<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:31</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:31</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2" type="edition" xml:lang="grc"><div n="31" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Φαίδιμος"><label resp="perseus">ΦΑΙΔΙΜΟΣ.</label> καὶ τί ἄν τις ἐν τούτοις τὴν κοινωνίαν
θαυμάσειεν, ὅπου τὸ πάντων ἀμικτότατον καὶ τὸ <milestone n="10" unit="tlnum"/> θηριωδέστατον ὧν
τρέφουσι ποταμοὶ καὶ λίμναι καὶ θάλασσαι ζῷον, ὁ κροκόδειλος, θαυμαστὸν ἑαυτὸν ἐπιδείκνυται πρὸς
κοινωνίαν καὶ χάριν ἐν τοῖς πρὸς τὸν τροχίλον συμβολαίοις; ὁ γὰρ τροχίλος ἐστὶ μὲν ὄρνις τῶν ἑλείων
καὶ παραποταμίων, φρουρεῖ δὲ <milestone n="15" unit="tlnum"/>
<milestone n="980e" unit="stephpage" xml:id="stephpage-980e"/> τὸν κροκόδειλον οὐκ οἰκόσιτος ἀλλὰ
τοῖς ἐκείνου λειψάνοις παρατρεφόμενος· ὅταν γὰρ αἴσθηται, τοῦ κροκόδειλον καθεύδοντος, ἐπιβουλεύοντα
τὸν ἰχνεύμονα πηλούμενον καὶ ἐπʼ αὐτὸν ὥσπερ ἀθλητὴν κονιόμενον ἐπεγείρει φθεγγόμενος καὶ κολάπτων
<milestone n="20" unit="tlnum"/> ὁ δʼ οὕτως ἐξημεροῦται πρὸς αὐτόν, ὥστε τοῦ στόματος διαχανὼν ἐντὸς
παρίησι, καὶ χαίρει τὰ λεπτὰ τῶν ἐνισχομένων τοῖς ὀδοῦσι σαρκῶν ἐκλέγοντος ἀτρέμα τῷ ῥάμφει καὶ
διασκαλεύοντος· ἂν δὲ μετρίως <milestone n="980f" unit="stephpage" xml:id="stephpage-980f"/> ἔχων
ἢδη βούληται συναγαγεῖν τὸ στόμα καὶ <milestone n="25" unit="tlnum"/> κλεῖσαι, προκλίνει τὴν σιαγόνα
καὶ διασημαίνει καὶ οὐ πρότερον καθίησιν ἢ συναισθανόμενον ἐκπτῆναι τὸν τροχίλον. ὁ δὲ καλούμενος
ἡγεμὼν μεγέθει <pb xml:id="v.6.p.69"/> μέν ἐστι καὶ σχήματι κωβιῶδες ἰχθύδιον, τὴν δʼ ἐπιφάνειαν
ὄρνιθι φρίσσοντι διὰ τὴν τραχύτητα τῆς λεπίδος ἐοικέναι λέγεται, καὶ ἀεὶ σύνεστιν ἑνὶ τῶν μεγάλων
κητῶν καὶ προνήχεται, τὸν δρόμον ἑπευθύνων,<milestone n="5" unit="tlnum"/> ὅπως οὐκ ἐνσχεθήσεται
βράχεσιν οὐδʼ εἰς τέναγος ἤ τινα πορθμὸν ἐμπεσεῖται δυσέξοδον <milestone n="981a" unit="stephpage" xml:id="stephpage-981a"/> ἕπεται γὰρ αὐτῷ τὸ κῆτος, ὥσπερ οἴακι ναῦς, παραγόμενον εὐπειθῶς. καὶ τῶν
μὲν ἄλλων, ὅ τι ἂν παραλάβῃ τῷ χάσματι ζῷον ἢ σκάφος ἢ λίθον, <milestone n="10" unit="tlnum"/>
εὐθὺς; διέφθαρται καὶ ἀπόλωλε πᾶν ἐμβεβυθισμένον· ἐκεῖνο δὲ γιγνῶσκον ἀναλαμβάνει τῷ στόματι καθάπερ
ἄγκυραν ἐντός· ἐγκαθεύδει γὰρ αὐτῷ καὶ τὸ κῆτος ἕστηκεν ἀναπαυομένου καὶ ὁρμεῖ· προελθόντος δʼ αὖθις
ἐπακολουθεῖ μήθʼ ἡμέρας <milestone n="15" unit="tlnum"/> μήτε νυκτὸς ἀπολειπόμενον, ἢ ῥέμβεται καὶ
πλανᾶται, καὶ πολλὰ διεφθάρη καθάπερ ἀκυβέρνητα πρὸς γῆν ἐξενεχθέντα. καὶ γὰρ ἡμεῖς περὶ Ἀντίκυραν
ἑωράκαμεν οὐ πάλαι· καὶ πρότερον ἱστοροῦσιν, οὐ <milestone n="981b" unit="stephpage" xml:id="stephpage-981b"/> πόρρω Βουνῶν ἐξοκείλαντος καὶ κατασαπέντος, λοιμὸν <milestone n="20" unit="tlnum"/> γενέσθαι. ἆρʼ οὖν ἄξιόν ἐστι ταύταις ταῖς κοινωνίαις καὶ συμπεριφοραῖς παραβάλλειν
ἅσπερ Ἀριστοτέλης ἱστορεῖ φιλίας ἀλωπέκων καὶ ὄφεων διὰ τὸ κοινὸν αὐτοῖς πολέμιον εἶναι τὸν ἀετόν, ἢ
τὰς ὠτίδων πρὸς ἵππους, ὅτι χαίρουσι προσπελάζουσαι <milestone n="25" unit="tlnum"/> καὶ
διασκάλλουσαι τὸν ὄνθον; ἐγὼ μὲν γὰρ οὐδʼ <pb xml:id="v.6.p.70"/> ἐν μελίτταις ὁρῶ τοσαύτην ἀλλήλων
ἐπιμέλειαν οὐδʼ ἐν μύρμηξι. τὸ γὰρ κοινὸν αὔξουσι πᾶσαι καὶ πάντες ἔργον, ἑτέρῳ δὲ καθʼ ἕτερον
ἑτέρου στοχασμὸς οὐδεὶς οὐδὲ φροντὶς ἔστιν. <milestone n="5" unit="tlnum"/>
<milestone n="981c" unit="stephpage" xml:id="stephpage-981c"/></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>