐ γὰρ πρός γε τὸ εὐδαιμονεῖν φήσει προτερεῖν τὸ <milestone unit="stephpage" xml:id="stephpage-1042d" n="1042d"/> κακοδαιμονεῖν. ἀλλʼ οὐδʼ ὅλως, φασίν, οἴεται δεῖν Χρύσιππος οὔτε μονὴν ἐν τῷ βίῳ τοῖς ἀγαθοῖς οὔτʼ ἐξαγωγὴν τοῖς κακοῖς παραμετρεῖν ἀλλὰ τοῖς μέσοις <milestone unit="tlnum" n="15"/> κατὰ φύσιν· διὸ καὶ τοῖς εὐδαιμονοῦσι γίγνεταί ποτε καθῆκον ἐξάγειν ἑαυτοὺς καὶ μένειν αὖθις ἐν τῷ ζῆν τοῖς κακοδαιμονοῦσιν. εἶτα τί τούτου μεῖζὸν ἐστιν ὑπεναντίωμα πρὸς αἳρεσιν καὶ φυγήν, εἰ τοῖς ἐπʼ ἄκρον εὐδαιμονοῦσιν ἀπουσίᾳ τῶν ἀδιαφόρων <milestone unit="tlnum" n="20"/> ἀφίστασθαι τῶν ἀγαθῶν παρόντων καθήκει; καίτοι <milestone unit="stephpage" xml:id="stephpage-1042e" n="1042e"/> τῶν ἀδιαφόρων οὐδὲν αἱρετὸν οὐδὲ φευκτόν, ἀλλὰ μόνον αἱρετὸν τἀγαθὸν καὶ μόνον φευκτὸν ἡγοῦνται τὸ κακόν. ὥστε συμβαίνει κατʼ αὐτοὺς μὴ πρὸς τὰ αἱρετὰ μηδὲ πρὸς τὰ φευκτὰ τοὺς τῶν πράξεων <milestone unit="tlnum" n="25"/> γίγνεσθαι λογισμούς, ἑτέρων στοχαζομένους <pb xml:id="v.6.p.240"/> ἃ μήτε φεύγουσι μήθʼ αἱροῦνται, πρὸς ταῦτα καὶ ζῆν καὶ ἀποθνήσκειν. </p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">τἀγαθὰ πρὸς τὰ κακὰ τὴν πᾶσαν ἔχειν διαφορὰν ὁμολογεῖ Χρύσιππος· καὶ ἀναγκαῖόν ἐστιν, <milestone unit="tlnum" n="5"/> εἰ τὰ μὲν ἐσχάτως ποιεῖ κακοδαίμονας εὐθὺς οἷς ἂν παρῇ, τὰ δʼ ἐπʼ ἄκρον εὐδαίμονας. αἰσθητὰ δʼ εἶναι τἀγαθὰ καὶ τὰ κακά φησιν, ἐν τῷ προτέρῳ <milestone unit="stephpage" xml:id="stephpage-1042f" n="1042f"/> περὶ Τέλους ταῦτα γράφων <q>ὅτι μὲν γὰρ αἰσθητά ἐστι τἀγαθὰ καὶ τὰ κακά, καὶ τούτοις ἐκποιεῖ λέγειν· <milestone unit="tlnum" n="10"/> οὐ γὰρ μόνον τὰ πάθη ἐστὶν αἰσθητὰ σὺν τοῖς εἴδεσιν, οἷον λύπη καὶ φόβος καὶ τὰ παραπλήσια, ἀλλὰ καὶ κλοπῆς καὶ μοιχείας καὶ τῶν ὁμοίων ἔστιν αἰσθέσθαι, καὶ καθόλου ἀφροσύνης καὶ δειλίας καὶ ἄλλων οὐκ ὀλίγων κακιῶν οὐδὲ μόνον χαρᾶς καὶ <milestone unit="tlnum" n="15"/> εὐεργεσιῶν καὶ ἄλλων πολλῶν κατορθώσεων, ἀλλὰ καὶ φρονήσεως καὶ ἀνδρείας καὶ τῶν λοιπῶν ἀρετῶν.</q> τούτων τὴν μὲν ἄλλην ἀτοπίαν ἀφῶμεν, ὅτι δὲ μάχεται τοῖς περὶ τὸν διαλεληθότα σοφόν, τίς οὐκ ἂν ὁμολογήσειεν; αἰσθητοῦ γὰρ ὄντος τἀγαθοῦ καὶ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1043a" n="1043a"/> μεγάλην πρὸς τὸ κακὸν διαφορὰν ἔχοντος, τὸν ἐκ φαύλου γιγνόμενον σπουδαῖον ἀγνοεῖν τοῦτο καὶ τῆς ἀρετῆς μὴ αἰσθάνεσθαι παρούσης ἀλλʼ οἴεσθαι τὴν κακίαν αὐτῷ παρεῖναι, πῶς οὐκ ἔστιν ἀτοπώτατον; ἢ γὰρ οὐδεὶς ἀγνοεῖν ἢ ἀπιστεῖν δύναται <milestone unit="tlnum" n="25"/> τὰς ἀρετὰς ἔχων ἁπάσας, ἢ μικρὰ τίς ἐστι καὶ παντάπασι δυσθεώρητος ἡ διαφορὰ τῆς ἀρετῆς πρὸς τὴν κακίαν καὶ τῆς εὐδαιμονίας πρὸς τὴν κακοδαιμονίαν <pb xml:id="v.6.p.241"/> καὶ τοῦ καλλίστου βίου πρὸς τὸν αἴσχιστον, εἰ ταῦτά τις ἀντʼ ἐκείνων κτησάμενος ἑαυτὸν λέληθε. </p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">μία σύνταξις ἡ περὶ Βίων τέτταρα βιβλία· τούτων ἐν τῷ τετάρτῳ λέγει τὸν σοφὸν ἀπράγμονὰ <milestone unit="tlnum" n="5"/> τʼ εἶναι καὶ ὀλιγοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν <milestone unit="stephpage" xml:id="stephpage-1043b" n="1043b"/> ἔστι δʼ ἡ λέξις αὕτη <q>οἶμαι γὰρ ἔγωγε τὸν φρόνιμον καὶ ἀπράγμονα εἶναι καὶ ὀλιγοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν ὁμοίως τῆς τʼ αὐτοπραγίας καὶ τῆς ὀλιγοπραγμοσύνης ἀστείων ὄντων.</q> τὰ δʼ ὅμοια <milestone unit="tlnum" n="10"/> σχεδὸν ἐν τῷ περὶ τῶν Διʼ αὑτὰ αἱρετῶν εἴρηκε ταύταις ταῖς λέξεσι <q>τῷ γὰρ ὄντι φαίνεται ὁ κατὰ τὴν ἡσυχίαν βίος ἀκίνδυνόν τι καὶ ἀσφαλὲς ἔχειν, οὐ πάνυ τῶν πολλῶν δυναμένων τοῦτο συνιδεῖν.</q> ὅτι μὲν οὖν τῷ Ἐπικούρῳ τὴν πρόνοιαν ἀναιροῦντι <milestone unit="tlnum" n="15"/> διὰ τῆς ἀπραγμοσύνης τῆς περὶ τὸν θεὸν οὐκ ἀπᾴδει, δῆλόν ἐστιν ἀλλʼ αὐτὸς ὁ Χρύσιππος ἐν τῷ πρώτῳ <milestone unit="stephpage" xml:id="stephpage-1043c" n="1043c"/> περὶ Βίων <q>βασιλείαν τε τὸν σοφὸν ἑκουσίως ἀναδέχεσθαι λέγει, χρηματιζόμενον ἀπʼ αὐτῆς· κἂν αὐτὸς βασιλεύειν μὴ δύνηται, συμβιώσεται βασιλεῖ καὶ <milestone unit="tlnum" n="20"/> στρατεύσεται μετὰ βασιλέως, οἷος ἦν Ἰδάνθυρσος ὁ Σκύθης ἢ Λεύκων ὁ Ποντικός.</q> παραθήσομαι δὲ καὶ ταύτην αὐτοῦ τὴν διάλεκτον, ὅπως εἰδῶμεν εἰ, καθάπερ ἐκ νήτης καὶ ὑπάτης γίγνεταί τι σύμφωνον, οὕτως ὁμολογεῖ βίος ἀνδρὸς καὶ ἀπραγμοσύνην αἱρουμένου <milestone unit="tlnum" n="25"/> καὶ ὀλιγοπραγμοσύνην, εἶτα συνιππαζομένου Σκύθαις καὶ τὰ τῶν ἐν Βοσπόρῳ τυράννων <pb xml:id="v.6.p.242"/> πράττοντος <milestone unit="stephpage" xml:id="stephpage-1043d" n="1043d"/> ἐξ οἱασδήτινος ἀνάγκης· <q>ὅτι γάρ</q> φησὶ <q>καὶ στρατεύσεται μετὰ δυναστῶν καὶ βιώσεται, πάλιν ἐπισκεψώμεθα τούτων ἐχόμενοι, τινῶν μὲν οὐδὲ ταῦτʼ ὑπονοούντων διὰ τοὺς ὁμοίους ὑπολογισμούς, <milestone unit="tlnum" n="5"/> ἡμῶν δὲ καὶ ταῦτʼ ἀπολειπόντων διὰ τοὺς παραπλησίους λόγους.</q> καὶ μετὰ μικρὸν <q>οὐ μόνον δὲ μετὰ τῶν προκεκοφότων ἐπὶ ποσὸν καὶ ἐν ἀγωγαῖς καὶ ἐν ἔθεσι ποιοῖς γεγονότων, οἷον παρὰ Λεύκωνι καὶ Ἰδανθύρσῳ.</q> Καλλισθένει τινὲς ἐγκαλοῦσιν, <milestone unit="tlnum" n="10"/> ὅτι πρὸς Ἀλέξανδρον ἔπλευσεν ἐλπίζων ἀναστήσειν Ὄλυνθον, ὡς Στάγειρα Ἀριστοτέλης· Ἔφορον δὲ καὶ Ξενοκράτην καὶ Μενέδημον ἐπαινοῦσι παραιτησαμένους <milestone unit="stephpage" xml:id="stephpage-1043e" n="1043e"/> τὸν Ἀλέξανδρον ὁ δὲ Χρύσιππος ἕνεκα χρηματισμοῦ τὸν σοφὸν ἐπὶ κεφαλὴν ἐς Παντικάπαιον <milestone unit="tlnum" n="15"/> ὠθεῖ καὶ τὴν Σκυθῶν ἐρημίαν. ὅτι γὰρ ἐργασίας ἕνεκα καὶ χρηματισμοῦ ταῦτα ποιεῖ, καὶ προδεδήλωκε <q>τρεῖς ὑποθέμενος ἁρμόζοντας μάλιστα τῷ σοφῷ χρηματισμούς, τὸν ἀπὸ βασιλείας καὶ τὸν ἀπὸ φίλων καὶ τρίτον ἐπὶ τούτοις τὸν ἀπὸ σοφιστείας.</q> <milestone unit="tlnum" n="20"/> καίτοι πολλαχοῦ μὲν ἀποκναίει ταῦτʼ ἐπαινῶν <quote rend="blockquote"><l> ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων, </l><l>Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;</l></quote> ἐν δὲ τοῖς περὶ Φύσεως λέγει <q>τὸν σοφόν, εἰ τὴν μεγίστην οὐσίαν ἀποβάλοι, δραχμὴν μίαν ἐκβεβληκέναι <milestone unit="tlnum" n="25"/> δόξειν.</q> οὕτω δʼ αὐτὸν ἄρας ἐκεῖ καὶ ὀγκώσας <pb xml:id="v.6.p.243"/> <milestone unit="stephpage" xml:id="stephpage-1043f" n="1043f"/> ἐνταῦθα πάλιν εἰς μισθαρνίαν καταβάλλει καὶ σοφιστείαν καὶ γὰρ αἰτήσειν καὶ προλήψεσθαι τὸ μὲν εὐθὺς ἀρχομένου, τὸ δὲ χρόνου τῷ μαθητῇ διελθόντος, ὅπερ εὐγνωμονέστερον εἶναί φησιν, ἀσφαλέστερον <milestone unit="tlnum" n="5"/> δὲ τὸ προλαμβάνειν, ὡς ἀδικήματα τοῦ τόπου ἐπιδεχομένου. λέγει δʼ οὕτως <q>εἰσπράττονται δὲ τὸν μισθὸν οὐ πάντες οἱ νοῦν ἔχοντες ὡσαύτως· ἀλλʼ ἄλλως πλῆθος,ὡς ἂν ὁ καιρὸς φέρῃ, οὐκ ἐπαγγελλόμενοι ποιήσειν ἀγαθούς, καὶ ταῦτʼ ἐν ἐνιαυτῷ <milestone unit="tlnum" n="10"/> ὅσα δὲ πρὸς ἑαυτούς, ταῦτα ποιήσειν πρὸς τὸν <milestone unit="stephpage" xml:id="stephpage-1044a" n="1044a"/> συμφωνηθέντα χρόνον</q> καὶ πάλιν προελθών <q>τὸν τε καιρὸν εἴσεται, πότερον εὐθὺς δεῖ τὸν μισθὸν λαμβάνειν ἅμα τῇ προσόδῳ καθάπερ πλείους πεποιήκασιν, ἢ καὶ χρόνον αὐτοῖς διδόναι, τοῦ τόπου <milestone unit="tlnum" n="15"/> τούτου μᾶλλον καὶ ἀδικήματα ἐπιδεχομένου, δόξαντος δʼ ἂν εἶναι εὐγνωμονεστέρου.</q> καὶ πῶς ἂν εἴη χρημάτων καταφρονητὴς ὁ σοφός, ὑπὸ συγγραφὴν ἐπʼ ἀργυρίῳ τὴν ἀρετὴν παραδιδούς, κἂν μὴ παραδῷ τὸ μισθάριον εἰσπράττων, ὡς,· πεποιηκὼς τὰ παρʼ <milestone unit="tlnum" n="20"/> αὑτόν; ἢ βλάβης κρείττων, φυλαττόμενος μὴ ἀδικηθῇ περὶ τὸ μισθάριον; ἀδικεῖται γὰρ οὐδεὶς μὴ βλαπτόμενος· <milestone unit="stephpage" xml:id="stephpage-1044b" n="1044b"/> ὅθεν μὴ ἀδικεῖσθαι τὸν σοφὸν ἐν ἄλλοις ἀποφηνάμενος ἐνταῦθά φησιν ἀδίκημά τι τὸν τόπον ἐπιδέχεσθαι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>