<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2" type="edition" xml:lang="grc"><div n="8" subtype="section" type="textpart"><p rend="indent"><said who="#Σώκλαρος"><label>ΣΩΚΛ.</label>. ἐπίσχες, ὦ Αὐτόβουλε, καὶ παραβαλοῦ τὸ θυρίον τῆς
κατηγορίας· ἐγγὺς γὰρ οἵδε προσιόντες πολλοὶ καὶ θηρατικοὶ πάντες, οὓς οὔτε μεταθεῖναι ῥᾴδιον οὔτε
λυπεῖν ἀναγκαῖον.</said><milestone n="5" unit="tlnum"/><milestone n="965c" unit="stephpage" xml:id="stephpage-965c"/><said who="#Ἀυτόβουλος"><label>ΑΥΤ.</label> Ὀρθῶς παραινεῖς· ἀλλʼ Εὐβίωτον μὲν εὖ οἶδα καὶ τὸν ἐμὸν
ἀνεψιὸν Ἀρίστωνα, τούς τε Διονυσίου παῖδας ἀπὸ Δελφῶν, Αἰακίδην καὶ Ἀριστότιμον τοῦτον, εἶτα
Νίκανδρον τὸν Εὐθυδάμου, χερσαίας <q>δαήμονας</q> ἄγρας ὡς Ὅμηρος ἔφη, <milestone n="10" unit="tlnum"/>
καὶ διὰ τοῦτʼ Ἀριστοτίμου γενησομένους· ὥσπερ αὖ πάλιν τούσδε τοὺς νησιώτας καὶ παραλίους, Ἡρακλέωνα
τὸν Μεγαρόθεν καὶ Φιλόστρατον τὸν Εὐβοέα, <q>τοῖσι θαλάσσια ἔργα μέμηλε,</q> Φαίδιμος ἔχων περὶ αὑτὸν
βαδίζει. <milestone n="15" unit="tlnum"/>
<quote rend="blockquote"><l>Τυδείδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη,</l></quote>τουτονὶ τὸν ἡμέτερον ἡλικιώτην Ὀπτᾶτον, ὃς πολλοῖς μὲν ἐνάλου ὀρείου δὲ πολλοῖς ἄγρας
ἀκροθινίοις ἀγλαΐσας τὴν Ἀγροτέραν ἅμα θεὸν καὶ <milestone n="965d" unit="stephpage" xml:id="stephpage-965d"/>Δίκτυνναν, ἐνταῦθα δῆλός ἐστι πρὸς ἡμᾶς βαδίζων, <milestone n="20" unit="tlnum"/> ὡς μηδετέροις προσθήσων ἑαυτόν· ἢ φαύλως εἰκάζομεν, ὦ φίλε Ὀπτᾶτε, κοινόν σε καὶ
μέσον ἔσεσθαι τῶν νεανίσκων βραβευτήν; </said><said who="#Ὀπτᾶτος"><label>ΟΠΤΑΤΟΣ.</label> πάνυ μὲν οὖν ὀρθῶς ὑπονοεῖς, ὦ Αὐτόβουλε· πάλαι γὰρ ὁ
Σόλωνος ἐκλέλοιπε <pb xml:id="v.6.p.29"/> νόμος, τοὺς ἐν στάσει μηδετέρῳ μέρει προσγενομένους
κολάζων.</said><said who="#Ἀυτόβουλος"><label>ΑΥΤ.</label>. δεῦρο δὴ καθίζου πρὸς ἡμᾶς, ὅπως, εἰ δεήσει μάρτυρος,
μὴ τοῖς Ἀριστοτέλους πράγματα <milestone n="5" unit="tlnum"/>
<milestone n="965e" unit="stephpage" xml:id="stephpage-965e"/> βιβλίοις παρέχωμεν, ἀλλὰ σοὶ διʼ
ἐμπειρίαν ἑπόμενοι τοῖς λεγομένοις ἀληθῶς τὴν ψῆφον ἐπιφέρωμεν.ς </said><said who="#Σώκλαρος"><label>ΣΩΚΛ.</label> εἶεν, ὦ ἄνδρες νέοι, γέγονέ τις ὑμῖν ὁμολογία περὶ
τάξεως; <milestone n="10" unit="tlnum"/></said><said who="#Φαίδιμος"><label>ΦΑΙΔΙΜΟΣ.</label> γέγονεν, ὦ Σώκλαρε, πολλὴν παρασχοῦσα φιλονεικίαν
εἶτα κατʼ Εὐριπίδην <quote rend="blockquote"><l>ὁ τῆς τύχης παῖς; κλῆρος ἐπὶ τούτῳ ταγείς</l></quote> τὰ χερσαῖα προεισάγει δίκαια τῶν ἐνάλων.</said><said who="#Σώκλαρος"><label>ΣΩΚΛ.</label> καιρὸς; οὖν, ὦ Ἀριστότιμε, σοὶ μὲν ἤδη <milestone n="15" unit="tlnum"/> λέγειν ἡμῖν δʼ ἀκούειν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>